11
Πανεὰς ἐκαλεῖτο· αὕτη ἦν τῆς Ἰσραηλίτιδος γῆς, καὶ μαρτυρεῖ τῶν Βασιλειῶν ἡ ἱστορία· ἀπὸ ∆ὰν καὶ ἕως Βηρσαβεέ· ἀπὸ βοῤῥᾶ δὲ καὶ αὐτὴ, καὶ τὸ ὄρος τὸ Ἐφραῒμ τῆς Ἱερουσαλὴμ διάκειται· ἐκεῖθεν δὲ ὁ Βαβυλώνιος ἐποιήσατο τὴν πορείαν. Καὶ μάρτυς οὗτός τε ὁ προφήτης, καὶ τῶν Βασιλειῶν ἡ τετάρτη· λέγουσι δὲ ὡς τοὺς αἰχμαλώτους εἰς Ῥε βλαθὰ τῆς Ἐμὰθ ἀπήγαγον οἱ τοῦ Ναβουχοδονό σορ. Κώμη δέ ἐστιν ἡ Ῥεβλαθὰ τῆς νῦν καλουμέ νης Ἐμέσης· ὡς εἶναι δῆλον, ὅτι Ἐμὰθ τὴν μεγάλην τὴν Ἔμεσαν λέγει· τὴν δὲ ἄλλην Ἐμὰθ, τὴν Ἐπιφάνειαν· οὕτω γὰρ καὶ μέχρι τοῦ παρόντος τῇ ἐπιχωρίῳ καλεῖται φωνῇ. Ἐπειδὴ τοίνυν ἐκεῖθεν τρέχοντες τὰ λυπηρὰ προσεμένοντο· ιϛʹ, ιζʹ. Ἰδοὺ συστροφαὶ ἔρχονται ἐκ γῆς μα κρόθεν, καὶ ἔδωκαν ἐπὶ τὰς πόλεις Ἰούδα φωνὴν αὐτῶν. Ὡς φυλάσσοντες ἀγρὸν ἐγένοντο ἐπ' αὐ τὴν κυκλόθεν. Καθάπερ γὰρ, φησὶ, οἱ τὰ σπέρματα ἢ τὰς ἀμπέλους φυλάσσοντες, ἀκριβῶς 81.532 ταῦτα φυλάττουσι, καὶ τοὺς ὁδίτας δι' αὐτῶν παρ ιέναι κωλύουσιν· οὕτως οὗτοι τὴν Ἱερουσαλὴμ πο λιορκήσουσι, καὶ οὐδένα διαφυγεῖν συγχωρήσουσι. ∆ιδάσκει δὲ καὶ ὁ προφήτης, καὶ τῶν Βασιλειῶν ἡ τετάρτη, ὡς καὶ τεῖχος περιῳκοδόμησαν κύκλῳ ἀπὸ τετραπόδων λίθων, ὥστε μηδένα διαδράναι τῶν ἐν οικούντων. Ταῦτα δὲ πείσῃ, φησὶν, "Ὅτι ἐμοῦ ἠμέλησας, λέγει Κύριος." ιηʹ. Αἱ ὁδοί σου καὶ τὰ ἐπιτηδεύματά σου ἐποίησάν σοι ταῦτα· αὕτη ἡ κακία σου, ὅτι πι κρὰ, ὅτι ἥψατο ἕως τῆς καρδίας σου. Ἄξια ὧν ἐτόλμησας ὑπομενεῖς, καὶ θερίσεις ἃ ἔσπαρκας. Ταῦτα προειπὼν ὁ προφήτης ὑπὲρ ἐκείνων ὀδυνᾶται, καὶ ἀποδύρεται, καὶ λέγει τὴν κοιλίαν ἠλγηκέναι, καὶ τὰ τῆς καρδίας αἰσθητήρια· καὶ μιμεῖται μητέρα σπαρασσομένην ἐπὶ τέκνων ὀλέθρῳ. ιθʹ, κʹ. Μαιμάσσει γὰρ, φησὶν, ἡ ψυχή μου, σπα ράσσεται ἡ καρδία μου, οὐ σιωπήσομαι· ὅτι φωνὴν σάλπιγγος ἤκουσεν ἡ ψυχή μου, κραυ γὴν πολέμου. Καὶ ταλαιπωρίαν, καὶ συντριμ μὸν ἐπικαλεῖται. Ταῦτα γὰρ ἡ σάλπιγξ σημαί νει, ταῦτα προδηλοῖ τὰ κακά· λέγει δὲ καὶ τὴν γῆν ταλαιπωρῆσαι, καὶ τὴν σκηνὴν διαῤῥαγῆναι, καὶ τὰς δέῤῥεις διασπασθῆναι· διὰ δὲ τούτων τῆς πόλεως αἰνίττεται τὴν κατάλυσιν. Ἐξηγεῖται καὶ τῶν φευ γόντων τὸ πλῆθος, καὶ ἐκ προσώπου τοῦ Θεοῦ φησι· κβʹ. ∆ιότι οἱ ἡγούμενοι τοῦ λαοῦ μου ἐμὲ οὐκ ᾔδεισαν, οἱ υἱοὶ ἄφρονές εἰσι, καὶ οὐ συνετοί. Καὶ ἵνα μὴ νομισθῶσιν ἄξιοι εἶναι συγγνώμης ὡς ἄφρονες, εὐθὺς ἐπήγαγεν· "Σοφοί εἰσι τοῦ κακο ποιῆσαι, τὸ δὲ καλῶς ποιῆσαι οὐκ ἔγνωσαν." Τοῦτο γὰρ δὴ τὸ παγχάλεπον, ὅτι εἰς οὐδὲν ἐχρήσαντο τῇ φρονήσει, καθάπερ οἱ μέθυσοι τῷ οἴνῳ, καὶ τῷ σι δήρῳ οἱ ἀνδροφόνοι. κγʹ-κεʹ. Ἐπέβλεψα εἰς τὴν γῆν, καὶ ἰδοὺ οὐ δέν· καὶ εἰς τὸν οὐρανὸν, καὶ οὐκ ἦν τὰ φῶτα αὐτοῦ. Εἶδον τὰ ὄρη, καὶ ἰδοὺ ἦν τρέμοντα· καὶ πάντας τοὺς βουνοὺς ταρασσομένους. Ἐπ έβλεψα, καὶ ἰδοὺ οὐχ ὑπῆρχεν ἄνθρωπος, καὶ πάντα τὰ πετεινὰ τοῦ οὐρανοῦ ἐπτοεῖτο. Ταῦτα πάσχειν εἰώθασιν οἱ συμφοραῖς περιπίπτοντες· οὔτε γὰρ τὸ φῶς αὐτοῖς φῶς εἶναι δοκεῖ, οὔτε ἡ ἡμέρα ἡμέρα, οὔτε τὰ ἡδέα ἡδέα. Πάντα εἰς τοὐναντίον αὐτοῖς μεταβέβληται. κϛʹ. Εἶδον, καὶ ἰδοὺ ὁ Κάρμηλος ἔρημος, καὶ 81.533 πᾶσαι αἱ πόλεις ἐμπεπρησμέναι πυρὶ ἀπὸ προσ ώπου Κυρίου, καὶ ἀπὸ προσώπου τῆς ὀργῆς αὐτοῦ ἠφανίσθησαν. Εἰκὸς μὲν καὶ αὐτὸν δῃωθῆ ναι τὸν Κάρμηλον, ἐν τῇ τῶν πολεμίων ἐφόδῳ· ἐγὼ δὲ οἶμαι Κάρμηλον ἐνταῦθα τροπικῶς τὴν Ἱερουσαλὴμ ὀνομάζεσθαι, διὰ τὸ πλῆθος τῶν ἐνοικούντων. κζʹ. Τάδε λέγει Κύριος· Ἔρημος ἔσται πᾶσα ἡ γῆ· συντέλειαν δὲ οὐ μὴ ποιήσω. Πᾶσαν τὴν γῆν τὴν Παλαιστίνην λέγει· ὑπισχνεῖται δὲ τὴν ἀνάκλησιν. Εἶτα παρακελεύεται· κηʹ. Ἐπὶ τούτοις πενθείτω ἡ γῆ, συσκοτα σάτω ὁ οὐρανὸς ἄνωθεν, διότι ἐλάλησα. Συν ᾴδει γὰρ ἡ κτίσις τῷ Ποιητῇ. "Παρατέταγμαι, καὶ οὐ μετανοήσω." Τὸ, "Οὐ μετανοήσω," ἀνθρωπίνως τέθεικεν· ἀπαθὲς γὰρ τὸ Θεῖον· ἀντὶ τοῦ, Ἐδοκίμασα τιμωρήσασθαι. "Ὥρμησα, καὶ οὐκ ἀποστρέψω ἀπ' αὐτῆς," τουτέστι, τῆς ὁρμῆς. ∆ιδάσκει δὲ τίς αὕτη· ὅτι διὰ τὸ δέος τῶν τε ἱππέων καὶ