13
οἶδα, φησί. Μὴ τοίνυν ἐρώτα με Θεοῦ βουλὴν ἢ γνώμην. Οὐδὲ γὰρ ἐρεῖ τὸ πλάσμα τῷ πλάσαντι· Τί με ἐποίησας οὕτω; Τίνος γὰρ ἕνεκεν, εἰπέ μοι, καὶ ζητεῖς μαθεῖν; οὐκ οἶσθα, ὅτι μέλει πάντων αὐτῷ, ὅτι σοφός ἐστιν, ὅτι οὐδὲν ἁπλῶς ἐργάζεται καὶ εἰκῆ; ὅτι τῶν γεγεννηκότων σε μᾶλλον φιλεῖ, καὶ πατρὸς ἐκ πολλοῦ τοῦ περιόντος ὑπερβαίνει φιλοστοργίαν, καὶ μητρὸς κηδεμονίαν; Μηδὲν οὖν πλέον ζήτει, μηδὲ πρόβαινε περαιτέρω· καὶ γὰρ ἀρκεῖ σοι ταῦτα εἰς παραμυθίαν· ἐπεὶ καὶ τότε σοφῶς ᾠκονόμητο τὸ τῶν Ῥωμαίων. Εἰ δὲ τὸν τρόπον ἀγνοεῖς, μὴ δυσχέραινε· τοῦτο γὰρ πίστεως μάλιστα, τὸ καὶ ἀγνοοῦντα τὸν τρόπον τῆς οἰκονομίας, δέχεσθαι τὸν περὶ προνοίας λόγον. εʹ. Κατορθώσας τοίνυν ὅπερ ἐσπούδαζεν ὁ Παῦλος (τί δὲ τοῦτο ἦν; Τὸ δεῖξαι, ὅτι οὐ καταφρονῶν αὐτῶν οὐκ ἤρχετο, ἀλλὰ καὶ σφόδρα ἐπιθυμῶν ἐκωλύετο), καὶ τὸ ἔγκλημα ἀποδυσάμενος τῆς ῥᾳθυμίας, καὶ πείσας ὅτι αὐτῶν οὐχ ἧττον ἐκεῖνος ἰδεῖν αὐτοὺς ἐπεθύμει· πάλιν καὶ δι' ἑτέρων ἐνδείκνυται τὴν ἀγάπην. Οὐδὲ γὰρ, ἐπειδὴ ἐκωλύθην, φησὶν, ἀπέστην τοῦ ἐπιχειρεῖν, ἀλλ' ἀεὶ μὲν ἐπεχείρουν, ἀεὶ δὲ ἐκωλυόμην, οὐδέποτε δὲ ἀφιστάμην, τῷ μὲν θελήματι τοῦ Θεοῦ οὐκ ἀντιπίπτων, τὴν δὲ ἀγάπην τηρῶν. ∆ιὰ μὲν γὰρ τοῦ προτίθεσθαι καὶ μὴ ἀφίστασθαι τὸ φίλτρον ἐπεδείκνυτο· διὰ δὲ τοῦ κωλύεσθαι καὶ μὴ ἀντιτείνειν τὴν περὶ τὸν Θεὸν ἅπασαν ἀγάπην ἐδήλου. Ἵνα τινὰ καρπὸν σχῶ καὶ ἐν ὑμῖν. Καίτοι καὶ ἀνωτέρω τὴν αἰτίαν εἶπε τῆς ἐπιθυμίας, καὶ αὐτῷ πρέπουσαν ἔδειξεν, ἀλλ' ὅμως καὶ ἐνταῦθα αὐτὴν τίθησι, σφοδρῶς ἐκκαθαίρων αὐτῶν τὴν ὑπόνοιαν. Ἐπειδὴ γὰρ περίβλεπτος ἦν ἡ πόλις, καὶ μόνη πανταχοῦ γῆς καὶ θαλάττης τοιαύτη, καὶ ἡ τῆς ἱστορίας αὐτῆς ἐπιθυμία μόνη πολλοῖς ἀποδημίας πρόφασις γέγονεν· ἵνα μὴ καὶ περὶ τοῦ Παύλου τοιοῦτόν τι νομίσωσι, μηδὲ ὑποπτεύσωσιν, ὅτι ἁπλῶς τῇ οἰκειώσει αὐτῶν ἐγκαλλωπιζόμενος ἐπεθύμει τῆς ἐκεῖ παρουσίας, συνεχῶς τίθησι τὴν ὑπόθεσιν τῆς ἐπιθυμίας. Καὶ ἔμπροσθεν μέν φησιν· Ἵνα τι μεταδῶ χάρισμα ὑμῖν πνευματικὸν, ἐπεθύμουν ἰδεῖν· ἐνταῦθα