1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

12

τροφὴν προσιέμενος καὶ ὕδωρ αἰτῶν· οὗτος κατ' αὐτὸ τὸ σαρκῶδές τε καὶ ἀνθρώ πειον τῆς τῶν ὄντων προεπινοεῖται συστάσεως καὶ θεὸς ἡ τῆς σαρκὸς φύσις λέγεται, ἡ σύνθετος καὶ στερρὰ καὶ ἀντίτυπος; ἐπιφραξάσθω πᾶσα τῶν εὐσεβῶν ἀκοὴ μηδὲ μολυνθείη τὰ θεῖα καὶ ἀκήρατα δόγματα τοῖς σαρκωδεστέροις πάθεσι παρὰ τῶν ἐξανθρωπιζόντων τὸ θεῖον καθυβριζόμενα. τίς γὰρ οὐκ οἶδεν, ὅτι ὁ φανερωθεὶς ἡμῖν ἐν σαρκὶ θεὸς κατὰ μὲν τὸν λόγον τῆς εὐσεβοῦς παραδόσεως ἄϋλος καὶ ἀφανὴς καὶ ἀσύνθετος καὶ ἦν καὶ ἔστιν ἀόριστος καὶ ἀπερίγραπτος, πανταχοῦ ὢν καὶ διὰ πάσης τῆς κτίσεως διήκων, κατὰ δὲ τὸ φαινόμενον ἐν ἀνθρωπίνῃ περιγραφῇ ἑωρᾶτο; ἀνάγκη γὰρ πᾶσα πᾶν σῶμα ὑπὸ ἐπιφανείας τινὸς περιέχεσθαι. αὐτὴ τοίνυν ἡ ἐπιφάνεια τοῦ ἐν αὐτῇ περιειλημμένου σώματος ὅρος ἐστί· πᾶν δὲ τὸ ὅρῳ περιεχόμενον ὡρισμένῃ τινὶ ποσότητι περι είργεται· τὸ δὲ ὡρισμένον ἀόριστον εἶναι οὐ δύναται. ἀλλὰ μὴν ὁ προφήτης φησὶν ὅτι Τῆς μεγαλωσύνης αὐτοῦ οὐκ ἔστι πέρας. εἰ οὖν ἡ θεία φύσις, καθώς φησιν ὁ λογογράφος, σάρξ ἐστιν, αὕτη δὲ ἀναγκαίως τῷ τῆς ἐπιφανείας περιλαμβάνεται πέρατι, πῶς ἡ τοῦ θεοῦ μεγαλωσύνη κατὰ τὸν προφήτην εἰς ἄπειρον πρόεισιν; ἢ πῶς διὰ τοῦ ὡρισμένου νοεῖται τὸ ἀόριστον, διὰ τοῦ πεπερασμένου τὸ ἄπειρον;

