1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

11

φησίν; Ὅταν τὸν μὲν Χριστὸν λιμῷ τηκόμενον περιορῶμεν, παισὶ δὲ καὶ φίλοις καὶ συγγενέσιν ὑπὲρ τὴν χρείαν παρέχωμεν. Μᾶλλον δὲ τί χρὴ περαιτέρω τὸν λόγον προάγειν; Ἐὰν γὰρ τὸ ἑαυτοῦ συνειδὸς ἕκαστος ἐξετάσῃ, ἐπὶ πολλῶν τοῦτο εὑρήσει γινόμενον πραγμάτων. Ἀλλ' οὐχ ὁ μακάριος ἐκεῖνος τοιοῦτος ἦν, ἀλλ' ᾔδει καὶ φιλεῖν, καὶ φιλεῖν ὡς χρὴ, καὶ ὡς προσῆκον ἦν, καὶ πάντας νικῶν τῷ φιλεῖν, οὐχ ὑπερέβαινε τῆς ἀγάπης τὰ μέτρα. Ὅρα γοῦν ἀμφότερα μεθ' ὑπερβολῆς ἐν αὐτῷ βρύοντα, καὶ τὸν τοῦ Θεοῦ φόβον, καὶ τὸν τῶν Ῥωμαίων πόθον. Τὸ μὲν γὰρ διηνεκῶς εὔχεσθαι, καὶ μὴ τυγχάνοντα μὴ ἀφίστασθαι, ἀγάπης σφοδρᾶς ἦν· τὸ δὲ ἀγαπῶντα μένειν τῷ τοῦ Θεοῦ νεύματι εἴκοντα, 60.404 εὐλαβείας ἐπιτεταμένης. Ἀλλαχοῦ μὲν οὖν τρὶς τὸν Κύριον παρακαλέσας οὐ μόνον οὐκ ἔλαβεν, ἀλλὰ καὶ τὸ ἐναντίον, μὴ λαβὼν, χάριν ἔγνω τοῦ παρακουσθῆναι πολλήν· οὕτω πρὸς τὸν Θεὸν ἐν ἅπασιν ἔβλεπεν. Ἐνταῦθα δὲ ἔλαβε μὲν, οὐχ ὅτε δὲ ᾔτησεν, ἀλλὰ βραδέως, καὶ οὐδὲν ἐντεῦθεν ἐδυσχέρανε. Ταῦτα δὲ λέγω, ἵνα μὴ ἀσχάλλωμεν μὴ ἀκουόμενοι, ἢ βραδέως ἀκουόμενοι. Οὐ γάρ ἐσμεν Παύλου βελτίους, ὃς ἐπ' ἀμφοτέροις χάριν ὁμολογεῖ· καὶ μάλα εἰκότως. Ἐπειδὴ γὰρ ἅπαξ ἑαυτὸν ἔδωκε τῇ πάντα κυβερνώσῃ χειρὶ, καὶ μετὰ τοσαύτης ὑποταγῆς ὑπέθηκε, μεθ' ὅσης ὁ πηλὸς τῷ κεραμεῖ, ᾗπερ ἦγεν ὁ Θεὸς, ἠκολούθει. Εἰπὼν τοίνυν, ὅτι ηὔχετο ἰδεῖν αὐτοὺς, λέγει καὶ τὴν αἰτίαν τῆς ἐπιθυμίας. Τίς δέ ἐστιν αὕτη; Ἵνα τι μεταδῶ χάρισμα ὑμῖν πνευματικὸν εἰς τὸ στηριχθῆναι ὑμᾶς. Οὐ γὰρ ἁπλῶς, ὥσπερ πολλοὶ νῦν περιττὰς καὶ ἀνονήτους ἀποδημίας ποιοῦνται, οὕτω καὶ ἐκεῖνος, ἀλλ' ὑπὲρ ἀναγκαίων καὶ σφόδρα κατεπειγόντων· καὶ σαφῶς μὲν λέγειν τοῦτο οὐ βούλεται, αἰνιγματωδῶς δέ. Οὐδὲ γὰρ εἶπεν, Ἵνα διδάξω ὑμᾶς, ἵνα κατηχήσω, ἵνα τὸ λεῖπον ἀναπληρώσω, ἀλλ' Ἵνα τι μεταδῶ, δεικνὺς ὅτι οὐ τὰ αὑτοῦ αὐτοῖς δίδωσιν, ἀλλ' ἅπερ ἔλαβε μετεδίδου. Καὶ ἐνταῦθα δὲ μετριάζει πάλιν εἰπών· Ἵνα τι. Μικρόν τι, φησὶ, καὶ ἐμοὶ σύμμετρον. Καὶ τί ποτέ ἐστι τὸ μικρὸν τοῦτο, οὗ μέλλεις νῦν μεταδιδόναι; Τοῦτο δέ ἐστι, φησὶν, Εἰς τὸ στηριχθῆναι ὑμᾶς. Ἄρα καὶ τοῦτο χάριτος, τὸ μὴ σαλεύεσθαι, ἀλλ' ἑστάναι βεβαίως. Χάριν δὲ ὅταν ἀκούσῃς, μὴ νομίσῃς ἐκβεβλῆσθαι τὸν ἀπὸ τῆς προαιρέσεως μισθόν· χάριν γὰρ εἶπεν, οὐχὶ τὸν ἐκ προαιρέσεως ἀτιμάζων πόνον, ἀλλὰ τὸν ἐξ ἀπονοίας ἀποτεμνόμενος τῦφον. Μὴ τοίνυν ἐπειδὴ Παῦλος αὐτὸ χάρισμα ἐκάλεσεν, ἀναπέσῃς. Οἶδε γὰρ δι' εὐγνωμοσύνην πολλὴν καὶ τὰ κατορθώματα χαρίσματα καλεῖν, διὰ τὸ καὶ ἐν τούτοις πολλῆς ἡμᾶς δεῖσθαι τῆς ἄνωθεν ῥοπῆς. Εἰπὼν δὲ, Εἰς τὸ στηριχθῆναι ὑμᾶς, λανθανόντως ἔδειξε δεομένους πολλῆς διορθώσεως. Ὃ γὰρ βούλεται εἰπεῖν, τοῦτό ἐστιν· Ἐκ πολλοῦ τοῦ χρόνου ἐπεθύμουν καὶ ηὐχόμην ὑμᾶς ἰδεῖν, δι' ἕτερον μὲν οὐδὲν, ἵνα δὲ ὑμᾶς βεβαιώσω, στηρίξω τε καὶ πήξω καλῶς εἰς τὸν τοῦ Θεοῦ φόβον, ὥστε μὴ σαλεύεσθαι διηνεκῶς. Ἀλλ' οὕτω μὲν οὐκ εἶπεν· ἔπληξε γὰρ ἄν· ἑτέρως δὲ ὑφειμένως τὸ αὐτὸ αἰνίττεται· ὅταν γὰρ εἴπῃ, Εἰς τὸ στηριχθῆναι ὑμᾶς, τοῦτο δηλοῖ. Εἶτα ἐπειδὴ καὶ τοῦτο σφόδρα φορτικὸν ἦν, ὅρα πῶς αὐτὸ παραμυθεῖται διὰ τῆς ἐπαγωγῆς. Ἵνα γὰρ μὴ λέγωσι· Τί γάρ; σαλευόμεθα, περιφερόμεθα, καὶ τῆς παρὰ σοῦ δεόμεθα γλώττης εἰς τὸ στῆναι βεβαίως; προλαβὼν ἀναιρεῖ τὴν τοιαύτην ἀντίῤῥησιν, οὕτω λέγων· Τοῦτο δέ ἐστι συμπαρακληθῆναι ἐν ὑμῖν διὰ τῆς ἐν ἀλλήλοις πίστεως, ὑμῶν τε καὶ ἐμοῦ. Ὡς ἂν εἰ ἔλεγε· Μὴ ὑποπτεύσητε, ὅτι κατηγορῶν ὑμῶν εἶπον· οὐ ταύτῃ τῇ γνώμῃ ἐφθεγξάμην τὸ ῥῆμα, ἀλλὰ τί ποτέ ἐστιν, ὅπερ ἠβουλήθην εἰπεῖν; Πολλὰς ὑπεμείνατε θλίψεις, ὑπὸ τῶν διωκόντων περιαντλούμενοι· ἐπεθύμησα τοίνυν ὑμᾶς ἰδεῖν, ἵνα παρακαλέσω, μᾶλλον δὲ οὐχ ἵνα παρακαλέσω μόνον, ἀλλ' ἵνα καὶ αὐτὸς παράκλησιν δέξωμαι. δʹ. Ὅρα σοφίαν διδασκάλου. Εἶπεν, Εἰς τὸ στηριχθῆναι ὑμᾶς· οἶδε βαρὺ καὶ φορτικὸν τὸ εἰρημένον τοῖς μαθηταῖς ὂν, καὶ λέγει, Εἰς τὸ παρακληθῆναι ὑμᾶς. Ἀλλὰ καὶ τοῦτο βαρὺ πάλιν, οὐχ οὕτω μὲν ὡς τὸ πρότερον, 60.405 βαρὺ δὲ ὅμως. Ὑποτέμνεται τοίνυν καὶ τούτου πάλιν τὸ φορτικὸν, λεαίνων πανταχόθεν τὸν λόγον, καὶ ποιῶν