1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

10

τῆς οἰκουμένης ἁπάσης προσῄει τῷ Θεῷ, καὶ τοῦτο οὐχ ἅπαξ οὐδὲ δεύτερον οὐδὲ τρίτον, ἀλλὰ διηνεκῶς. Εἰ δὲ τὸ διηνεκῶς ἐν μνήμῃ τινὰ περιφέρειν, οὐκ ἂν γένοιτο, εἰ μὴ ἀπὸ ἀγάπης πολλῆς· τὸ ἐν εὐχαῖς ἔχειν καὶ ἀδιαλείπτως ἔχειν, ἐννόησον πόσης ἐστὶ διαθέσεως καὶ φιλίας. Ὅταν δὲ εἴπῃ, Ὧ λατρεύω ἐν τῷ πνεύματί μου, ἐν τῷ Εὐαγγελίῳ τοῦ Υἱοῦ αὐτοῦ, ὁμοῦ μὲν τὴν τοῦ Θεοῦ χάριν, ὁμοῦ δὲ τὴν αὐτοῦ ταπεινοφροσύνην ἐνδείκνυται ἡμῖν· τὴν μὲν τοῦ Θεοῦ χάριν, ὅτι τοσοῦτον αὐτῷ πρᾶγμα ἐπέτρεψε, τὴν δὲ αὑτοῦ ταπεινοφροσύνην, ὅτι οὐχὶ τῇ ἑαυτοῦ σπουδῇ, ἀλλὰ τῇ τοῦ Πνεύματος βοηθείᾳ τὸ πᾶν λογίζεται. Ἡ δὲ τοῦ Εὐαγγελίου προσθήκη τὸ εἶδος δηλοῖ τῆς διακονίας. Καὶ γὰρ πολλοὶ τῆς διακονίας οἱ τρόποι καὶ διάφοροι, καὶ τῆς λατρείας δὲ ὡσαύτως. Καθάπερ γὰρ ἐπὶ τῶν βασιλέων πάντες μέν εἰσιν ὑφ' ἑνὶ τεταγμένοι τῷ βασιλεύοντι, διακονοῦνται δὲ οὐ πάντες τὰ αὐτὰ, ἀλλὰ τῷ μέν ἐστιν ἡ διακονία ἐν τῷ στρατοπέδων ἄρχειν, τῷ δὲ ἐν τῷ πόλεις οἰκονομεῖν, ἑτέρῳ πάλιν ἐν τῷ φυλάττειν τὰ ἐν τοῖς ταμιείοις χρήματα· οὕτω καὶ ἐπὶ τῶν πνευματικῶν, ὁ μὲν λατρεύει τῷ Θεῷ καὶ δουλεύει ἐν τῷ πιστεύειν καὶ τὸν βίον τὸν ἑαυτοῦ καλῶς οἰκονομεῖν, ὁ δὲ ἐν τῷ ξένων θεραπείαν ἀναδέχεσθαι, ὁ δὲ ἐν τῷ τὴν προστασίαν τῶν δεομένων μεταχειρίζεσθαι· καθάπερ καὶ ἐπὶ τῶν ἀποστόλων αὐτῶν οἱ περὶ τὸν Στέφανον ἐν τῇ τῶν χηρῶν προστασίᾳ ἐδούλευον τῷ Θεῷ, ἄλλος ἐν τῇ τοῦ λόγου διδασκαλίᾳ, ὧν καὶ ὁ Παῦλος ἦν, ἐν 60.403 τῷ τὸ κήρυγμα εὐαγγελίζεσθαι λατρεύων· καὶ οὗτος ἦν ὁ τῆς δουλείας αὐτοῦ τρόπος· τοῦτο γὰρ ἦν ἐπιτεταγμένος. ∆ιὰ τοῦτο οὐ μάρτυρα καλεῖ τὸν Θεὸν μόνον, ἀλλὰ καὶ ὅπερ ἐνεπιστεύθη λέγει, δεικνὺς ὅτι οὐκ ἂν τηλικαῦτα ἐγχειρισθεὶς, τὸν ἐμπιστεύσαντα μάρτυρα ἐπὶ ψευδέσιν ἐκάλει. Μετὰ δὲ τούτου κἀκεῖνο δεῖξαι βούλεται, τὴν ἀγάπην τὴν ὑπὲρ αὐτῶν, καὶ τὴν φροντίδα ἀναγκαίαν οὖσαν. Ἵνα γὰρ μὴ λέγωσι, Σὺ τίς ὢν καὶ πόθεν, πόλιν οὕτω μεγάλην καὶ βασιλικωτάτην μεριμνᾷν φής; δείκνυσιν ἀναγκαίαν οὖσαν αὐτῷ τὴν τοιαύτην φροντίδα, εἴ γε αὐτῷ τῆς δουλείας οὗτος ὁ τρόπος ἐπιτέτακται, τὸ καταγγέλλειν τὸ Εὐαγγέλιον. Ὁ γὰρ τοῦτο ἐγκεχειρισμένος ἀνάγκην ἔχει τοὺς μέλλοντας ὑποδέχεσθαι τὸν λόγον διαπαντὸς ἔχειν ἐπὶ τῆς διανοίας. ∆ηλοῖ δὲ καὶ ἕτερον πρὸς τούτοις εἰπὼν, Ἐν τῷ πνεύματί μου· ὅτι πολὺ καὶ τῆς Ἑλληνικῆς καὶ τῆς Ἰουδαϊκῆς λατρείας ἀνωτέρα αὕτη. Ἡ μὲν γὰρ Ἑλληνικὴ, καὶ πεπλανημένη καὶ σαρκική· ἡ δὲ Ἰουδαϊκὴ, ἀληθὴς μὲν, σαρκικὴ δὲ καὶ αὐτή· ἡ δὲ τῆς Ἐκκλησίας, τῆς μὲν Ἑλληνικῆς ἐναντία, τῆς δὲ Ἰουδαϊκῆς ὑψηλοτέρα πολλῷ τῷ μέτρῳ. Οὐ γὰρ διὰ προβάτων καὶ μόσχων καὶ καπνοῦ καὶ κνίσσης ὁ τῆς ἡμετέρας λατρείας τρόπος, ἀλλὰ διὰ ψυχῆς πνευματικῆς· ὅπερ καὶ ὁ Χριστὸς δηλῶν ἔλεγε· Πνεῦμα ὁ Θεὸς, καὶ τοὺς προσκυνοῦντας αὐτὸν, ἐν πνεύματι καὶ ἀληθείᾳ δεῖ προσκυνεῖν. Ἐν τῷ Εὐαγγελίῳ τοῦ Υἱοῦ αὐτοῦ. Ἀνωτέρω εἰπὼν τὸ Εὐαγγέλιον τοῦ Πατρὸς εἶναι, ἐνταῦθα τοῦ Υἱοῦ αὐτό φησιν· οὕτως ἀδιάφορον καὶ Πατρὸς καὶ Υἱοῦ λέγειν. Καὶ γὰρ ἔμαθε παρὰ τῆς μακαρίας ἐκείνης φωνῆς, ὅτι τὰ τοῦ Πατρὸς τοῦ Υἱοῦ, καὶ τὰ τοῦ Υἱοῦ τοῦ Πατρός· Πάντα γὰρ, φησὶ, τὰ ἐμὰ σά ἐστι, καὶ τὰ σὰ ἐμά. Ὡς ἀδιαλείπτως μνείαν ὑμῶν ποιοῦμαι ἐπὶ τῶν προσευχῶν μου. Τοῦτο γνησίας ἀγάπης. Καὶ δοκεῖ μὲν ἕν τι λέγειν, τέσσαρα δὲ τίθησιν ἐνταῦθα, καὶ ὅτι μέμνηται, καὶ ὅτι ἀδιαλείπτως, καὶ ὅτι ἐν εὐχαῖς, καὶ ὅτι ὑπὲρ μεγάλων πραγμάτων. ∆εόμενος, εἴ πως ᾔδη ποτὲ εὐοδωθήσομαι ἐν τῷ θελήματι τοῦ Θεοῦ ἐλθεῖν πρὸς ὑμᾶς. Ἐπιποθῶ γὰρ ἰδεῖν ὑμᾶς. Ὁρᾷς καὶ ὠδίνοντα αὐτοὺς ἰδεῖν, καὶ οὐκ ἀνεχόμενον παρὰ τὸ τῷ Θεῷ δοκοῦν ἰδεῖν, ἀλλὰ κεκερασμένον φόβῳ Θεοῦ τὸν πόθον ἔχοντα; Ἐφίλει μὲν γὰρ αὐτοὺς, καὶ ἠπείγετο πρὸς αὐτούς· οὐ μὴν, ἐπειδὴ ἐφίλει, παρὰ τὸ τῷ Θεῷ δοκοῦν ἐβούλετο ἰδεῖν. Αὕτη ἡ γνησία ἀγάπη, οὐχ ὡς ἡμεῖς οἱ ἀμφοτέρωθεν τῶν νόμων τῆς ἀγάπης ἐκπίπτοντες. Ἢ γὰρ οὐδένα φιλοῦμεν, ἢ ἐπειδὰν φιλήσωμέν ποτε, παρὰ τὸ τῷ Θεῷ δοκοῦν φιλοῦμεν, ἀμφότερα παρὰ τὸν θεῖον ποιοῦντες νόμον. Εἰ δὲ φορτικὰ ταῦτα λεγόμενα, φορτικώτερα γιγνόμενα, γʹ. Καὶ πῶς παρὰ τὸ τῷ Θεῷ δοκοῦν φιλοῦμεν,