1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

12

εὐπαράδεκτον. Οὐ γὰρ ἁπλῶς εἶπε, Παρακληθῆναι, ἀλλὰ, Συμπαρακληθῆναι, καὶ οὐδὲ τούτῳ ἠρκέσθη, ἀλλὰ καὶ ἑτέραν εἰσάγει πλείονα θεραπείαν, εἰπών· ∆ιὰ τῆς ἐν ἀλλήλοις πίστεως, ὑμῶν τε καὶ ἐμοῦ. Βαβαὶ, πόση ἡ ταπεινοφροσύνη! ἔδειξε καὶ ἑαυτὸν ἐκείνων δεόμενον, οὐκ ἐκείνους τούτου μόνον· καὶ τοὺς μαθητὰς ἐν τάξει διδασκάλων ἐκάθισεν, οὐδεμίαν ὑπεροχὴν ἀφεὶς μεῖναι παρ' αὐτῷ, ἀλλὰ πολλὴν τὴν ἰσοτιμίαν ἐπιδειξάμενος. Κοινὸν γάρ ἐστι τὸ κέρδος, φησὶ, καὶ ἐγὼ τῆς παρ' ὑμῶν δέομαι παρακλήσεως, καὶ ὑμεῖς τῆς παρ' ἐμοῦ. Καὶ πῶς τοῦτο γίνεται; ∆ιὰ τῆς ἐν ἀλλήλοις πίστεως, ὑμῶν τε καὶ ἐμοῦ. Καθάπερ γὰρ ἐπὶ πυρὸς ἂν πολλάς τις συναγάγῃ λαμπάδας, λαμπρὰν ἀνάπτει τὴν φλόγα· οὕτω καὶ ἐπὶ τῶν πιστῶν γίνεσθαι πέφυκεν. Ὅταν μὲν γὰρ καθ' ἑαυτοὺς ὦμεν διεσπασμένοι, ἀθυμότεροί πώς ἐσμεν· ὅταν δὲ ἰδόντες ἀλλήλους τοῖς οἰκείοις περιπλακῶμεν μέλεσι, πολλὴν δεχόμεθα τὴν παράκλησιν. Μὴ γάρ μοι τὸν παρόντα καιρὸν ἐξετάσῃς, καθ' ὃν τῇ τοῦ Θεοῦ χάριτι κατὰ κώμην καὶ πόλιν, καὶ ἐν αὐτῇ τῇ ἐρήμῳ πολλὰ τῶν πιστευόντων τὰ τάγματα, καὶ πᾶσα ἀσέβεια ἐξελήλαται, ἀλλ' ἐννόησον κατ' ἐκεῖνον τὸν καιρὸν, ὅσον ἦν ἀγαθὸν καὶ διδάσκαλον ἰδεῖν τοὺς μαθητὰς, καὶ ὑπὸ ἀδελφῶν ἀδελφοὺς ὀφθῆναι ἐξ ἄλλης πόλεως ἐπελθόντας. Ἵνα δὲ καὶ σαφέστερον τὸ λεγόμενον ποιήσω, ἐπὶ ὑποδείγματος τὸν λόγον ἀγάγωμεν. Εἰ γὰρ συμβαίη ποτὲ καὶ γένοιτο, ὃ μὴ γένοιτο, ἀπενεχθέντας εἰς τὴν Περσῶν γῆν ἢ Σκυθῶν ἢ βαρβάρων ἑτέρων διεσπάρθαι κατὰ δύο καὶ τρεῖς ἐν ἐκείναις ταῖς πόλεσιν, εἶτα ἐξαίφνης τινὰ τῶν ἐντεῦθεν ἰδεῖν ἐπελθόντα, ἐννόησον ὅσην ἂν ἐκαρπωσάμεθα τὴν παραμυθίαν. Οὐχ ὁρᾶτε καὶ τοὺς ἐν τοῖς δεσμωτηρίοις ὄντας, εἴ τινα τῶν ἐπιτηδείων ἴδοιεν, ἀνισταμένους καὶ ἐπτερωμένους ὑπὸ τῆς ἡδονῆς; Εἰ δὲ αἰχμαλωσίᾳ καὶ δεσμωτηρίῳ παραβάλλω τοὺς τότε καιροὺς, μὴ θαυμάσῃς· πολὺ γὰρ χαλεπώτερα τούτων ἔπασχον ἐκεῖνοι, διεσπαρμένοι καὶ ἐλαυνόμενοι, καὶ λιμῷ καὶ πολέμοις συζῶντες, καὶ καθημερινοὺς θανάτους