13
ἀλλ' ἀρχὴ τιμωριῶν ὁ θάνατος ἀπιστούντων ὅτι ἐστὶ κρίσις. Καὶ τίς ἐκεῖθεν ἦλθε, φησὶ, καὶ ταῦτα ἐφθέγξατο; Εἰ μὲν παίζων ταῦτα λέγεις, οὐδὲ οὕτω καλῶς· οὐ γὰρ δεῖ ἐν τοῖς τοιούτοις παίζειν· οὐ γὰρ ἐν παικτοῖς, ἀλλ' ἐπικινδύνως παίζομεν· εἰ δὲ ὄντως οὕτως ἔχων, καὶ οὐκ οἴει εἶναί τι μετὰ ταῦτα, πῶς εἶναι φὴς Χριστιανός; οὐδεὶς γάρ μοι τῶν ἔξω λόγος. ∆ιὰ τί λουτρὸν λαμβάνεις; διὰ τί τῆς ἐκκλησίας ἐπιβαίνεις; μὴ γὰρ ἀρχὰς ὑπισχνούμεθα; πᾶσα ἡμῶν ἐλπὶς ἐν τοῖς μέλλουσι. Τί τοίνυν προσέρχῃ, εἰ οὐ πιστεύεις ταῖς Γραφαῖς, εἰ μὴ πιστεύεις τῷ Χριστῷ; Οὐκ ἂν εἴποιμι τὸν τοιοῦτον Χριστιανὸν, μὴ γένοιτο, ἀλλὰ καὶ Ἑλλήνων χείρω. Κατὰ τί; Κατὰ τοῦτο, ὅτι τὸν Χριστὸν νομίζων εἶναι Θεὸν, οὐ πιστεύεις ὡς Θεῷ. Ἐκείνη μὲν γὰρ ἀκολουθίας ἔχεται ἡ ἀσέβεια· τὸν γὰρ μὴ νομίζοντα εἶναι Θεὸν τὸν Χριστὸν, ἀνάγκη μηδὲ πιστεύειν· αὕτη δὲ ἡ ἀσέβεια οὐδὲ ἀκολουθίαν ἔχει, Θεὸν ὁμολογεῖν, καὶ μὴ νομίζειν ἀξιόπιστον εἶναι ὑπὲρ ὧν ἔφη. Τῆς μέθης ταῦτα τὰ ῥήματα, τῆς τρυφῆς, τῆς σπατάλης· Φάγωμεν καὶ πίωμεν· αὔριον γὰρ ἀποθνήσκομεν. Οὐκ αὔριον, ἀλλ' ὅταν ταῦτα λέγητε, ἤδη τεθνήκατε. Οὐδὲν οὖν τῶν χοίρων διοίσομεν οὐδὲ τῶν ὄνων, εἰπέ μοι; Εἰ γὰρ μήτε κρίσις ἐστὶ, μήτε ἀντίδοσις, μήτε δικαστήριον, τίνος ἕνεκεν τοιούτῳ τετιμήμεθα δώρῳ, τῷ λόγῳ, καὶ πάντα ἔχομεν ὑποτεταγμένα; διὰ τί ἡμεῖς μὲν ἄρχομεν, ἐκεῖνα δὲ ἄρχονται; Ὅρα πῶς πάντοθεν ὁ διάβολος ἐπείγεται ἡμᾶς πεῖσαι ἀγνοῆσαι τὴν δωρεὰν τοῦ Θεοῦ. Τοὺς δούλους ἀναμίγνυσι τοῖς δεσπόταις· καθάπερ τις ἀνδραποδιστὴς καὶ οἰκέτης ἀγνώμων, τὸν ἐλεύθερον εἰς τὴν αὐτὴν βιάζεται τῷ προσκεκρουκότι καταγαγεῖν εὐτέλειαν. Καὶ δοκεῖ μὲν τὴν κρίσιν ἀναιρεῖν, ἀναιρεῖ δὲ τὸ εἶναι Θεόν. Τοιοῦτος γὰρ ἀεὶ ὁ διάβολος, μεθοδείᾳ πάντα, καὶ οὐκ ἐξ εὐθείας προβάλλει, ἵνα φυλαττώμεθα. Εἰ κρίσις οὐκ ἔστιν, οὐκ ἔστι δίκαιος ὁ Θεός· κατὰ ἄνθρωπον λέγω· εἰ δίκαιος οὐκ ἔστιν ὁ Θεὸς, οὐδὲ Θεὸς ἔστιν· εἰ Θεὸς