1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

10

Λέων τῆς βασιλείας ζʹ ἐπ' ἔτεσι καὶ μησὶ εʹ κατὰ θεοῦ ὑψίστου ἐμμανῶς αὐχησάμενος. 2.t ΒΑΣΙΛΕΙΩΝ Β ΠΕΡΙ ΤΟΥ ΕΞ ΑΜΟΡΙΟΥ ΜΙΧΑΗΛ 2.1 Ὁ δὲ Μιχαὴλ ἐν ἔτει ϛτκθʹ, ἰνδικτιῶνος ιδʹ, παρ' ἐλπίδα ἐξ εἱρκτῆς αὐτοκράτωρ, ὢ τοῦ θαύματος, ἀνηγόρευται, τῷ τε βασιλικῷ θρόνῳ καθίδρυται ἔτι ταῖς σιδηροπέδαις ἐπιδεσμούμενος· ᾧ προσίασι πάντες οἱ ἐντυχόντες καὶ τὸ σέβας προσκυνητὸν ἀπονέμουσιν. παμπόλλης οὖν ὥρας παρῳχηκυίας καὶ τῆς κλειδὸς ἀπούσης μὴ τούτων ἀνεπτυγμένων, Ἰωάννης ὁ ἐκ γένους Ἐξαβουλίων καὶ τοῦ δρόμου τοὺς λόγους τηνικαῦτα τιθεὶς τοῖς παροῦσι ταύτην ἐμυστολέκτει τεταμιεῦσθαι ἐσθῆτι τῇ ἐνδοτάτω τοῦ φονευθέντος, δι' ἧς αἱ πέδαι ἀποδεδέσμηνται. ἑβδόμης δὲ ὥρας διατελούσης ἄπεισι Μιχαὴλ βασιλεὺς τῷ μεγίστῳ ναῷ συνάμα τοῖς δεδρακόσι τὸ τόλμημα, τῆς θείας τελεταρχίας ἀξιωθῆναι, μηδ' ὅλως μήτε τῷ δήμῳ δειματωθεὶς μήτε τῷ δείματι τοῦ θεοῦ κατερυθριάσας, ἀλλὰ τεθαρρηκὼς μάλιστα ἐπί τε τοῖς λοιποῖς συναντήμασι καὶ προρρήσεσιν, ἔτι δὲ καὶ τοῖς προαναπεφωνημένοις Ἀθιγγάνου παρά τινος μάντεως, ὃς τῷ τηνικαῦτα στρατηλάτῃ τοῦ τῶν Ἀνατολικῶν θέματος πεῖραν δεδωκὼς πολλῶν ἀποβάσεων διετράνου τὸν Μιχαὴλ καί τινα ἕτερον τῶν δευτέρων διαδηματοφορήσειν, σαφῶς ἀπομαντευόμενος. ἀμέλει τούτους ὁ στρατηγέτης διὰ μερίμνης εἶχεν πολλῆς, ὅπως νυμφίους ταῖς ἑαυτοῦ θυγατράσιν ἁρμόσαιτο. ἐξείχετο οὖν τοῦ τοιούτου σκοποῦ, καί ποτε τοῦ τὴν ἐπιστασίαν ἔχοντος τῶν εἰς τράπεζαν κεκλημένων, ὃν ἀτρικλίνην φημίζουσιν, κατὰ τὸ ἔθος εἰσιόντος αὐτῷ καὶ τὴν γραφὴν ἐμφανίζοντος, ἀπείπατο τῶν πολλῶν τῆς συνεστιάσεως, ἐκείνους δὲ μόνους τῆς τραπέζης καταξιῶσαι. ταύτης γοῦν διευ τρεπισθείσης καὶ τῶν αὐτοῦ θυγατέρων συνεδριασασῶν, προστάττει τούτοις ὁμοταγεῖς γενέσθαι αὐτάς. οἱ δὲ τῇ ἀπροσδοκήτῳ θαμβηθέντες τιμῇ τῆς κατακλίσεως ἀπαναίνονται· ὁ δὲ διακείμενος ἐπαχθέστερον κατηνάγκαζεν, καὶ τελευταῖον πείθει κατακλιθῆναι. διαχύσεως δὲ γεγονυίας, ἅτε κατεμφορηθέντων αὐτῶν, ἐπιδίδωσι τούτοις τὰς θυγατέρας εἰς γαμετάς. οἱ δὲ κατιλιγγιάσαντες τοῦ προστάγματος πρὸς μὲν μικρὸν δυσανασχετοῦσιν ἐν τούτῳ τὸ παρ' ἀξίαν αὐτῶν λογιζόμενοι, καὶ μάλιστα Μιχαὴλ διὰ τὸ ἐκ πενεστάτων προῆχθαι καὶ τὴν τύχην ἀνεπιφάντων, ἀλλ' ὅμως πειθαρχοῦσιν ἐγκελευόμενοι. 2.2 Ἀκηκοὼς δέ, ὥς φασιν, ὁ Θωμᾶς τὸν Μιχαὴλ βασιλεύσαντα, ταχέως κατ' αὐτοῦ νεωτερισμὸν πολυάνθρωπον ἐντυρεύεται. ἀνέκαθεν γὰρ ἀλλήλοις ἀντιπεπονθότως διΐσταντο· καὶ ὁ μὲν Μιχαὴλ παρὰ παντὸς τοῦ τῶν Ἀνατολικῶν στρατεύματος ἐτύγχανεν στυγητός, οὐχ ἧττον δὲ καὶ ἐπίμωμος ἀπό τε τῆς πατρίδος αὐτοῦ Ἀθιγγάνων πληθὺν ἐκτρεφούσης, ὡς ἔοικεν, καὶ διὰ τὸ τῆς γλώττης ἐλάττωμα καὶ τὸ μὴ ἱκανῶς ἔχειν τισὶν πρὸς ἀνδρείαν νομίζεσθαι, ὁ δὲ Θωμᾶς πᾶσι φιλοστοργούμενος διά τε τὸ ἀνδρειόφρον οὐκ ἔλαττον καὶ ἀστεῖον καὶ εὐπροσήγορον, καὶ τῶν βελτίστων οὐκ ἐλαττούμενος Λέοντος, εἰ καὶ σκυθίζων τῷ γένει, πρὸς δὲ καὶ γηραιὸς ὤν, τὸν πόδα πεπήρωτο. οὗτος οὖν κατασχὼν τοὺς τῶν δημοσίων φόρων πάντας ἀπαιτητὰς ἐγγράφως τὰς νενομισμένας ἀπεκληροῦτο εἰσπράξεις, ἐξ ὧν διανομὰς ἐν λαοῖς ποιησάμενος στρατηγεσίας κατὰ τοῦ Μιχαὴλ ἐγκρατῶς διατίθησιν. οὐδεὶς δὲ τῶν ἐξ ἀνατολῆς ὡρμημένων ἀπελιμπάνετο, οὐδὲ τῆς ἑσπέρας αὐτῆς, οὐ τῶν ἐξ ἐθνῶν ἐπηλύδων, οὐκ αὐτοχθόνων, οὐ γειτονούντων, οὐ τῆς δουλικῆς μοίρας ὅσον παρῆν μισοδέσποτον, οὐχ ὁλοκλήρων ἐθνῶν, κατὰ διαφόρους καιροὺς οἳ οὐκ αὐτῷ προσερρύησαν καὶ συνείποντο, οἱ μὲν κατὰ γῆν, οἱ δὲ κατὰ θάλασσαν, νέῳ Ζέρξῃ κἂν ἐν ὁμοπίστοις ἀναφανέντι, ὡς ἐντεῦθεν καὶ πάντα τὰ θέματα σὺν τοῖς στρατηγοῖς σπένδεσθαι τούτῳ συνέβαινεν, Ὀλβιανοῦ μόνου, τοῦ τῶν Ἀρμενιακῶν στρατηγοῦντος, τούτους περινοίαις ἐπιπειθεῖς ἄγοντος, καὶ Κατάκυλα τοῦ Ὀψικίου τῷ βασιλεῖ Μιχαήλ γε προσκει μένων. καὶ τοσοῦτον ἐπολυπλασίαζε τὸ πλῆθος κατὰ τῶν ὁμοφύλων, ὥστε καὶ τοὺς Σαρακηνοὺς ἐπ' ἀδείας λαβέσθαι καιροῦ πάσας νήσους καὶ χώρας καταληΐζεσθαι καὶ καθέξειν ὅλως