1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

9

εὐεργετηθέντων, τῶν μαθητῶν, τῶν τοσαύτης ἀπολελαυκότων σωτηρίας, πάντων φρούδων γενομένων, πάντων ἀποπηδησάντων. Ἡ δὲ πονηρὰ ἐκείνη ὑπόληψις ἣν κατεσκέδασαν τῆς ἀναστάσεως εἰπόντες ὅτι «Ἦλθον οἱ μαθηταὶ αὐτοῦ καὶ ἔκλεψαν αὐτόν,» πόσους ἐσκανδάλισε, πόσους ὑπεσκέλισε τέως; Καὶ γὰρ ἐκράτησεν ὁ λόγος τότε, καίτοι γε πεπλασμένος ὢν καὶ χρημάτων γενόμενος ὠνητός· ἀλλ' ὅμως ἐκράτησε παρά τισι, μετὰ τὰ σήμαντρα, μετὰ τὴν περιφάνειαν τῆς ἀληθείας τὴν τοσαύτην. Οὐδὲ γὰρ τὸν περὶ τῆς ἀναστάσεως ᾔδεσαν λόγον τὸ πλῆθος ὅπου γε οὐδὲ αὐτοὶ οἱ μαθηταὶ ἠπίσταντο. «Οὐδὲ γὰρ ᾔδεσαν, φησί, τότε ὅτι δεῖ αὐτὸν ἐκ νεκρῶν ἀναστῆναι.» Πόσους τοίνυν οἴει κατὰ τὰς ἡμέρας ἐκείνας σκανδαλισθῆναι; Ἀλλ' ὅμως ὁ μακρόθυμος Θεὸς ἠνείχετο τῇ οἰκείᾳ σοφίᾳ καὶ ἀπορρήτῳ πάντα οἰκονομῶν. 7.5 Εἶτα μετὰ τὰς ἡμέρας ἐκείνας, πάλιν κρυπτόμενοι, λανθάνοντες, φυγαδευόμενοι οἱ μαθηταί, δεδοικότες, τρέμοντες, τόπον ἐκ τόπου συνεχῶς ἀμείβοντες, οὕτως ἐλάνθανον, καὶ μετὰ πεντήκοντα ἡμέρας ἀρξάμενοι φαίνεσθαι καὶ σημείων ἅπτεσθαι, οὐδὲ οὕτως ἀδείας ἀπήλαυσαν. Ἀλλὰ καὶ μετ' ἐκεῖνα, μυρία σκάνδαλα μαστιζομένων αὐτῶν ἐγίνετο ἐν τοῖς ἀσθενεστέροις, τῆς Ἐκκλησίας ταραττομένης, αὐτῶν ἐλαυνομένων, τῶν ἐχθρῶν κρατούντων πολλαχοῦ καὶ θορυβούντων. Ὅτε γὰρ τὴν πολλὴν ἀπὸ τῶν σημείων ἐκτήσαντο παρρησίαν, τότε πάλιν ἡ Στεφάνου τελευτὴ διωγμὸν χαλεπὸν εἰργάσατο καὶ πάντας διέσπειρε καὶ τὴν Ἐκκλησίαν ἐν θορύβῳ κατέστησε· καὶ πάλιν ἐν φόβῳ τὰ τῶν μαθητῶν, καὶ πάλιν ἐν φυγῇ, καὶ πάλιν ἐν ἀγωνίᾳ. Καὶ οὕτω διαπαντὸς τὰ τῆς Ἐκκλησίας ηὔξετο, ὅτε ἤνθει διὰ τῶν σημείων, ὅτε φαιδρὰ ἐκ προοιμίων ἐφαίνετο. Καὶ ὁ μὲν διὰ θυρίδος ἐχαλᾶτο καὶ οὕτως ἐξέφυγε τοῦ ἄρχοντος τὰς χεῖρας· τοὺς δὲ ἄγγελος ἐξέβαλε καὶ οὕτως τῶν ἁλύσεων ἀπήλλαττε· τοὺς δὲ ἀγοραῖοι καὶ χειροτέχναι