1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

12

ἀρχήν, εἰ καὶ χρήματα ἱκανὰ καὶ στρατὸν ἀξιόχρεων δοῖεν πρὸς τὸ ἔργον αὐτῷ. καὶ δὴ τῶν αἰτουμένων τυχὼν ἐκστρατεύει κατὰ Ῥωμαίων εὐθύς, ποιεῖται δὲ καὶ διὰ τὸ μέγεθος τῶν ἐγχειρουμένων υἱὸν ἀνθρώπιόν τι μιξοβάρβαρον εὑρηκώς, μετὰ τῆς ψυχικῆς φαυλότητος καὶ ἀνοίας ἔτι δὲ καὶ δυσμορφίαν σώματος δυστυχοῦν καὶ τἆλλα †τῶν τούτου†· ὃ δὴ καὶ Κωνστάντιον ἐπιτρέπει καλεῖσθαι, ἀπόμοιράν τε τούτῳ Σαρακηνῶν στρατεύματος δοὺς σὺν αὐτῷ εἰς τὰ Ῥωμαίων εἰσβάλλει ἤθη. Λέων δὲ τότε καιροῦ τούτων ἦν βασιλεύς, ὁ Βάρδα μὲν τοῦ πατρικίου υἱός, ἐξ Ἀρμενίων δὲ κατάγων τὸ γένος· οὐ πολυωρίας δὲ ἀξιώσας τὸ ἐπιφυὲν Ῥωμαίοις κακόν, σχεδιάσας δὲ πλῆθος στρατεύματος βραχὺ καὶ καθηγεμόνα στρατιώτην μᾶλλον ἢ στρατηγὸν ἐπιστήσας κατὰ Θωμᾶ ἀποστέλλει. καὶ δὴ τῶν στρατευμάτων ἀμφοτέρων συμπεσόντων ἀλλήλοις κατά τι τῶν ἐν τῇ ἕῳ χωρίων, πταίει μὲν ὁ τοῦ βασιλέως στρατὸς καὶ εἰς φυγὴν τρέπεται· ἐπ' ἀδείας δὲ ὁ ἀποστάτης γενόμενος πάντα πρὸς ἀνίσχοντα ἥλιον ἐπιτρέχει καὶ πρὸς βίαν τὰ ἑαυτοῦ ποιεῖται φρονεῖν. 2.5 Οὐ πολὺ δὲ τὸ ἐν μέσῳ, καὶ Μιχαὴλ Λέοντα φονεύει καὶ τὴν βασιλείαν ἐκδέχεται. ὁ δέ γε στασιάρχης Θωμᾶς, ὡς μὴ ἀρκούσης αὐτῷ τῆς κατὰ γῆν ἐπικρατείας σχεδὸν ἁπάσης, ἤδη τὸ ναυτικὸν ἅπαν τὸ ὑπὸ Ῥωμαίους ὄν, πλὴν τοῦ βασιλικοῦ κληθέντος, ὑποποιεῖται, καὶ ναῦς πλείστας ναυπηγήσας ἑτέρας σίτου τε παραπομποὺς καὶ ἵππων, τὰς δὲ πολεμιστηρίους, ταύτας κατὰ Λέσβον κελεύει μένειν αὐτόν· ὁ δὲ ἅμα μυρίῳ δή τινι στρατῷ καταλαμβάνει τὸν μεταξὺ Σηστοῦ καὶ Ἀβύδου πορθμόν, κατὰ νώτου δὲ λιπὼν ἑαυτοῦ τὸν Ψευδοκωνστάντιον καὶ ποιηθέντα υἱὸν ἅμα μεγίστῃ δυναστείᾳ τῶν προκατειλημμένων αὐτῷ τὰ λοιπὰ καταδραμεῖν ἐπιτρέπει. δαιμόνων δὲ εἰσηγήσεσιν οὗτος καὶ μαντείαις ἠγμένος χρόνου ἡμέραν τοῖς συμπόταις προλέγει, καθ' ὃν τῇ βασιλευούσῃ προσέλθοι πόλει ἐν ἀρρήτῳ δόξῃ τινί· ἤδη δὲ τῆς κυρίας ἐνστάσης αὐτῆς τῷ ὑπὸ τὸν Ὀλβιανὸν περιπίπτει στρατῷ, οὗ πρὸς βραχὺ μὴ ἐνεγκὼν τὴν ὁρμὴν φεύγει τε καὶ εὐθέως ἁλίσκεται. καὶ τὴν κεφαλὴν αὐτοῦ ὁ γενναῖος Ὀλβιανὸς ἐκτεμὼν πέμπει τῷ βασιλεῖ Μιχαήλ· ὁ δὲ τῷ στασιώτῃ ταύτην καὶ ψευδωνύμῳ ἀποστέλλει πατρί. ἀλλ' οὗτος μὲν οὐδέν τι τῆς ἀπονοίας ἠφίετο, ἀλλ' ἅμα τῷ νηΐτῃ Λεσβόθεν ἥκοντι στόλῳ, καὶ αὐτὸς ναυσὶν ἱππαγωγοῖς κεχρημένος, νύκτα διασκοπήσας ἀσέληνον, ἐκ παράλου τοπίου τινός, ὃ δὴ πρὸς τῶν ἐγχωρίων καλεῖται Ὁρκόσιον, πολλαχοῦ περαιοῦται τῆς Θρᾴκης λαθών, εὑρὼν δὴ πάντας Θρᾷκας κατηκόους αὐτῷ, καίτοι τοῦ βασιλέως, ὅτε δὴ φήμῃ περιηγγέλη, ὡς διαβαίνει ναυσὶν ὁ ἀποστάτης τὸν κατὰ τὴν Ἄβυδον τῆς θαλάττης πορθμόν, ἐκστρατεύσαντός τε κατ' αὐτοῦ ὀλιγίστῳ στρατῷ καὶ ἐκ πασῶν πόλεων Θρᾳκικῶν ὡς συμμαχήσουσιν βασιλεῖ πίστεις λαβόντος· ὅμως ταύτας ἁπάσας παρ' οὐδὲν θεμένων αὐτῶν, πολὺς ὁ τύραννος ἐγεγόνει, καὶ τούτων προσρυέντων αὐτῷ. παραχρῆμα ὁ βασιλεὺς πρὸς τὴν πόλιν ὑπονοστεῖ, καὶ ὡς ἐνῆν τὰ κατ' αὐτὴν ἀσφαλέστατα διαθείς, πεζὸν ἅμα καὶ ναυτικὸν συναθροίζει στρατὸν ἐκ τῶν κατ' ἀνατολὴν ἤδη τοῦ ἀποστάτου ὑποχωρήσαντος πρός γε βραχὺν χρόνον τῆς τυραννίδος ἀπηλλαγμένων. ἐνίησι δὲ βασιλεὺς καὶ πῦρ πολεμιστήριον ταῖς ναυσί, καὶ τὴν σιδηρᾶν σχοῖνον ἀπ' ἀκροπόλεως μέχρι τοῦ Πέραθεν φρουρίου διέτεινεν, ὡς ἂν τὸ κατὰ τὴν πόλιν καλούμενον Κέρας μὴ ἐκ τοῦ στόλου τῶν ἀντιπάλων πημαίνοιτο. Γρηγόριον δέ, πάλαι μὲν χρηματίσαντα στρατηγόν, δι' αἰτίας δὲ βασιλεῖ γεγονότα καὶ διὰ τοῦτο εἰς Σκῦρον, μίαν τῶν Κυκλάδων νήσων, φυγαδευθέντα, λαβὼν ὁ ἀποστάτης, ἅτε δὴ προσχωρήσαντα αὐτῷ, χειροτονεῖ στρατεύματος ἡγεμόνα μυρίων ἀνδρῶν, καὶ τοῦτον πρόδρομον αὐτοῦ κατὰ τῆς βασιλευούσης προπέμπει, ἀλλὰ δὴ καὶ στόλον ναυτίλων ἀνδρῶν, ἵνα δὴ ἄμφω κατ<ὰ τ>αὐτὸν ἐν τῇ Κωνσταντίνου γένοιντο πόλει. καὶ δὴ γέγονεν τοῦτο ταχέως, συνελθόντες ἀλλήλοις ἀπό τε γῆς καὶ θαλάττης κατὰ τὰς Βαρβύσου τοῦ ποταμοῦ ἐκβολάς, οὐδὲ τῆς σιδηρέας ἐξαρκεσάσης σειρᾶς κωλῦσαι τὴν τῶν πολεμίων ἔφοδον πλοίων. μετ' οὐ