1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

13

συντρίψαντας τὸν τοῦ νόμου ζυγόν. ϛʹ. ∆ιὰ τοῦτο ἔπαισεν αὐτοὺς λέων ἐκ τοῦ δρυ μοῦ, καὶ λύκος ἕως τῶν οἰκιῶν ὠλόθρευσεν αὐ 81.537 τοὺς, καὶ πάρδαλις ἐγρηγόρησεν ἐπὶ τὰς πόλεις αὐτῶν. Λέοντα τὸν Ναβουχοδονόσορ καλεῖ, λύκον δὲ, ὡς οἶμαι, Ναβουζαρδᾶν τὸν ἀρχιμάγειρον· ὃς ὕστε ρον ἀποσταλεὶς, καὶ τὴν πόλιν ἐνέπρησε, καὶ τὸν θεῖον νεὼν καὶ τοὺς ὑπολειφθέντας ἐξηνδραπόδισε· πάρδαλιν δὲ ἡγοῦμαι Ἀντίοχον καλεῖσθαι τὸν Ἐπιφανῆ· καὶ γὰρ ὁ θεῖος ∆ανιὴλ τὴν Μακεδονικὴν βα σιλείαν παρδάλει εἶδεν ἀπεικασμένην· ὑπὸ τούτων, φησὶν, ἁπάντων ἐθηρεύθης διὰ τὴν περὶ τὰ εἴδωλα πλάνην. Εἶτα δικαστικῶς· ζʹ. Ποίᾳ τούτων ἵλεως γένωμαί σοι; Λέγει δὲ καὶ τῆς παρανομίας τὰ εἴδη. Οὐ γὰρ μόνον, φη σὶν, ὑμεῖς, καὶ οἱ ὑμέτεροι παῖδες ὄμνυνται κατὰ τῶν οὐκ ὄντων θεῶν, ἀλλὰ καὶ τοὺς ἄλλους ὁρκίζετε· ἐγὼ δὲ ὑμῖν ἀφθονίαν ἀγαθῶν ἐδωρούμην. Τοῦτο γὰρ λέγει, "Καὶ ἐχόρτασα αὐτούς." Πρὸς δὲ τούτοις καὶ ἀλλοτρίους διορύττετε γάμους, ὡς τὴν λαγνείαν ὑμῶν ἵπποις θηλυμανέσιν ἀπεικάζεσθαι. Εἶτα συλλογιστι κῶς· θʹ. Μὴ ἐπὶ τούτοις οὐκ ἐπισκέψομαι; λέγει Κύριος· ἢ ἐν ἔθνει τῷ τοιούτῳ οὐκ ἐκδικήσει ἡ ψυχή μου; Ταῦτά με, φησὶ, παριδεῖν δυνατόν; Καὶ πῶς οἷόν τε παραφθεῖραι τοῦ δικαίου τὴν ψῆφον; Οὗ δὴ χάριν, ταύτην ἐκφέρει, καὶ κελεύει καὶ τὰ τείχη καταλῦσαι, καὶ κατασκάψαι τοὺς προμαχῶνας· κεράννυσι δὲ τὸ δίκαιον ἀγαθότητι. ιʹ. Συντέλειαν γὰρ, φησὶ, μὴ ποιήσετε· ὑπο λείπεσθε τὰ ὑποστηρίγματα αὐτῆς, ὅτι τοῦ Κυρίου ἐστίν. Αἰνίττεται δὲ διὰ τούτων τὴν ἀνά κλησιν, καὶ τὴν δευτέραν οἰκοδομίαν. Προλέγει δὲ τῶν λυπηρῶν τὴν αἰτίαν ὅτι παρανομοῦντες καὶ ἀχάριστοι περὶ τὸν εὐεργέτην γιγνόμενοι ἐθρα σύνοντο, καὶ κρείττους ἔσεσθαι τῶν λυπηρῶν ὑπ ελάμβανον. ιβʹ. Οὐχ ἥξει γὰρ, φησὶν, ἐφ' ἡμᾶς κακὰ, καὶ μάχαιραν καὶ λιμὸν οὐκ ὀψόμεθα. Αἴτιοι γὰρ τούτων ἦσαν οἱ ψευδοπροφῆται· τούτων γὰρ ἐν τοῖς ἐπαγομένοις κατηγορεῖ. ιγʹ. Οἱ προφῆται ὑμῶν ἦσαν εἰς ἄνεμον· καὶ λόγος Κυρίου οὐχ ὑπῆρχεν αὐτοῖς. Τὸ δὲ "εἰς ἄνεμον" τὸ μάταιον καὶ ψευδὲς τῶν λεγομένων δη λοῖ· οὐ γὰρ τοῦ θείου μετέλαχον Πνεύματος. Οὗ δὴ χάριν πρὸς τὸν προφήτην φησὶν, ὅτι Ὁ λόγος, ὃν διὰ τῆς σῆς φθέγγομαι γλώττης, πυρὸς αὐτοὺς δίκην κατανα λώσει· ὑποδείκνυσι δὲ καὶ τῆς τιμωρίας τὸν τρόπον ιεʹ. Ἰδοὺ ἐγὼ ἐπάγω ἐφ' ὑμᾶς ἔθνος πόῤῥωθεν, οἶκος Ἰσραὴλ, λέγει Κύριος, ἔθνος ἀρχαῖόν ἐστι. Τοὺς Ἀσσυρίους λέγει· ἔθνος δὲ αὐτοὺς ἀρ χαῖον καλεῖ, ἐπειδήπερ ἡ τούτων βασιλεία πασῶν ἐστι πρεσβυτάτη· Νεμβρὼθ γὰρ μετὰ τὸν κατα κλυσμὸν πρῶτος αὐτῶν ἐβασίλευσεν. Εἶτα λέγει καὶ τῆς φωνῆς τὸ ἀλλόγλωττον. Καὶ τὴν φαρέτραν ἀπεικάζει τάφῳ ἀνεῳγμένῳ, διὰ τὸ θανατηφόρον 81.540 τῶν βελῶν, καὶ τῆς τοξείας τὸ εὔστοχον. Λέγει δὲ καὶ τῆς γῆς τὴν δῄωσιν, καὶ τῶν οἰκιῶν τὴν πόρθη σιν, καὶ τὴν τῶν ἀνθρώπων σφαγήν. Προλέγει μέν τοι καὶ τὴν τῶν πολεμίων κατάλυσιν, καὶ τὴν τού των ἀνάκλησιν. ιηʹ. Οὐ γὰρ μὴ ποιήσω, φησὶν, ὑμᾶς εἰς συν τέλειαν. Καὶ ἐπειδὴ ἀναλγησίαν ἐνόσουν, καὶ τὰς οἰκείας οὐχ ἑώρων παρανομίας, ἀλλ' ἔλεγον· ιθʹ. Ἕνεκα τίνος ἐποίησεν ἡμῖν Κύριος ὁ Θεὸς ἡμῶν πάντα ταῦτα; κελεύει τῷ προφήτῃ πρὸς αὐτοὺς εἰπεῖν, "Ἀνθ' ὧν ἐγκατελίπετέ με, καὶ ἐδουλεύσατε θεοῖς ἑτέροις ἐν τῇ γῇ ὑμῶν, οὕ τως δουλεύσετε ἀλλοτρίοις ἐν γῇ οὐχ ὑμῶν." ∆ικαία δὲ τῆς τιμωρίας ἡ ψῆφος. Ἐπειδὴ, φησὶ, τὴν ἐμὴν ἠρνήθητε βασιλείαν, ἑτέροις ὑμᾶς παραδώσω δε σπόταις. Ταῦτα αὐτοὺς σπουδαίως ἀκοῦσαι κελεύει, καὶ μωροὺς, καὶ ἀσυνέτους καλεῖ, ἐπειδὴ τοῖς τοῦ σώ ματος αἰσθητηρίοις οὐκ εἰς δέον ἐκέχρηντο. "Ὀφθαλ μοὶ γὰρ αὐτοῖς, φησὶ, καὶ οὐ βλέπουσιν· ὦτα αὐ τοῖς, καὶ οὐκ ἀκούουσι." ∆είκνυσι καὶ αὐτοὺς καὶ ἀψύχων ἀλογωτέρους. Ἡ μὲν γὰρ θάλαττα, φησὶ, φυλάττει τοὺς ὅρους· ἔθηκα δὲ αὐτῇ ὅρους, οὐκ ἀδαμάντινον τεῖχος, ἀλλὰ ψάμμον εὐτελεστάτην· ἀλλ' ὅμως κυκωμένη καὶ ταρασσομένη οὐχ ὑπερβαί νει τοὺς ὅρους, ἀλλὰ τούτοις πελάζουσα εἰς τοὐπίσω χωρεῖ·