9
σαρκὸς ὄντι πρὸ τῶν αἰώνων, τὸν κόπον, τὴν λύπην, τὸ δάκρυον, τὴν δίψαν, τὸν ὕπνον, τὴν κατὰ πεῖναν ἔνδειαν καὶ τὸ ἔτι τούτου παραλογώτερον. ἐπειδὴ δὲ Παιδίον ἐγεν νήθη ἡμῖν, καθὼς ἡ θεία φωνὴ λέγει, καὶ Ὤφθη παρὰ τῶν ποιμένων ἐν σπαργάνοις ὁ κύριος, καθώς φησιν ὁ Λουκᾶς, <καὶ> ὅτι Προέκοπτεν Ἰησοῦς ἡλικίᾳ καὶ σοφίᾳ καὶ χάριτι, τελειούμενος, ἕως ἐπὶ τὸ μέτρον προῆλθε τῆς ἀνθρωπότητος ὁδῷ βαδίζων διὰ τῆς φύσεως, τί ἐροῦσιν <οἱ> πρὸ τῶν αἰώνων τὴν σάρκα βλέποντες, ποίῳ μέτρῳ τοῦ σώματος πρὸ τῶν αἰώνων ἦν; διὰ πάσης γὰρ ἐν τῷ κατὰ ἄνθρωπον βίῳ διεξῆλθε τῆς ἡλικίας. ἆρα παῖς ἦν ἐκεῖνος ὁ ἄνθρωπος, ὁ πρὸ πάσης τῆς κτίσεως ὤν, ἢ βρέφος νήπιον ἢ μειράκιον ἢ εὐθὺς ἐν τελείῳ τῷ σώματι; ἀλλ' εἰ παῖδα λέγουσι, πάντως καὶ τὴν αἰτίαν προσθήσουσι, πῶς τοσούτου παρελθόντος αἰῶνος ἐπὶ τὸ τέλειον τῆς ἡλικίας οὐκ ἔφθασεν; εἰ δὲ τέλειον λέγουσι, τοῦτο μαθεῖν ἀξιώσομεν, πῶς ἐν τῇ ἀνθρωπίνῃ γενέ σει συστέλλεται εἰς τὴν νηπιώδη βραχύτητα; ποῦ καταλείπει τὸ περιττεῦον τοῦ σώματος; πῶς εἰς ὀλίγην περιγραφὴν ὁ ὄγκος ἀποσμικρύνεται;
Εἶτα πάλιν πῶς πρὸς τὸ ἴδιον μέτρον ἐπανάγει τὸν ὄγκον τοῦ σώματος; πότερον ὅπερ εἶχεν ἐξ ἀρχῆς ἀναλαμβάνων διὰ τῆς κατ' ὀλίγον αὐξήσεως ἢ ἕτερον 3,1.150 ἐν ἑαυτῷ διὰ τῆς τροφῆς προστιθείς; ἀλλ' εἰ μὲν τὸ ἀρχαῖον φήσουσι, περιττὴν πάντως τὴν τροφὴν ἀποδείξουσιν· εἰ δὲ οὐκ ἀρνοῦνται τροφῆς μετεσχηκέναι τὸν κύριον, τί ἐροῦσι περὶ τῆς ἄνω καταλειφθείσης σαρκός, ἧς τὸ πολὺ κατὰ τὸ εἰκὸς κατελείφθη, μόνον δὲ τοσοῦτον ἀπ' αὐτῆς ἐλήφθη, ὅσον ἡ νηδὺς τῆς παρθένου ἐχώρησεν; πάντως γάρ τι καὶ περὶ αὐτῆς τερατεύσονται καὶ συνθήσουσι διὰ τούτων ἕτερα δόγματα, ἐφ' ἅπερ <ἂν> αὐτοὺς ἡ ἀκολουθία τῆς ἀτοπίας τῶν μύθων κατ' ἀνάγκην προάγηται. Ἀλλὰ παρείσθω καὶ ταῦτα. ἐκεῖνο δέ τις οὐκ ἂν ἀλόγως ἐπιζητήσειε παρὰ τῶν τὴν θείαν ἐκείνην σάρκωσιν προαιώ νιον δογματιζόντων. εἰ γὰρ πάντοτε τὴν σάρκα περὶ αὐτὸν οἴονται, θεὸν δὲ εἶναι τὴν σάρκα φασί, πᾶσα δὲ σὰρξ ἀντίτυπός ἐστι τῷ ἁπτομένῳ, τὸ δὲ ἀντίτυπον ὑλῶδες καὶ σύνθετον, τὸ δὲ σύνθετον καὶ διαλυτὸν πάντως, ἀνάγκη πᾶσα διὰ τού των καὶ ὑλικὸν αὐτὸν ἐγκατασκευάζεσθαι καὶ ἐκ διαφόρων συγκείμενον καὶ ἀναμένοντα φυσικῶς τὴν διάλυσιν. οἴδαμεν γάρ, ὅτε ἀνθρωπικῶς τοῖς ἀνθρώποις ἐπεχωρίαζεν, ἐκ τί νων εἶχε τὸ σῶμα τὴν σύνθεσιν· ὅτι διὰ σαρκῶν καὶ ὀστέων καὶ αἵματος καθ' ὁμοιότητα τῶν ἄλλων κἀκεῖνο ἦν ἔκ τε τοῦ τύπου τῶν ἥλων καὶ ἐκ τοῦ προχεθέντος διὰ τῆς λόγχης αἵματος καὶ ἐκ τοῦ πρὸς τοὺς ἀπιστοῦντας τῷ φαινομένῳ εἰπεῖν ταῦτα τὸν κύριον ὅτι Ψηλαφήσατέ με [καὶ ἴδετε] καὶ γνῶτε, ὅτι τὸ πνεῦμα σάρκα καὶ ὀστέα οὐκ ἔχει, ὥσπερ ἐμὲ θεωρεῖτε ἔχοντα. εἰ οὖν ἡ θεία σάρκωσις, καθὼς ὁ Ἀπολινά 3,1.151 ριος λέγει, οὐ τὴν ἀρχὴν ἐκ τῆς παρθένου ἔσχεν, ἀλλὰ καὶ πρὸ τοῦ Ἀβραὰμ καὶ πρὸ πάσης κτίσεως ἦν, τοιαύτη πάντως ἦν, οἵα τοῖς μαθηταῖς ἑωρᾶτο, στερρὰ καὶ ἀντιτυπὴς σαρκί τε καὶ ὀστέοις διειλημμένη. οὐκοῦν ταῦτα πάντοτε ἦν καὶ οὐδεμία πρὸς τὸ ταπεινὸν αὐτῷ γέγονε κάθοδος, ἀλλὰ τὸ λανθάνον, θεῖον κατὰ φύσιν ὄν, τοῦτο τῷ τῆς ἐναν θρωπήσεως ἐφανερώθη καιρῷ.
Τί τοιοῦτον Ἄρειος, τί δὲ ὁ τούτου χείρων Εὐνόμιος ἐπὶ καθαιρέσει τῆς δόξης τοῦ μονογενοῦς ἐνενόησεν, οἷον διὰ τῆς τοιαύτης ἡμῖν λογο γραφίας ὑπὸ τοῦ Ἀπολιναρίου κατασκευάζεται; θεὸς ἔν σαρκος πρὸ αἰώνων, ὀστώδης τις καὶ τετριχωμένος καὶ δέρματι καὶ νεύροις καὶ σαρκὶ καὶ πιμελαῖς διειλημμένος καὶ ἐκ διαφόρων συγκείμενος καὶ τὸ ἁπλοῦν τε καὶ ἀσύνθετον ἐν ἑαυτῷ μὴ ἔχων, ὁ λόγος ὁ ἐν ἀρχῇ ὢν καὶ πρὸς τὸν θεὸν ὤν, ὁ ἐπ' ἐσχάτων ἡμερῶν τῇ πρὸς τὸ ταπεινὸν τῆς φύσεως ἡμῶν κοινωνίᾳ σὰρξ ὑπὸ φιλανθρωπίας γενόμενος, διὰ τοῦτο τῷ ἀνθρώπῳ ἀνακραθεὶς καὶ πᾶσαν ἐν ἑαυτῷ τὴν ἡμετέραν φύσιν δεξάμενος, ἵνα τῇ πρὸς τὸ θεῖον ἀνακράσει συναποθεωθῇ τὸ ἀνθρώπινον διὰ τῆς ἀπαρχῆς ἐκείνης παντὸς συναγιαζομένου τοῦ τῆς φύσεως ἡμῶν φυράματος. Ἀλλὰ παραδραμεῖν οἶμαι χρῆναι