1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

11

τὸ δὲ ἀσύνθετον λύσιν οὐκ ἐπιδέχεται· ἀλλὰ παρα μένει μὲν <ἐν> τῷ μερισμῷ τοῦ συνθέτου ἡ ἀσύνθετος φύσις 3,1.154 καὶ τῆς ψυχῆς τοῦ σώματος ἀποχωρούσης οὐθετέρου χωρί ζεται. τεκμήριον δὲ ἡ ἐνέργεια, καθὼς εἴρηται, ἐπὶ μὲν τοῦ σώματος τὴν ἀφθαρσίαν, ἐπὶ δὲ τῆς ψυχῆς τὴν ἐν παραδείσῳ διαγωγὴν ἐνεργήσασα. οὐ μὴν συνδιασχίζεται τῷ χωρισμῷ τούτων ὁ ἁπλοῦς καὶ ἀσύνθετος, ἀλλὰ τὸ ἐναντίον ἓν ἐργά ζεται· τῷ γὰρ καθ' ἑαυτὸν ἀδιαιρέτῳ καὶ τὸ διῃρημένον εἰς ἕνωσιν ἄγει καὶ τοῦτο ἐνδείκνυται ὁ εἰπὼν ὅτι Ὁ θεὸς αὐτὸν ἤγειρεν ἐκ νεκρῶν. οὐ γὰρ ὥσπερ ὁ Λάζαρος ἤ τις ἄλλος τῶν ἀναβεβιωκότων ἀλλοτρίᾳ δυνάμει πρὸς τὸ ζῆν ἐπανά γεται, οὕτως εὐαγὲς καὶ ἐπὶ τῆς τοῦ κυρίου ἀναστάσεως οἴεσθαι. ἀλλ' ὁ μονογενὴς θεὸς αὐτὸς ἀνίστησι τὸν ἀνακρα θέντα ἄνθρωπον αὐτῷ καὶ χωρίσας τοῦ σώματος τὴν ψυχὴν καὶ ἑνώσας πάλιν ἀμφότερα καὶ οὕτως ἡ κοινὴ γίνεται σω τηρία τῆς φύσεως· ὅθεν καὶ ἀρχηγὸς ζωῆς ὀνομάζεται· ἐν γὰρ τῷ ὑπὲρ ἡμῶν ἀποθανόντι καὶ ἐγερθέντι τὸν κόσμον ἑαυτῷ κατήλλαξεν ὁ μονογενὴς θεός, οἷόν τινας δορυαλώτους, ἡμᾶς διὰ τοῦ συγγενοῦς ἡμῶν αἵματος πάντας τοὺς κεκοινω νηκότας αὐτῷ τῆς σαρκὸς καὶ τοῦ αἵματος ἐξωνησάμενος, ὡς πρὸς τοῦτο βλέπειν τὴν ἀποστολικὴν ῥῆσιν, ἥ φησιν ἔχειν ἡμᾶς τὴν ἀπολύτρωσιν διὰ τοῦ αἵματος αὐτοῦ, τὴν ἄφεσιν τῶν ἁμαρτιῶν διὰ τῆς σαρκὸς αὐτοῦ. οὗτος ὁ ἡμέτερος λόγος, ὃν ἐκ τῶν παρατεθέντων τοῦ ἀποστόλου ῥημάτων ἐνοήσαμεν καὶ οὐχ ὡς [Ἀπολινάριος] ἐκεῖνος. δοκιμαζέτω δὲ ὁ κρίνων ἐπεσκεμμένως τὸν εὐσεβέστερον, εἴτε, καθὼς ἡμεῖς φαμεν, ἡ δόξα οἰκονομικῶς κατασκηνοῖ ἐν τῇ γῇ ἡμῶν εἴτε, καθὼς ἐκεῖνός φησιν, οὐχὶ ἐπίκτητος ἐπὶ τῇ εὐεργεσίᾳ γίνεται ἡ σὰρξ τῇ θεότητι, ἀλλὰ συνουσιωμένη καὶ σύμφυτος.

