9
62.310.10 δῆς· τοῦτο γὰρ δείκνυσι τὸ, Ἔγνωτε. Ἀλλὰ δεῖ τι καὶ ἐπιγνῶναι. Εἰς τὸ περιπατῆσαι ὑμᾶς ἀξίως τοῦ Κυρίου. Ἐνταῦθα περὶ βίου καὶ τῶν ἔργων φησί· καὶ γὰρ καὶ τοῦτο πανταχοῦ ποιεῖ· ἀεὶ τῇ πίστει συζεύγνυσι τὴν πολιτείαν. Εἰς πᾶσαν ἀρέσκειαν. Πῶς δὲ, Πᾶσαν ἀρέσκειαν; Ἐν παντὶ ἔργῳ ἀγαθῷ καρποφοροῦντες, καὶ αὐξανόμενοι ἐν τῇ ἐπιγνώσει τοῦ Θεοῦ. Ὥσπερ, φησὶν, ἀθρόως ὑμῖν ἑαυτὸν ἀπεκάλυψε, καὶ ὥσπερ τηλικαύτην ἐλάβετε γνῶσιν, οὕτω καὶ πολιτείαν ἀξίαν ἐπιδείξασθε τῆς πίστεως· μεγάλης γὰρ αὕτη δεῖται πολιτείας, καὶ πολλῷ μείζονος, ἢ ἡ παλαιά. Ὁ γὰρ τὸν Θεὸν εἰδὼς, καὶ τοῦ Θεοῦ δοῦλος εἶναι καταξιωθεὶς, μᾶλλον δὲ καὶ υἱὸς, ὅρα ὅσης δεῖται ἀρετῆς. Ἐν πάσῃ δυνάμει δυναμούμενοι. Ἐνταῦθα περὶ τῶν πειρασμῶν καὶ τῶν διωγμῶν φησιν, Εὐχόμεθα ἵνα πληρωθῆτε δυναμούμενοι, ὥστε μὴ ἀκηδιᾶσαι, μηδὲ ἀπογνῶναι. Κατὰ τὸ κράτος τῆς δόξης αὐτοῦ. Ἵνα, φησὶ, τοιαύτην ἀναλάβητε προθυμίαν, οἵα πρέπει τῇ ἰσχύϊ τῆς δόξης αὐτοῦ δοῦναι. Εἰς πᾶσαν ὑπομονὴν καὶ μακροθυμίαν. Ὃ λέγει, τοιοῦτόν ἐστι· Συντόμως εὐχόμεθα, φησὶν, ὥστε ἐνάρετον ὑμᾶς βίον σχεῖν καὶ τῆς πολιτείας ἄξιον, καὶ στῆναι βεβαίως, ὡς εἰκὸς τοὺς ἀπὸ Θεοῦ δυναμωθέντας. ∆ιὰ τοῦτο τέως οὐδέπω ἅπτεται δογμάτων, ἀλλ' ἐν τῷ βίῳ στρέφεται, ἔνθα οὐδὲν εἶχεν ἐγκαλέσαι· καὶ ἐπαινέσας ἐφ' οἷς ἐχρῆν, τότε καθίησιν εἰς κατηγορίαν. Τοῦτο καὶ πανταχοῦ ποιεῖ· ὅταν γὰρ μέλλῃ τισὶ γράφειν, ἔχων μέν τι ἐγκαλεῖν, ἔχων δὲ καί τι ἐπαινέσαι, πρότερον ἐπαινεῖ, καὶ τότε καθίησιν εἰς τὰ ἐγκλήματα. Οἰκειοῦται γὰρ πρότερον τὸν ἀκροατὴν, καὶ τὴν κατηγορίαν ἀπαλλάττει πάσης ὑποψίας, καὶ δείκνυσιν ὅτι αὐτὸς μὲν ἐβούλετο διόλου ἐγκωμιάζειν, ὑπὸ δὲ τῆς ἀνάγκης εἰς τούτους ἐμβιβάζεται τοὺς λόγους. Τοῦτο καὶ ἐν τῇ προτέρᾳ πρὸς Κορινθίους ποιεῖ. Ἐπαινέσας γὰρ αὐτοὺς μυρία ὡς ἀγαπῶντας αὐτὸν, καὶ ἀπὸ τοῦ πεπορνευκότος, τότε εἰς κατηγορίαν καθίησιν. Ἐν δὲ τῇ πρὸς Γαλάτας