1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

11

εὐδόκησεν ἡ ψυχή μου. Θήσω τὸ Πνεῦμά μου ἐπ' αὐτόν.» Ἀνόμ. Εἰ καὶ ὁ Υἱὸς ἐκ τῆς ὑποστάσεως, καὶ τὸ Πνεῦμα ἐκ τῆς ὑποστάσεως, εἰσὶν ἀδελφοί; Ὀρθ. Μὴ γένοιτο! οὐδεὶς τοῦτο λέγει. Πῶς γὰρ μονογενὴς ὁ Υἱὸς, εἰ δύο εἰσὶν ἀδελφοί· Ἀνόμ. Πῶς οὖν καὶ ὁ Υἱὸς ἐκ τῆς ὑποστάσεως καὶ τὸ Πνεῦμα, καὶ οὐ δύο 28.1148 ἀδελφοί; Ὀρθ. ∆ιὰ τοῦτο ὁ Υἱὸς οὐ μόνον ἐκ τῆς ὑποστάσεως, ἀλλὰ καὶ ἐκ γαστρὸς εἴρηται· καὶ τὸ Πνεῦμα οὐ μόνον ἐκ τῆς ὑποστάσεως, ἀλλὰ καὶ Πνεῦμα στόματος εἴρηται· ἵνα ἡ διαφορὰ μὴ κατὰ τὸν ἐκ τῆς ὑποστάσεως λόγον γένηται, ἀλλὰ κατὰ τὸν ἐκ γαστρὸς καὶ στόματος. Ἀνόμ. Ἄλλο οὖν στόμα, καὶ ἄλλο γαστὴρ, καὶ ἄλλο ὑπόστασις, Ὀρθ. Οὐκ ἄλλο καὶ ἀλλὸ, ὡς πρᾶγμα, ὡς τριτώνυμόν τι. Ἀνόμ. Ἀλλ' ὡς τί; Ὀρθ. Ὡς ἄλλτι σημαινούσης τῆς ὑποστάσεως, καὶ ἄλλο τῆς γαστρὸς, καὶ ἄλλο τοῦ στόματος. Ἀνόμ. Τί σημαίνει ἡ ὑπόστασις, καὶ τί τὸ στόμα, καὶ τί ἡ γαστήρ; Ὀρθ. Ἡ ὑπόστασις τὸ εἶναι σημαίνει· ἡ γαστὴρ τὸ γεννη τικόν· τὸ στόμα τὸ διδακτικόν. Πῶς δὲ γεννᾷ τὸν Υἱὸν ὁ Θεὸς, οὐ πολυπραγμονῶ· καὶ πῶς ἐκπέμπει τὸ Πνεῦμα, ὁμοίως οὐ πολυπραγμονῶ· ἀλλὰ πιστεύω, ὅτι καὶ ὁ Υἱὸς γεννᾶται ἀῤῥήτως καὶ ἀπαθῶς, καὶ τὸ Πνεῦμα ἐκπορεύεται ἀῤῥήτως καὶ ἀπαθῶς. Ἀνόμ. Ἔνθα στόμα, καὶ γαστὴρ, καὶ ὑπόστασις, τί ἄλλο ἐστὶν ἢ σύνθεσιν εἰπεῖν; Ὀρθ. Σύνθεσιν οὐ ποιοῦσι τὰ ὀνόματα· οὐδὲ γὰρ πάντως ἐπὶ μελῶν λέγονται. Ἀνόμ. Τὸ στόμα οὐκ ἔστι στόμα; καὶ ἡ γαστὴρ οὐκ ἔστι γαστήρ; Ὀρθ. Οὐ πᾶν στόμα τὸ αὐτὸ στόμα, οὐδὲ πᾶσα γαστὴρ ἡ αὐτὴ γαστήρ· οὐδὲ γὰρ πᾶν στόμα ἐστὶ μέλος, οὐδὲ πᾶσα γαστὴρ πάντως ἐστὶ μέλος. Ἀνόμ. Καὶ πῶς δύναται στόμα μὴ εἶναι στό μα, καὶ γαστὴρ μὴ εἶναι γαστήρ; Ὀρθ. Ἡ Γραφὴ πολλαχοῦ στόμα μαχαίρας ὠνόμασε· καὶ οὐδεὶς οὕτω μέμηνεν, ὥστε λέγειν μέλος ἔχειν τὴν μάχαιραν, ὃ καλεῖται στόμα· ἀλλὰ αὐτὸ τὸ ἀναλωτικὸν τῆς μα χαίρας στόμα ὠνόμασε· καὶ, ἐκ ποίας δὲ γαστρὸς ἐκπορεύεται κρύσταλλος, εἰποῦσα, οὐ σωματικὴν γαστέρα ἐπιζητεῖ· καὶ πρόσωπον