Μᾶλλον δέ, 3,1.157 ὃ καὶ φθάσαντες ἐν τοῖς προλαβοῦσιν εἰρήκαμεν, πῶς ἐκ τοῦ θανάτου τὸ ἰσχυρόν; εἰ γάρ, καθώς φησιν, αὐτὸς ὁ ἄνθρωπος ὁ λαλήσας, ποιητὴς τῶν αἰώνων ἐστίν, αὐτὸς ὁ δι' ἑαυτοῦ, τουτέστι διὰ τῆς σαρκός, καθὼς ὁ Ἀπολινάριος ἑρμηνεύει, τὰ πάντα ποιῶν, ἀσθενὴς δὲ παρ' αὐτῆς τῆς θείας φωνῆς ἡ σὰρξ ὠνομάσθη, οὐδὲν ἕτερον εἰ μὴ τὸ κράτος καὶ τὴν ἰσχὺν καὶ τὴν δύναμιν καὶ ὅσα ὑψηλὰ καὶ θεοπρεπῆ νοήματα ἔκγονα τῆς ἀσθενείας ὁ λογογράφος οἴεται. Καὶ οὔπω τοσοῦτον τοῦτο δεινόν, ἀλλὰ προϊὼν ὁ λόγος διὰ τῆς κατὰ τὸ ἀκόλουθον ἐξετάσεως αὐτῆς ἅπτεται τῆς κατὰ τοῦ πατρὸς βλασφημίας. λέγει γὰρ τὸν ἄνθρωπον εἶναι τῆς τοῦ θεοῦ δόξης ἀπαύγασμα καὶ ἐν τῷ σαρκίνῳ θεῷ, ὃν διὰ τῆς ματαιότητος τῶν λογισμῶν εἰδωλοποιήσας ἀνέπλασε, τὴν τοῦ θεοῦ ὑπόστασιν χαρακτηρίζεσθαι. ὥσπερ τοίνυν συγγενῶς ἔχει πρὸς τὸν ἥλιον ἡ ἀκτὶς καὶ πρὸς τὸν λύχνον τὸ ἐκ τῆς λαμπάδος ἀπαυγαζόμενον φῶς καὶ ὁ τοῦ ἀνθρώπου χαρακτὴρ ἀνθρωπίνην ὑπόστασιν δείκνυσιν, οὕτως πάντως, εἴπερ τὸ ἡμῖν φανὲν παρὰ τῆς δόξης τοῦ πατρὸς ἀπηυγάσθη καὶ ὁ χαρακτὴρ αὐτοῦ τῆς ὑποστάσεως σάρξ ἐστι, σαρκώδης ἐκ τοῦ ἀκολούθου καὶ ἡ τοῦ πατρὸς φύσις κατασκευάζεται. οὐ γὰρ ἂν εἴποι χαρακτηρίζεσθαι μὲν σώματι τὸ ἀσώματον, ἐκ δὲ τοῦ ἀοράτου τὸ ὁρατὸν ἀπαυ γάζεσθαι. ἀλλ' οἵα ἡ δόξα, τοιοῦτον δηλονότι καὶ τὸ ἀπαύ γασμα, καὶ οἷος ὁ χαρακτήρ, τοιαύτη πάντως καὶ ἡ ὑπό στασις, ὥστε εἰ τοῦτο σῶμα, μηδὲ ἐκεῖνο πάντως ἀσώματον οἴεσθαι. ἀλλὰ καὶ τοῦ κατὰ Νίκαιαν μέμνηται δόγματος, ἐν ᾧ τὸ ὁμοούσιον ἡ κοινὴ τῶν πατέρων ἐξεφώνησε σύνοδος. οὐκ ἂν δέ τις εἴποι τι ἑτερογενὲς ὁμοούσιον, ἀλλ' ὧν εἷς καὶ ὁ αὐτός ἐστι τῆς οὐσίας λόγος, τούτοις ἐφαρμόζει πάντως τὸ ὁμοούσιον. εἰ οὖν σάρκινος θεὸς ὁ υἱός, αὐτὸ ὅπερ ἐστὶ τῇ φύσει σὰρξ ὢν κατὰ τὸ προαιώνιον ὄνομα, ὁμοούσιος δὲ τῷ πατρὶ καὶ παρ' αὐτοῦ τοῦ λογογράφου 3,1.158 εἶναι οὐκ ἀμφιβάλλεται, ἐκεῖνα δὲ ἀλλήλοις ἐστὶν ὁμοούσια, τὰ τῷ αὐτῷ λόγῳ τῆς οὐσίας ὑπογραφόμενα, ἄρα καὶ τὴν τοῦ πατρὸς φύσιν ἀνθρωπίνην τινὰ καὶ σαρκικὴν ὁ Ἀπολινάριος ὑποτίθεται, ἵνα σώσῃ ἐπ' ἀμφοτέρων τοῦ ὁμοουσίου τὸ ὄνομα, ὥστε δυοῖν θάτερον, ἢ ἀσώματον τὸν πατέρα λέγων, σαρκίνην δὲ τοῦ υἱοῦ τὴν θεότητα τῷ ἑτεροουσίῳ συνθήσεται, ἢ τὸ κοινὸν τῆς θεότητός τε καὶ τῆς οὐσίας ὁμολογῶν ὁμοίως ἐπὶ πατρός τε καὶ υἱοῦ ἀποσαρκώσει καὶ ἐπὶ πατρὸς τὴν τῆς θεότητος φύσιν. ἀλλ' ὥσπερ διορθούμενος τὴν ἀτοπίαν ταύτην ἐν τοῖς πρὸ τούτου φησί, τοῦ Ζαχαρίου τὴν ῥῆσιν πρὸς τὸ δοκοῦν ἑρμηνεύων ὡς ἐκ προσώπου τοῦ πατρὸς περὶ τοῦ υἱοῦ λέγων, εἰρῆσθαι τὸ σύμφυλον, ὅπερ ἐστὶ συμφυῆ τε καὶ ὁμοούσιον· εἰ μὲν οὖν ὀρθῶς ἢ μὴ τοῦτο ὑπείληφεν, ἑτέρου