9
περιτρέπηται καὶ κινδυνεύῃ, τότε ἐστὶν ἡ πολλὴ τῆς ὑπομονῆς καὶ τῆς εὐγνωμοσύνης ἐπίδειξις. ∆ιὰ δὴ τοῦτο καὶ ὁ Ἰὼβ ἐντεῦθεν ἐστεφανοῦτο, καὶ τὸ ἀναίσχυντον τοῦ διαβόλου στόμα ἐνέφραττε, καὶ ἐδείκνυ σαφῶς, ὅτι οὐδὲ ἡνίκα εὐημερῶν ἦν, διὰ τὰ χρήματα εὐχάριστος ἦν, ἀλλὰ διὰ τὴν πολλὴν περὶ τὸν Θεὸν ἀγάπην. Ὅρα δὲ καὶ ἐπὶ τίσιν εὐχαριστεῖ· οὐκ ἐπὶ τοῖς γηΐνοις καὶ ἀπολλυμένοις, οἷον ἐπὶ ἀρχῇ καὶ δυναστείᾳ καὶ δόξῃ (ταῦτα γὰρ οὐδενὸς ἄξια λόγου), ἀλλ' ἐπὶ τοῖς ὄντως ἀγαθοῖς, τῇ πίστει καὶ τῇ παῤῥησίᾳ· καὶ μεθ' ὅσης εὐχαριστεῖ διαθέσεως· οὐ γὰρ εἶπε, Τῷ Θεῷ, ἀλλὰ, Τῷ Θεῷ μου· ὃ καὶ οἱ προφῆται ποιοῦσι· τὸ κοινὸν ἰδιοποιούμενοι. Καὶ τί θαυμαστὸν, εἰ οἱ προφῆται; Αὐτὸς γὰρ αὐτὸ συνεχῶς ὁ Θεὸς φαίνεται ποιῶν ἐπὶ τῶν δούλων, Θεὸν Ἀβραὰμ, καὶ Ἰσαὰκ, καὶ Ἰακὼβ ἰδιαζόντωςλέγων ἑαυτόν. Ὅτι ἡ πίστις ὑμῶν καταγγέλλεται ἐν ὅλῳ τῷ κόσμῳ. Τί οὖν; πᾶσα ἡ γῆ τὴν πίστιν ἤκουσε τῶν Ῥωμαίων; Πᾶσα ἐξ ἐκείνου· καὶ οὐδὲν ἀπεικός· οὐ γὰρ ἄσημος ἡ πόλις ἦν, ἀλλ' ὥσπερ ἐπί τινος κορυφῆς κειμένη, διὰ πάντα κατάδηλος ἦν. Σὺ δέ μοι σκόπει τοῦ κηρύγματος τὴν δύναμιν, πῶς ἐν χρόνῳ βραχεῖ διὰ τελωνῶν καὶ ἁλιέων αὐτῆς τῆς τῶν πόλεων ἐπελάβετο κορυφῆς, καὶ ἄνδρες Σύροι Ῥωμαίων ἐγένοντο διδάσκαλοι καὶ καθηγηταί. ∆ύο τοίνυν αὐτοῖς μαρτυρεῖ κατορθώματα· καὶ ὅτι ἐπίστευον, καὶ ὅτι μετὰ παῤῥησίας ἐπίστευον, καὶ τοσαύτης ὡς πᾶσαν τὴν γῆν καταλαβεῖν τὴν ὑπὲρ αὐτῶν φήμην. Ἡ πίστις γὰρ ὑμῶν, φησὶ, καταγγέλλεται ἐν ὅλῳ τῷ κόσμῳ· ἡ πίστις, οὐχ αἱ λογομαχίαι οὐδὲ αἱ συζητήσεις οὐδὲ οἱ συλλογισμοί· καίτοι πολλὰ ἦν ἐκεῖ τὰ κωλύματα τῆς διδασκαλίας. Καὶ γὰρ ἄρτι τῆς οἰκουμένης δεξάμενοι τὴν ἀρχὴν μέγα ἐφρόνουν, καὶ πλούτῳ καὶ τρυφῇ συνέζων, καὶ τὸ κήρυγμα ἁλιεῖς ἐκόμιζον, Ἰουδαῖοι καὶ ἐξ Ἰουδαίων, ἔθνους μεμισημένου καὶ παρὰ πᾶσι βδελυκτοῦ, καὶ τὸν ἐσταυρωμένον προσκυνεῖν ἐκελεύοντο, τὸν ἐν Ἰουδαίᾳ τραφέντα· καὶ μετὰ τοῦ δόγματος καὶ βίον αὐστηρὸν κατήγγελλον οἱ διδάσκαλοι ἀνθρώποις τρυφᾷν