δὲ σαφέστερον· Ἵνα τινὰ καρπὸν σχῶ καὶ ἐν ὑμῖν, καθὼς καὶ ἐν τοῖς λοιποῖς ἔθνεσι. Τοὺς ἄρχοντας μετὰ τῶν ἀρχομένων ἔστησε, καὶ μετὰ τὰ μυρία τρόπαια καὶ τὰς νίκας καὶ τὴν τῶν ὑπάτων περιφάνειαν, μετὰ τῶν βαρβάρων αὐτοὺς τίθησι· καὶ μάλα εἰκότως. Ὅπου γὰρ ἡ τῆς πίστεως εὐγένεια, οὐδεὶς βάρβαρος, οὐδεὶς Ἕλλην, οὐδεὶς ξένος, οὐδεὶς πολίτης, ἀλλ' εἰς μίαν ἅπαντες ἀξιώματος ἀναβαίνουσιν ὑπεροχήν. Ὅρα δὲ αὐτὸν καὶ ἐνταῦθα μετριάζοντα. Οὐ γὰρ 60.407 εἶπεν, Ἵνα διδάξω καὶ κατηχήσω, ἀλλὰ τί; Ἵνα τινὰ καρπὸν σχῶ. Καὶ οὐδὲ ἁπλῶς καρπὸν, ἀλλ' Ἵνα τινὰ καρπόν· πάλιν συστέλλων τὰ καθ' ἑαυτὸν, ὥσπερ ἀνωτέρω εἶπεν· Ἵνα τι μεταδῶ. Εἶτα καὶ αὐτοὺς, ὥσπερ ἔφθην εἰπὼν, καταστέλλων, Καθὼς καὶ ἐν τοῖς λοιποῖς ἔθνεσι, φησίν. Οὐ γὰρ, ἐπειδὴ πλουτεῖτε καὶ τῶν ἄλλων ἔχετε πλέον, ἐλάττονα περὶ τοὺς λοιποὺς σπουδὴν ἐπιδείκνυμι· οὐ γὰρ τοὺς πλουτοῦντας ζητοῦμεν, ἀλλὰ τοὺς πιστούς. Ποῦ νῦν οἱ σοφοὶ τῶν Ἑλλήνων, οἱ τοὺς βαθεῖς πώγωνας ἕλκοντες, καὶ τὰς ἐξωμίδας ἀναβεβλημένοι, καὶ τὰ μεγάλα φυσῶντες; Τὴν Ἑλλάδα, τὴν βάρβαρον πᾶσαν ὁ σκηνοποιὸς ἐπέστρεψεν. Ὁ δὲ παρ' αὐτοῖς ἀγόμενος καὶ περιφερόμενος Πλάτων, τρίτον εἰς Σικελίαν ἐλθὼν μετὰ τοῦ κόμπου τῶν ῥημάτων ἐκείνων, μετὰ τῆς ὑπολήψεως τῆς λαμπρᾶς, οὐδὲ ἑνὸς περιεγένετο τυράννου, ἀλλ' οὕτως ἀθλίως ἀπήλλαξεν, ὡς καὶ αὐτῆς ἐκπεσεῖν τῆς ἐλευθερίας. Ὁ δὲ σκηνοποιὸς οὗτος οὐ Σικελίαν μόνον οὐδὲ Ἰταλίαν, ἀλλὰ πᾶσαν ἐπέδραμε τὴν οἰκουμένην, καὶ οὐδὲ ἐν τῷ κηρύττειν τῆς τέχνης ἀπέστη, ἀλλὰ καὶ τότε δέρματα ἔῤῥαπτε, καὶ ἐργαστηρίου προειστήκει· καὶ οὐδὲ τοῦτο ἐσκανδάλισε τοὺς ἐξ ὑπάτων· καὶ μάλα εἰκότως. Οὐ γὰρ αἱ τέχναι καὶ τὰ ἐπιτηδεύματα, ἀλλὰ τὸ ψεῦδος καὶ τὰ πεπλασμένα δόγματα εὐκαταφρονήτους ποιεῖν εἴωθε τοὺς διδάσκοντας. ∆ιά τοι τοῦτο ἐκείνων μὲν καὶ Ἀθηναῖοι λοιπὸν καταγελῶσι· τούτῳ δὲ καὶ βάρβαροι προσέχουσι καὶ ἀνόητοι καὶ ἰδιῶται. Κοινὸν γὰρ τὸ κήρυγμα πρόκειται πᾶσιν· οὐκ ἀξιώματος οἶδε διαφορὰν, οὐκ ἔθνους ὑπεροχὴν, οὐκ ἄλλο τῶν τοιούτων