Εἰ δὲ Ζαχαρίας ὁ προφήτης εἰς τούτων ἕτερον τοῖς 3,1.155 αἰνίγμασι φέρεται, οὐδὲν οἶμαι δεῖν ἐξετάζειν τῷ λόγῳ, εἴτε πρὸς τὸν κύριον εἴτε πρὸς ἕτερόν τινα βλέπει τὸ νόημα. λέγει γὰρ ὅτι Ῥομφαία, ἐξεγέρθητι ἐπὶ νομέα μου καὶ ἐπὶ ἄνδρα σύμφυλόν μου. ἡμεῖς μὲν γὰρ ἀπειλητικῶς οἰόμεθα κατὰ τῶν τῇ ἀδικίᾳ πρὸς τὸ ὁμόφυλον κεχρημένων κινεῖν τὴν ῥομφαίαν τὸν λόγον· Ἀπολινάριος δέ φησι κατὰ τοῦ κυρίου τὴν ῥομφαίαν ἐγείρειν διὰ τὴν τοῦ νομέως προσηγορίαν, οὐκ εἰδὼς ὅτι πολλαχῇ τῆς γραφῆς τοὺς εἰς ἀρχὴν τεταγμένους καὶ ποιμένας καὶ νομέας κατονομάζει ὁ λόγος. ὅσα δὲ πάλιν τῆς πρὸς Ἑβραίους ἐπιστολῆς πρὸς τὸν αὐτὸν σκοπὸν ἐπι σύρεται, οὕτως ἔκδηλον τὴν ἐν ταῖς κατασκευαῖς ἀτοπίαν ἔχει, ὡς παντὶ συνιδεῖν ῥᾴδιον, εἰ μικρόν τις μετέχοι φρονή σεως. ἐπειδὴ γὰρ γέγραπται ὅτι Ἐπ' ἐσχάτων τῶν ἡμερῶν ἐν υἱῷ ἐλάλησεν ἡμῖν ὁ θεὸς ὁ πολυμερῶς καὶ πολυτρόπως ἐν τοῖς προφήταις λαλήσας τοῖς πατράσι τὸ πρότερον, ἀπόδειξίς ἐστί, φησί, τοῦ τὸ ἀνθρώπινον τοῦ φανέντος ἡμῖν θεοῦ προαιώνιον εἶναι· φησὶ γὰρ οὕτω κατὰ τὴν λέξιν ἐφερμηνεύων δῆθεν τὸν ἀπόστολον· Ἔστι δὲ ἐν τούτοις καταφανές, ὅτι αὐτὸς ὁ ἄνθρωπος ὁ λαλήσας ἡμῖν τὰ τοῦ πατρὸς θεός ἐστι, ποιητὴς τῶν αἰώνων, ἀπαύγασμα δόξης, χαρακτὴρ τῆς ὑπο στάσεως αὐτοῦ, ἅτε δὴ τῷ ἰδίῳ πνεύματι θεὸς ὢν καὶ οὐ θεὸν ἔχων ἐν ἑαυτῷ ἕτερον παρ' αὐτό, αὐτὸς ὁ δι' ἑαυτοῦ, τουτέστι διὰ τῆς σαρκός, καθαρίσας κόσμον ἁμαρτιῶν. ταῦτά φησιν ὁ Ἀπολινάριος ἐπὶ λέξεως καὶ οὐδὲν παρ' ἡμῶν ἐν τοῖς εἰρημένοις παραπεποίηται. εἰ οὖν ἄνθρωπος ὁ λαλήσας, ποιητής ἐστι τῶν αἰώνων, καθὼς τῷ λογογράφῳ δοκεῖ, καὶ ἡ σάρξ ἐστι τὸ ἀπαύγασμα καὶ ἡ τοῦ δούλου μορφὴ χαρακτηρίζει τοῦ θεοῦ τὴν ὑπόστασιν, οὐκέτι μοι δοκεῖ καλῶς ἔχειν μάχεσθαι πρὸς τὸ εἰρημένον, θρηνεῖν δὲ μᾶλλον τῆς ἀναισθησίας τοὺς 3,1.156 τὴν τοιαύτην παραδεχομένους καινοφωνίαν. ἄνθρωπος ὁ λαλήσας ἡμῖν ἀνθρωπικῶς διὰ τῆς ἡμετέρας φωνῆς, ὁ πτύσας τῷ στόματι καὶ τῇ χειρὶ πηλουργήσας, ὁ ἐμβαλὼν τοὺς δακτύλους ἐν ταῖς τῶν κωφῶν ἀκοαῖς καὶ τῶν ἀρρω στούντων τε καὶ τεθνεώτων ἁπτόμενος καὶ ὕπνῳ καὶ καθέδρᾳ ἀναπαύων τὸν κόπον καὶ δακρύων καὶ ἀδημονῶν καὶ λυπού μενος καὶ πείνας αἴσθησιν ἔχων καὶ