12
ἀδέκαστον, τοὺς ποτα μοὺς τοῦ πυρὸς τοὺς πρὸ τοῦ βήματος ἐκείνου συρομένους καὶ σφοδροτάτῃ καχλάζοντας τῇ φλογί, τὰς ἠκονημένας ῥομφαίας, τὰς ἀποτόμους τιμωρίας, τὴν κόλασιν τὴν οὐκ ἔχουσαν τέλος, τὸν ζόφον τὸν ἀφεγγῆ, τὸ σκότος τὸ ἐξώτερον, τὸν σκώληκα τὸν ἰοβόλον, τὰ δεσμὰ τὰ ἄλυτα, τὸν βρυγμὸν τῶν ὀδόντων καὶ τὸν κλαυθμὸν τὸν ἀπαραμύθητον, τὸ θέατρον τῆς οἰκουμένης, μᾶλλον δὲ τὸ θέατρον ἑκατέρας τῆς κτίσεως, τῆς ἄνω, τῆς κάτω. «Καὶ γὰρ αἱ δυνάμεις τῶν οὐρανῶν σαλευθήσονται», φησίν. Εἰ γὰρ καὶ μηδὲν ἑαυταῖς συνίσασι, μηδὲ μέλλουσιν ὑπέχειν εὐθύνας, ἀλλ' ὁρῶσαι τὸ γένος ἅπαν τῶν ἀνθρώπων καὶ τοὺς ἀπείρους δήμους κρινομένους, οὐκ ἀδεῶς ἐκεῖ παρεστήκασι. Τοσοῦτος ὁ φόβος τότε. Ταῦτα τοίνυν ἐννόει καὶ τοὺς ἀφύκτους ἐλέγχους. Οὐδὲ γὰρ κατηγόρων δεῖται ἐκεῖνος ὁ δικαστής, οὐδὲ μαρτύρων, οὐδὲ ἀποδείξεων, οὐδὲ ἐλέγχων, ἀλλὰ πάντα ὡς ἐπράχθη φέρει εἰς μέσον καὶ πρὸ τῶν ὀφθαλμῶν τῶν πεπλημμεληκότων. Τότε οὐδεὶς ὁ παρεσόμενος καὶ ἐξαρπάσων τῆς τιμωρίας, οὐ πατήρ, οὐχ υἱός, οὐ θυγάτηρ, οὐ μήτηρ, οὐκ ἄλλος τις συγγενής, οὐ γείτων, οὐ φίλος, οὐ συνήγορος, οὐ χρημάτων δόσις, οὐ πλούτου περιουσία, οὐ δυναστείας ὄγκος, ἀλλὰ πάντα ταῦτα ὥσπερ κόνις ἐκποδὼν ἐλήλαται, καὶ μόνος ὁ κρινόμενος ἀπὸ τῶν αὐτῷ πεπραγμένων ἢ τὴν ἐλευθεροῦσαν ἢ τὴν καταδικάζουσαν ὑπομένει ψῆφον. Τότε οὐδεὶς ὑπὲρ ὧν ἄλλος ἐπλημμέλησε κρίνεται, ἀλλ' ὑπὲρ ὧν αὐτὸς ἕκαστος ἥμαρτε. Ταῦτα οὖν ἅπαντα συναγαγοῦσα καὶ τὸν φόβον τοῦτον ἐξογκώσασα καὶ ἐπιτειχίσασα τῇ σατανικῇ καὶ ψυχοβλαβεῖ λύπῃ, οὕτως ἐν τῇ πρὸς αὐτὴν στῆθι παρατάξει, καὶ φανεῖσα μόνον, ἀράχνης αὐτὴν εὐκολώτερον διασπάσαι καὶ ἀφανίσαι δυνήσῃ. Αὕτη μὲν γὰρ μετὰ τοῦ μάταιος εἶναι καὶ περιττὴ καὶ ὀλέθριος σφόδρα καὶ βλαβερά· ἐκεῖνος δὲ καὶ ἀναγκαῖος ὁ φόβος καὶ χρήσιμος καὶ ἐπωφελὴς καὶ πολὺ τὸ κέρδος ἔχων. Ἀλλὰ γὰρ ἔλαθον ὑπὸ τῆς τοῦ λόγου ῥύμης παρασυρεὶς καὶ οὐχ ἁρμόζουσάν σοι ταύτην ποιησάμενος τὴν παραίνεσιν· ἐμοὶ μὲν γὰρ καὶ τοῖς κατ' ἐμὲ βεβαπτισμένοις ἁμαρτημάτων πλήθει ἀναγκαῖος οὗτος ὁ λόγος· φοβεῖ γὰρ καὶ διανίστησι· σὲ δὲ ἐν τοσούτοις κατορθώμασι κομῶσαν καὶ αὐτῆς ἤδη τῆς ἁψῖδος τῶν οὐρανῶν ἁψαμένην, οὐδὲ ἁπλῶς νύττειν δύναιτ' ἄν. ∆ιὸ πρὸς ἑτέραν μεταστήσομαι μελῳδίαν πρὸς σὲ διαλεγόμενος καὶ ἑτέραν ἀνακρούσομαι νευράν, ἐπειδή σου οὗτος ὁ φόβος καθικέσθαι οὐ δύναται, πλὴν ὅσον καὶ τῶν ἀγγέλων. Μεταταξώμεθα τοίνυν καὶ δεῦρο καὶ αὐτὴ μετάστηθι μετὰ τοῦ λόγου καὶ ἀναλογίζου τῶν κατορθωμάτων σου τὰς ἀντιδόσεις, τὰ βραβεῖα τὰ λαμπρά, τοὺς φαιδροὺς στεφάνους, τὴν μετὰ τῶν παρθένων χορείαν, τὰς παστάδας τὰς ἱεράς, τὸν νυμφῶνα τῶν οὐρανῶν, τὴν μετὰ τῶν ἀγγέλων λῆξιν, τὴν πρὸς τὸν νύμφιον παρρησίαν καὶ ὁμιλίαν, τὴν θαυμαστὴν δᾳδουχίαν ἐκείνην τὰ ἀγαθὰ τὰ καὶ λόγον καὶ νοῦν ὑπερβαίνοντα. 8.4 Ἀλλὰ μή μου τῶν λόγων ἐπιλάβῃ, εἰ καὶ εἰς τὸν χορὸν τῶν παρθένων σε κατελέξαμεν τῶν ἁγίων ἐκείνων ἐν χηρείᾳ βεβιωκυῖαν. Ἤκουσας γάρ μου πολλάκις καὶ ἰδίᾳ καὶ δημοσίᾳ διαλεγομένου τίς ποτέ ἐστι τῆς παρθενίας ὁ ὅρος, καὶ ὡς οὐκ ἂν κωλυθείης ποτὲ εἰς τὸν ἐκείνων καταλεγῆναι χορόν, μᾶλλον δὲ καὶ ἐκείνας ὑπερβῆναι μετὰ πολλῆς τῆς περιουσίας ἡ πολλὴν ἐν τοῖς ἄλλοις ἐπιδειξαμένη φιλοσο φίαν. ∆ιά τοι τοῦτο ὁ Παῦλος ὅρον παρθενίας τιθεὶς οὐ τὴν ἀπειρόγαμον καὶ ἀπηλλαγμένην συνουσίας ἀνδρὸς παρθένον ἐκάλεσεν, ἀλλὰ τὴν τὰ τοῦ Κυρίου μεριμνῶσαν. Καὶ αὐτὸς δὲ ὁ Χριστὸς δεικνὺς ὅσῳ μείζων παρθενίας ἐλεημοσύνη ἧς τὰ σκῆπτρα κατέχεις αὐτὴ καὶ τὸν στέφανον ἀνεδήσω πάλαι, ἀπ' ἐκείνου μὲν τοῦ χοροῦ τὸ ἥμισυ μέρος ἐξέβαλεν, ἐπειδὴ ταύτης εἰσῆλθον χωρίς, μᾶλλον δὲ ἐπειδὴ δαψιλῶς αὐτὴν οὐκ ἐκέκτηντο· καὶ γὰρ εἶχον ἔλαιον, ἀλλ' οὐκ ἀρκοῦν. Τοὺς δὲ χωρὶς παρθενίας εἰσελθόντας, ἐπειδὴ