οὐκ ἔστιν, ἁπλῶς ἅπαντα φέρεται, οὐδὲν ἀρετὴ, οὐδὲν κακία. Ἀλλ' οὐδὲν τούτων λέγει φανερῶς. Εἶδες τοῦ σατανικοῦ ἐνθυμήματος τὴν διάνοιαν; πῶς ἐξ ἀνθρώπων ἄλογα βούλεται ποιῆσαι, μᾶλλον δὲ θηρία, μᾶλλον δὲ δαίμονας; Μὴ τοίνυν πειθώμεθα. Ἔστι γὰρ κρίσις, ἄθλιε καὶ ταλαίπωρε. 62.316 Οἶδα πόθεν ἔρχῃ ἐπὶ τούτους τοὺς λόγους· πολλά σοι ἡμάρτηται, προσκέκρουκας, παῤῥησίαν οὐκ ἔχεις, οἴει τοῖς σοῖς λόγοις ἀκολουθεῖν καὶ τὴν τῶν πραγμάτων φύσιν. Τέως μὴ ὀδυνήσω, φησὶ, τὴν ψυχὴν τῇ προσδοκίᾳ τῆς γεέννης· κἂν ᾖ γέεννα, πείσω αὐτὴν ὅτι οὐκ ἔστι· τέως ἐνταῦθα τρυφήσω. ∆ιὰ τί προστιθεῖς ἁμαρτήματα ἁμαρτήμασιν; Ἂν ἁμαρτήσας πιστεύσῃς εἶναι γέενναν, ἀπελεύσῃ τῶν ἁμαρτημάτων μόνον τίνων δίκην· ἂν δὲ καὶ τοῦτο προσθῇς τὸ ἀσέβημα, καὶ τῆς ἀσεβείας καὶ τοῦ λογισμοῦ τούτου δώσεις τὴν ἐσχάτην κόλασιν· καὶ ἡ ἐν βραχεῖ γενομένη σοι παραμυθία ψυχρὰ ἔσται σοι διηνεκοῦς κολάσεως ὑπόθεσις. Ἔστω, ἥμαρτες· τί καὶ τοὺς ἄλλους ἁμαρτάνειν προτρέπεις, λέγων μὴ εἶναι γέενναν; τί ἀπατᾷς τοὺς ἀφελεστέρους; τί τὰς χεῖρας ἐξέλυες τοῦ λαοῦ; Τὸ σὸν μέρος, ἅπαντα ἀνατέτραπται· οὔτε οἱ σπουδαῖοι σπουδαιότεροι ἔσονται, ἀλλὰ ῥᾴθυμοι· οὔτε οἱ κακοὶ ἀποστήσονται τῆς κακίας. Μὴ γὰρ, ἂν ἑτέρους διαφθείρωμεν, συγγνώμην ἔχομεν τῶν ἁμαρτημάτων; Οὐχ ὁρᾷς τὸν διάβολον πῶς ἐπεχείρησε κατενεγκεῖν τὸν Ἀδάμ; ἆρα τούτῳ συγγνώμη γέγονε; Μείζονος μὲν οὖν κολάσεως ἀφορμή. Ἵνα γὰρ μὴ ὑπὲρ τῶν οἰκείων, ἀλλὰ καὶ ὑπὲρ τῶν ἀλλοτρίων ἁμαρτημάτων κολαζώμεθα, πάντα μηχανᾶται. Μὴ νομίζωμεν τοίνυν τὸ ἑτέρους καταφέρειν εἰς τὴν αὐτὴν ἡμῖν ἀπώλειαν, ἡμερώτερον ἡμῖν τὸ δικαστήριον ἐργάζεσθαι· τοῦτο μὲν οὖν χαλεπώτερον αὐτὸ ποιήσει. Τί ὠθοῦμεν ἑαυτοὺς, καὶ ἀπόλλυμεν; Σατανικὸν τοῦτο ὅλον ἐστίν. Ἄνθρωπε, ἥμαρτες; Φιλάνθρωπον ἔχεις τὸν ∆εσπότην· παρακάλει, ἱκέτευε, δάκρυε, στέναζε, καὶ τοὺς ἄλλους φόβει, καὶ ἀξίου μὴ τοῖς αὐτοῖς περιπεσεῖν. Εἴ τις ἐν οἰκίᾳ δοῦλος ὢν τῶν