ὑποδεχόμενοι παρὰ τῶν ἐν δυναστείαις ἐλαυνομένους πάντα ἐθεράπευον τρόπον, πορφυροπώλιδες γυναῖκες καὶ σκηνορράφοι καὶ σκυτοδέψαι πρὸς αὐτὰς οἰκοῦντες τὰς ἐσχατιὰς τῶν πόλεων, παρ' αἰγιαλὸν καὶ θάλασσαν. Πολλάκις δὲ οὐδὲ ἐν μέσαις ἐτόλμων φαίνεσθαι ταῖς πόλεσιν· εἰ δὲ καὶ αὐτοὶ ἐτόλμων, ἀλλ' οἱ ξενοδόχοι οὐκ ἐτόλμων. Καὶ οὕτως ὑφαίνετο τὰ πράγματα διὰ πειρασμῶν, οὐ δι' ἀνέσεων, καὶ οἱ πρώην σκανδαλισθέντες μετὰ ταῦτα διωρθοῦντο καὶ οἱ πλανηθέντες ἐπανήγοντο καὶ τὰ κατεσκαμμένα ᾠκοδομεῖτο μειζόνως. ∆ιὰ τοῦτο καὶ Παύλου αἰτήσαντος δι' ἀνέσεως μόνης βαδίζειν τὸ κήρυγμα, ὁ πάνσοφος καὶ εὐμήχανος Θεὸς οὐκ ἠνέσχετο τοῦ μαθητοῦ, ἀλλὰ καὶ πολλάκις παρακαλοῦντος οὐκ ἐπένευσεν, ἀλλ' εἶπεν· «Ἀρκεῖ σοι ἡ χάρις μου· ἡ γὰρ δύναμίς μου ἐν ἀσθενείᾳ τελειοῦται.» Εἰ βούλει τοίνυν καὶ νῦν λογίσασθαι μετὰ τῶν λυπηρῶν τὰ χρηστά, πολλὰ ὄψει γεγενημένα, καὶ εἰ μὴ σημεῖα καὶ θαύματα, ἀλλ' ἐοικότα σημείοις πράγματα, δείγματα τῆς πολλῆς τοῦ Θεοῦ προνοίας καὶ ἀντιλήψεως ἄφατα. Ἀλλ' ἵνα μὴ πάντα μετ' εὐκολίας παρ' ἡμῶν ἀκούῃς, τοῦτό σοι καταλιμπάνω τὸ μέρος, ὥστε μετὰ ἀκριβείας ἀναλέξαι πάντα καὶ παραθεῖναι τοῖς λυπηροῖς καὶ καλὴν ἀσχολουμένη ἀσχολίαν οὕτως ἀπαγαγεῖν σαυτὴν τῆς ἀθυμίας· πολλὴν γὰρ καὶ ἐντεῦθεν δέξῃ τὴν παράκλησιν. Πάντα σου τὸν εὐλογήμενον οἶκον παρ' ἡμῶν πολλὰ προσειπεῖν παρακλήθητι. Ἐρρωμένη, εὐθυμουμένη διατελοίης, δέσποινά μου αἰδεσιμωτάτη καὶ θεοφιλεστάτη. Εἰ βούλει μοι μακρὰ γράφειν, καὶ τοιαῦτα δήλωσόν μοι, μὴ ἀπατῶσα μέντοι με, ὅτι πᾶσαν ἀπέθου τὴν ἀθυμίαν καὶ ἐν ἀνέσει διάγεις. Τοιοῦτον γὰρ τῶν γραμμάτων τούτων τὸ φάρμακον ὡς καὶ εὐθυμίαν σοι ἐμποιῆσαι πολλὴν καὶ ὄψει συνεχῶς ἐπιστέλλοντα. Ἀλλὰ μή μοι γράψῃς πάλιν ὅτι «Παραμυθίαν ἔχω πολλὴν ἐκ τῶν γραμμάτων σου», τοῦτο γὰρ οἶδα κἀγώ, ἀλλ' ὅτι τοσαύτην ὅσην ἐγὼ βούλομαι, ὅτι οὐ συγχέῃ, ὅτι οὐ δακρύεις, ἀλλ' ἐν