τρέμοντες, καὶ ὑποπτεύοντες καὶ φίλους καὶ οἰκείους καὶ συγγενεῖς, καὶ καθάπερ ξένην τὴν οἰκουμένην οἰκοῦντες, μᾶλλον δὲ πολλῷ τῶν ἐν ἀλλοτρίᾳ διατριβόντων χαλεπώτερον. ∆ιά τοι τοῦτό φησιν (Εἰς τὸ στηριχθῆναι ὑμᾶς, καὶ συμπαρακληθῆναι διὰ τῆς ἐν ἀλλήλοις πίστεως. Τοῦτο δὲ ἔλεγεν, οὐχ ὡς αὐτὸς χρῄζων τῆς παρ' ἐκείνων συμμαχίας, ἄπαγε· πῶς γὰρ ὁ τῆς Ἐκκλησίας στῦλος, ὁ σιδήρου καὶ πέτρας στεῤῥότερος, ὁ πνευματικὸς ἀδάμας καὶ μυρίαις ἀρκῶν πόλεσιν); ἀλλ' ἵνα μὴ καταφορικὸν ποιήσῃ τὸν λόγον μηδὲ σφοδρὰν τὴν ἐπιτίμησιν, καὶ αὐτὸς δεῖσθαι τῆς παρακλήσεως ἔλεγε τῆς ἐκείνων. Εἰ δέ τις ἐνταῦθα παράκλησιν καὶ εὐφροσύνην τὴν ἐπὶ τῆς πίστεως αὐτῶν ἐπίδοσιν λέγοι, καὶ ταύτης δεῖσθαι τὸν Παῦλον, οὐκ ἂν οὐδὲ οὕτως ἁμάρτοι τοῦ λόγου. Εἰ οὖν καὶ ἐπιθυμεῖς, φησὶ, καὶ εὔχῃ, καὶ μέλλεις παρακλήσεως ἀπολαύειν, καὶ παρακλήσεως μεταδιδόναι, τί τὸ κωλύον ἐλθεῖν; Ταύτην τοίνυν λύων τὴν ὑπόνοιαν, ἐπήγαγεν· Οὐ θέλω δὲ ὑμᾶς ἀγνοεῖν, ἀδελφοὶ, ὅτι πολλάκις προεθυμήθην ἐλθεῖν πρὸς ὑμᾶς, καὶ ἐκωλύθην ἄχρι τῆς δεῦρο. Ὅρα μέτρα δουλικῆς ὑπακοῆς, καὶ πολλῆς εὐγνωμοσύνης ἀπόδειξιν. Ὅτι μὲν γὰρ ἐκωλύθη, λέγει· διὰ τί δὲ, οὐκέτι. Οὐ γὰρ ἐξετάζει τοῦ ∆εσπότου τὸ πρόσταγμα, 60.406 ἀλλὰ πείθεται μόνον· καίτοι γε εἰκὸς ἦν διαπορῆσαι, τίνος ἕνεκεν πόλιν οὕτω λαμπρὰν καὶ μεγάλην, καὶ πρὸς ἣν ἅπασα ἔβλεπεν ἡ οἰκουμένη, ἐκώλυσεν ὁ Θεὸς ἀπολαῦσαι διδασκάλου τοιούτου, καὶ ἐπὶ χρόνον τοσοῦτον. Ὁ μὲν γὰρ τῆς κρατούσης πόλεως περιγενόμενος, καὶ τοῖς ἀρχομένοις ῥᾳδίως ἐπῄει· ὁ δὲ τὴν βασιλικωτέραν ἀφεὶς, τοῖς δὲ ὑπηκόοις ἐφεδρεύων, τὸ κεφάλαιον εἶχεν ἠμελημένον. Ἀλλ' ὅμως οὐδὲν τούτων περιεργάζεται, ἀλλὰ παραχωρεῖ τῷ τῆς προνοίας ἀκαταλήπτῳ, τό τε ἐμμελὲς ἐπιδεικνύμενος τῆς ἑαυτοῦ ψυχῆς, καὶ παιδεύων πάντας ἡμᾶς μηδέποτε τὸν Θεὸν ἀπαιτεῖν εὐθύνας τῶν γινομένων, κἂν δοκῇ πολλοὺς θορυβεῖν τὰ πραττόμενα. ∆εσπότου μὲν γάρ ἐστι μόνον τὸ ἐπιτάττειν, δούλων δὲ τὸ πείθεσθαι. ∆ιὰ τοῦτο, ὅτι μὲν ἐκωλύθη, λέγει· τίνος δὲ ἕνεκεν, οὐκέτι· Οὐδὲ γὰρ ἐγὼ