12
ὅτι «Τὰ σύμπαντα δοῦλασά.» Ἀνόμ. Εἶπον καὶ ἐν ἀρχῇ τοῦ λόγου, παρ' ὀλίγον με πείθεις ὁμοουσιαστὴν γενέσθαι. Ὀρθ. Γένοιτό σε εἰπεῖν, Χριστιανὸν γενέσθαι! Γενόμενος γὰρ Χριστιανὸς, ἐπιγνώσῃ, ὅτι ὁμοούσιον δεῖ λέγειν ἀπὸ τῶν θείων Γραφῶν διδαχθείς. Ὅσα γὰρ ἴδιά εἰσι Θεοῦ, ταῦτα κοινὰ Πατρὸς, καὶ Υἱοῦ, καὶ ἁγίου Πνεύματος. Ἀνόμ. Πῶς εἴρηται παρὰ τῷ ἁγίῳ Ἀποστόλῳ, ὅτι μόνῳ Θεῷ ἀδύνατόν ἐστι τὸ ψεύσασθαι; Ὀρθ. Τοῦτο δὲ ἐπὶ Πατρὸς, καὶ Υἱοῦ, καὶ ἁγίου Πνεύ ματος λεχθήσεται. Ὃ γάρ ἐστιν ἴδιον τῆς φύσεως, τοῦτο κοινὸν τῶν ὑποστάσεων. Ἀνόμ. ∆ύναται δὲ ψεύσα σθαι τὰ σεραφίμ; Ὀρθ. Εἰ μὴ δύναται ψεύσασθαι, οὐκέτι μόνος ὁ Θεὸς ἀψευδής ἐστιν. Ἀνόμ. Οὐκ εἶπεν, ὅτι μόνῳ Θεῷ ἀδύνατον τὸ ψεύσασθαι, ἀλλ' ὅτι ἀδύ νατον Θεῷ ψεύσασθαι. Ὀρθ. Πᾶν ὅ τι γενητόν ἐστιν, δύναται ψεύσασθαι· καὶ διὰ τοῦτο καὶ ὁ διάβολος, ἐν μέσῳ τῶν χερουβὶμ ὢν, ἐδυνήθη ψεύσασθαι. Καὶ τοῦτό ἐστι τῶν λογικῶν δυνάμεων ἡ τροπὴ, τὸ ψεύσασθαι. Θεὸς δὲ, ἄτρεπτος ὢν, καὶ ἀψευδής ἐστι· καὶ ὥσπερ μόνος ἄτρεπτός ἐστι, καὶ μόνος ἀθάνατος, καὶ μόνος ἀόρατος, καὶ μόνος ἄφθαρτος, οὕτως καὶ μόνος ἀψευδής· τοῦτο δὲ κοινόν ἐστι Πα τρὸς, καὶ Υἱοῦ, καὶ ἁγίου Πνεύματος. Ἀνόμ. Πῶς οὖν εἴρηται περὶ τοῦ Πνεύματος, ὅτι οὐ λαλήσει ἀφ' ἑαυτοῦ, ἀλλ' ὅσα ἀκούσει, λαλήσει, εἴπερ τῆς αὐτῆς ἐστι φύσεως; Ὀρθ. Τοῦτο γάρ ἐστιν, ὃ δείκνυσι καὶ αὐτὸ ἀψευδὲς εἶναι, καὶ τῆς αὐτῆς φύσεως ὄν. Ἀνόμ. Πῶς; Ὀρθ. Ὅτι πᾶν τὸ γενητὸν, ἐὰν ᾖ λογικὸν, ὅτεθέλει, καὶ ἀφ' ἑαυτοῦ λαλεῖ, ἐπειδὴ καὶ ἴδιον ἔχει θέλημα, ὃ κατασιγάζει, ἵνα τὸ τοῦ Θεοῦ θέλημα 28.1152 εἴπῃ. Τὸ δὲ Πνεῦμα οὐχ οὕτως, ἀλλ' ὡς Πνεῦμα Θεοῦ, ταυτὸ θέλημα ἔχει τῷ Θεῷ· καὶ τοῦτό ἐστι τὸ, «Οὐ λαλήσει ἀφ' ἑαυτοῦ.» Καὶ γὰρ καὶ περὶ ἑαυτοῦ ὁ Υἱὸς εἶπεν, ὅτι «Ἀπ' ἐμαυτοῦ ποιῶ οὐδὲν, ἀλλὰ καθὼς ἐδίδαξέ με ὁ Πατὴρ, ταῦτα λαλῶ.» Ἆρα οὖν ὁ Λόγος ὁ τοῦ Θεοῦ, ἡ σοφία ἡ τοῦ Θεοῦ, οὐκ ᾔδει τί λαλήσει; Μὴ γένοιτο τοῦτο ἄνθρωπον Χριστιανὸν λογίσασθαι! ἀλλ' ἵνα γνῶμεν ἡμεῖς τὸ ταυτὸ τῆς φύσεως, καὶ τὸ ἀδιαίρετον τοῦ θελήματος, ταῦτα διδασκόμεθα· εἰ δὲ μὴ, Παῦλος μὲν λέγει· «Περὶ δὲ τῶν παρθένων ἐπι ταγὴν Κυρίου οὐκ ἔχω, γνώμην δὲ δίδωμι ὡς ἠλεη μένος·» ὁ δὲ Υἱὸς ἐντολὴν λαμβάνει, τί εἴπῃ, καὶ τί λαλήσει, καὶ τὸ Πνεῦμα οὐ λαλεῖ ἀφ' ἑαυτοῦ. Ἀνόμ. Οὐκ ἔχει οὖν ἴδιον θέλημα τὸ Πνεῦμα. Ὀρθ. Ἐναντίον τοῦ Θεοῦ, μὴ γένοιτο! οὐδὲ ποτὲ γὰρ θέλει τὰ τοῦ Θεοῦ, ποτὲ δὲ τὰ ἑαυτοῦ· ἀλλ' εἴ τι θέλει Πνεῦμα τὸ ἅγιον, τοῦτο τοῦ Θεοῦ ἐστι θέλημα· καὶ εἴ τι θέλει ὁ Θεὸς, τοῦτο θέλημά ἐστι τοῦ Πνεύ ματος. Ἀνόμ. Οἱ γὰρ προφῆται, οὐκ εἴ τι θέλει ὁ Θεὸς, θέλουσιν; Ὀρθ. Οὐ πάντοτε· ἔσθ' ὅτε γὰρ καὶ ἀφ' ἑαυτῶν ἐλάλουν. Μωσῆς γὰρ πρῶτος ἔλεγεν· «Ἰσχνόφωνος καὶ βραδύγλωσσος ἐγώ εἰμι, καὶ οὐκ εἰσακούσεταί μου Φαραώ·» καὶ τὸ, «∆έομαί σου, προχείρισαι ἄλλον,» τί σημαίνει ἢ ἄλλο θέλημα ἐν ἑαυτῷ εἶναι, ὃ ἐκόλασεν, ἵνα τὸ τοῦ Θεοῦ ποιήσῃ; Καὶ Ἀαρὼν καὶ Μαρία ἀφ' ἑαυτῶν κινούμενοι ἐγόγγυσαν κατὰ Μωσέως, ὅτε ἐλεπρίασεν ἡ Μαρία, καὶ ὠργίσθη θυμῷ Κύριος. Ἱερεμίας, παραιτούμενος τὴν προφητείαν, ἔλεγε· «Νεώτερός εἰμι ἐγὼ, καὶ οὐ δύναμαι προφητεύειν.» Καὶ ὁ Ἰωνᾶς εἰς τοσοῦτον παρῃτήσατο, ὡς καὶ δόξαι φεύγειν ἀπὸ προσώπου Κυρίου. Καὶ ὁ ∆αβὶδ, τὸ θέλημα τὸ ἑαυτοῦ ποιήσας, καὶ ἀριθμῶν τὸν λαὸν, ἐπιτιμᾶται. Σιωπῶ γὰρ τὰ κατὰ τὸν Οὐρίαν τὸν Χετταῖον. Καὶ πάντα γὰρ τὰ λογικὰ κτίσματα ποτὲ τὰ ἑαυτῶν λαλοῦσι, ποτὲ τὰ τοῦ Θεοῦ· τὸ δὲ Πνεῦμα οὐχ οὕτως· οὐ γὰρ ποτὲ τὰ τοῦ Θεοῦ, καὶ ποτὲ τὰ ἑαυτοῦ· οὐδὲ γάρ ἐστιν ἄλλο τι ἐν αὐτῷ θέλημα, ἐπειδὴ οὐδὲ ἐν τῷ Υἱῷ, ἀλλ' ἕν ἐστι θέλημα Πατρὸς, καὶ Υἱοῦ, καὶ ἁγίου Πνεύμα τος. Καὶ διὰ τοῦτο εἴρηται περὶ τοῦ Πνεύματος· «Οὐ λαλήσει ἀφ' ἑαυτοῦ·» καὶ περὶ τοῦ Υἱοῦ, ὅτι «Ἀπ' ἐμαυτοῦ ποιῶ οὐδὲν, ἀλλὰ καθὼς ἐδίδαξέ με ὁ Πατὴρ, ταῦτα λαλῶ·» οὐκ ἐπειδὴ οὐκ οἶδε λαλῆσαί τι, ἀλλ' ὅτι οὐκ ἄλλο θέλει ὁ Πατὴρ, καὶ ἄλλο θέλει ὁ Υἱὸς, καὶ ἄλλο τὸ Πνεῦμα. Ἀνόμ. Εἰ καὶ μὴ πάντοτε οἱ προφῆται τὰ τοῦ Θεοῦ ἔλεγον, ὡς ἔδειξεν ὁ λόγος, ἀλλ' οἱ ἀπόστολοι οὐδὲ ἐλάλουν ἀφ' ἑαυτῶν, ἀλλὰ