μεμελετηκόσι, καὶ πρὸς τὰ παρόντα ἐπτοημένοις. Καὶ οἱ καταγγέλλοντες ἦσαν πένητες καὶ ἰδιῶται, ἀγεννεῖς καὶ ἐξ ἀγεννῶν. Ἀλλ' οὐδὲν τούτων τοῦ λόγου τὸν δρόμον ἐκώλυσε· τοσαύτη τοῦ σταυρωθέντος ἡ δύναμις ἦν, ὡς πανταχοῦ περιάγειν τὸν λόγον. Καταγγέλλεται γὰρ, φησὶν, ἐν ὅλῳ τῷ κόσμῳ. Καὶ οὐκ εἶπε, ∆ηλοῦται, 60.402 ἀλλὰ, Καταγγέλλεται, ὡς πάντων ἐν στόμασιν αὐτοὺς ἐχόντων. Θεσσαλονικεῦσι μὲν οὖν τοῦτο μαρτυρῶν, καὶ ἕτερον προστίθησιν· εἰπὼν γὰρ, Ἀφ' ὑμῶν ἐξήχηται ὁ λόγος τοῦ Θεοῦ, ἐπήγαγεν, Ὥστε μὴ χρείαν ἔχειν ἡμᾶς λαλεῖν τι. Οἱ γὰρ μαθηταὶ ἐν τάξει διδασκάλων κατέστησαν, διὰ τῆς παῤῥησίας αὐτῶν πάντας παιδεύοντες, καὶ πρὸς ἑαυτοὺς ἐφελκόμενοι. Οὐ γὰρ ἵστατό που τὸ κήρυγμα, ἀλλὰ πυρὸς σφοδρότερον πᾶσαν ἐπῄει τὴν οἰκουμένην. Ἐνταῦθα δὲ τοσοῦτον μόνον, ὅτι Καταγγέλλεται. Καλῶς εἶπεν, ὅτι Καταγγέλλεται, δεικνὺς ὅτι οὐδὲν ἔδει προσθεῖναι τοῖς εἰρημένοις οὐδὲ ἀφελεῖν· ἀγγέλου γὰρ τοῦτο ἔργον ἐστὶ, τὸ μόνα τὰ λεγόμενα διακομίζειν. ∆ιὰ τοῦτο καὶ ὁ ἱερεὺς ἄγγελος καλεῖται, ὅτι οὐ τὰ ἑαυτοῦ, ἀλλὰ τὰ τοῦ πέμποντος ἀναγγέλλει. Καίτοι γε Πέτρος ἐκήρυξεν ἐκεῖ, ἀλλὰ καὶ τὰ ἐκείνου ἑαυτοῦ ἡγεῖται· οὕτως, ὅπερ ἔφθην εἰπὼν, μεθ' ὑπερβολῆς ἁπάσης βασκανίας ἦν καθαρός. Μάρτυς γάρ μού ἐστιν ὁ Θεὸς, ᾧ λατρεύω ἐν τῷ πνεύματί μου, ἐν τῷ Εὐαγγελίῳ τοῦ Υἱοῦ αὐτοῦ. βʹ. Ἀποστολικῶν σπλάγχνων τὰ ῥήματα, πατρικῆς κηδεμονίας ἡ ἀπόφασις. Τί δέ ἐστιν ὅ φησι, καὶ τίνος ἕνεκεν τὸν Θεὸν μάρτυρα καλεῖ; Περὶ διαθέσεως ὁ λόγος ἦν αὐτῷ. Ἐπεὶ οὖν οὐδέπω ἦν αὐτοὺς ἑωρακὼς, διά τοι τοῦτο ἀνθρώπων μὲν οὐδένα, τὸν δὲ ἐμβατεύοντα ταῖς καρδίαις, τοῦτον ἐκάλεσε μάρτυρα. Ἐπειδὴ γὰρ ἔλεγεν, ὅτι Ἀγαπῶ ὑμᾶς, καὶ σημεῖον ἐποιεῖτο τὸ διηνεκῶς εὔχεσθαι, καὶ τὸ βούλεσθαι ἐλθεῖν πρὸς αὐτοὺς, καὶ οὐδὲ τοῦτο δῆλον ἦν, ἐπὶ τὴν ἀξιόπιστον καταφεύγει μαρτυρίαν. Ἆρα δυνήσεταί τις ἡμῶν καυχήσασθαι, ὅτι μέμνηται ἐπὶ τῆς οἰκίας εὐχόμενος τοῦ τῆς Ἐκκλησίας πληρώματος; Οὐκ οἶμαι. Ἀλλ' ὁ Παῦλος οὐχ ὑπὲρ πόλεως μιᾶς, ἀλλ' ὑπὲρ