πυρὸς εἰποῦσα, οὐκ ἀνθρωποειδὲς λέγει τὸ πῦρ, καὶ τὸ μὲν αὐτοῦ μέλος εἶναι πρόσωπον, τὸ δὲ πῦρ· καὶ πρόσωπον γῆς εἰποῦσα, οὐκ ἀνθρωποειδῆ λέγει τὴν γῆν. Ἀνόμ. Ποῦ γὰρ εἴρηται πρόσωπον ἔχειν τὴν γῆν; Ὀρθ. «Ἔσται ὁ φεύγων, ὡς ὁ φεύγων ἀπὸ προσώπου πυρὸς,» παρὰ τῷ προφήτῃ γέγραπται. Καὶ ἐν τῇ Γενέσει ὁ Κάϊν λέγει· «Εἰ ἐκβάλλῃς με σήμερον ἀπὸ προσώπου τῆς γῆς, καὶ ἀπὸ τοῦ προσώπου σου κρυβήσομαι.» Ἀνόμ. Ἀλλ' ὅταν ἐπὶ ζώων λέγηται ταῦτα τὰ ὀνόματα, μέλη σημαίνουσιν· ἐπὶ δὲ τῶν ἀναισθήτων καταχρηστικῶς. Ὀρθ. Οὐ δοκεῖ σοι ἡ ψυχὴ ζῶον εἶναι; Ἀνόμ. Καὶ πάνυ. Καὶ γὰρ καὶ ἄγγελος ζῶόν ἐστι, καὶ πάντα τὰ πνεύματα· διὰ γὰρ τοῦτο καὶ τὰ σεραφὶμ ζῶα λέγονται καὶ, «Ὁ Θεὸς, ἐν μέσῳ δύο ζώων γνωσθήσῃ,» γέγραπται. Ὀρθ. Ἐὰν οὖν λέγῃ ὁ Θεός· «Ἄνοιξον τὸ στόμα σου, καὶ πληρώσω αὐτὸ,» ποῖον λέγει στόμα; Ἐὰν δὲ ὁ ∆αβὶδ ἐν τῷ ριηʹ ψαλμῷ· «Τὸ στόμα μου ἤνοιξα, εἵλκυσα Πνεῦμα, ὅτι 28.1149 τὰς ἐντολάς σου ᾑρετισάμην,» ποῖον λέγει στόμα; Ἐὰν δὲ λέγῃ ὁ Ἰώβ· «Ἀληθινὸν δὲ στόμα ἐμπλήσειγέλωτος,» ποῖον λέγει στόμα; Ποίῳ δὲ στόματι ἐβόα Μωσῆς ἀκούων· «Τί βοᾷς πρὸς μέ;» Τίς δὲ οὐκ οἶδεν, ὅτι καὶ σιωπώντων ἀκούει ὁ Θεὸς, στεναγμοῖς ἀλαλήτοις βοώντων; Ποίαν δὲ γαστέρα ὁ προφήτης λέγει· «Ἀπὸ τοῦ φόβου σου, Κύριε, ἐν γαστρὶ ἐλά βομεν, καὶ ὠδινήσαμεν, καὶ ἐτέκομεν πνεῦμα σωτη ρίας ἐπὶ τῆς γῆς;» Ὥσπερ οὖν ἡ ψυχὴ καὶ γαστέρα ἔχειν λέγεται, καὶ στόμα, καὶ ὀφθαλμοὺς, καὶ ὦτα, καὶ πάντα τὰ ἄλλα μέλη τοῦ σώματος, καὶ οὐ σύγκειται ἐκ μελῶν· οὕτως, ὅταν ἀκούσῃς ἐπὶ Θεοῦ, τοῦ ἀληθῶς ἀσωμάτου, στόμα ἢ γαστέρα, μὴ σύνθεσιν νόει, ἀλλὰ γαστέρα τὸ γεννητικὸν, στόμα τὸ διδακτικὸν, ὀφθαλμοὺς τὸ κατανοητικὸν, ὦτα τὸ ἀκουστικόν. Καὶ διὰ τοῦτο ἐκ γαστρὸς εἴρηται ὁ Υἱὸς, ἐπειδὴ γεγέννηται· καὶ διὰ τοῦτο Πνεῦμα στόματος τὸ Πνεῦμα, ἐπειδὴ διδακτικόν. Καὶ ὥσπερ οὐ λέγεις γεννητὸν τὸ Πνεῦμα, ἵνα μὴ δύο υἱοὺς εἴπῃς· οὕτως μὴ λέγε αὐτὸ γενητὸν, ἵνα μὴ ἓν τῶν γενητῶν εἴπῃς, καὶ ἀναγκασθῇς καὶ δοῦλον εἰπεῖν διὰ τὸν εἰρηκότα Προφήτην,