οὐκέτι, ἀλλὰ τοὐναντίον· μᾶλλον δὲ εἴ τις ἐξετάσειε, κἀκείνη ἐξ ἐπαίνου ἡ κατηγορία. Ἐπειδὴ γὰρ αὐτῶν οὐδὲν εἶχε κατόρθωμα τότε εἰπεῖν, καὶ σφοδρὸν τὸ ἔγκλημα ἦν, καὶ πάντες διεφθάρησαν, καὶ φέρειν ἠδύναντο ἰσχυροὶ ὄντες, ἀπὸ κατηγορίας ἄρχεται λέγων, Θαυμάζω· ὥστε καὶ τοῦτο ἐγκώμιόν ἐστιν. Ὕστερον δὲ αὐτοὺς ἐπαινεῖ, οὐκ ἐπὶ τοῖς παροῦσιν, ἀλλ' ἐπὶ τοῖς παρελθοῦσι, λέγων, ὅτι Εἰ δυνατὸν, τοὺς ὀφθαλμοὺς ὑμῶν ἐξορύξαντες ἂν ἐδώκατέ μοι. βʹ. Καρποφοροῦντες, φησί· τοῦτο περὶ ἔργων ∆υναμούμενοι· περὶ πειρασμῶν τοῦτο. Εἰς πᾶσαν ὑπομονὴν καὶ μακροθυμίαν· μακροθυμίαν πρὸς 62.311 ἀλλήλους, ὑπομονὴν πρὸς τοὺς ἔξω. Μακροθυμεῖ γάρ τις πρὸς ἐκείνους, οὓς δυνατὸν καὶ ἀμύνασθαι, ὑπομένει δὲ οὓς οὐ δύναται ἀμύνασθαι. ∆ιὰ τοῦτο ἐπὶ μὲν Θεοῦ οὐδέποτε ὑπομονὴ λέγεται, μακροθυμία δὲ πολλαχοῦ· καθὼς αὐτὸς οὗτος ὁ μακάριός φησι, γράφων ἀλλαχοῦ· Ἢ τοῦ πλούτου τῆς χρηστότητος αὐτοῦ καὶ τῆς ἀνοχῆς καὶ τῆς μακροθυμίας καταφρονεῖς; Εἰς πᾶσαν. Μὴ νῦν μὲν, μετὰ ταῦτα δὲ μηκέτι. Ἐν πάσῃ, φησὶ, σοφίᾳ καὶ συνέσει πνευματικῇ. Ἄλλως γὰρ οὐκ ἔνι τὸ θέλημα αὐτοῦ ἐπιγνῶναι. Καίτοι γε ᾤοντο τὸ θέλημα αὐτοῦ ἔχειν, ἀλλ' οὐ πνευματικὴ ἦν ἡ σοφία. Εἰς τὸ περιπατῆσαι ὑμᾶς, φησὶν, ἀξίως τοῦ Κυρίου. Τοῦτο γὰρ ὁδὸς γίνεται τῆς ἀρίστης πολιτείας. Ὁ γὰρ τοῦ Θεοῦ τὴν φιλανθρωπίαν καταμαθών· καταμανθάνει δὲ, ἂν ἴδῃ τὸν Υἱὸν ἐκδεδομένον· μείζονα ἕξει προθυμίαν. Καὶ ἄλλως δὲ οὐ τοῦτο εὐχόμεθα μόνον ἵνα μάθητε, ἀλλ' ἵνα καὶ ἐπὶ τῶν ἔργων ἐπιδεικνύησθε· ὁ γὰρ εἰδὼς χωρὶς τοῦ ποιεῖν, καὶ κολάζεσθαι μέλλει. Εἰς τὸ περιπατῆσαι ὑμᾶς, φησί· τουτέστιν, ἀεὶ, οὐχ ἅπαξ, ἀλλὰ διαπαντός. Ὥσπερ τὸ περιπατεῖν ἀναγκαῖον ἡμῖν, οὕτω καὶ τὸ ὀρθῶς βιοῦν. Καὶ ἀεὶ περίπατον τὸ τοιοῦτον καλεῖ, εἰκότως, δεικνὺς ὅτι οὗτος ἡμῖν ὁ βίος ἐστὶν ὁ προκείμενος· ἀλλ' οὐχ ὁ κοσμικὸς τοιοῦτος. Καὶ πολὺ δὲ τὸ ἐγκώμιον. Περιπατῆσαι ὑμᾶς, φησὶν, ἀξίως τοῦ Κυρίου, καὶ, Ἐν