14
συναισθή σεως, οὕτως ὁ ἑνωθεὶς ἡμῶν τῇ φύσει οἰκειοῦται τὰ ἡμέτερα πάθη, καθώς φησιν Ἠσαΐας ὅτι αὐτὸς τὰς ἀσθενείας ἡμῶν ἀνέλαβε καὶ τὰς νόσους ἐβάστασε τὴν ὑπὲρ ἡμῶν ὑποστὰς πληγήν, ἵνα τῷ μώλωπι αὐτοῦ ἡμεῖς ἰαθῶμεν· οὐχ ὅτι ἡ θεότης ἐμωλωπίσθη, ἀλλ' ὁ προσφυεὶς διὰ τῆς ἑνώσεως τῇ θεότητι ἄνθρωπος, οὗ ἡ φύσις δεκτικὴ μώλωπος γενέσθαι δύναται· ταῦτα δὲ γίνεται, ὅπως ἂν διὰ τῶν αὐτῶν πάλιν ὁδῶν ἡ τῆς κακίας ὁδὸς ἀναλυθείη. ἐπειδὴ γὰρ διὰ τῆς παρακοῆς τοῦ πρώτου ἀνθρώπου ὁ θάνατος εἰσῆλθε, τούτου χάριν διὰ τῆς ὑπακοῆς τοῦ δευτέρου ἀνθρώπου ἐξοικίζεται. 3,1.161 διὰ τοῦτο ὑπήκοος μέχρι θανάτου γίνεται, ἵνα διὰ μὲν τῆς ὑπακοῆς τὸ ἐκ τῆς παρακοῆς θεραπεύσῃ πλημμέλημα, διὰ δὲ τῆς ἐκ νεκρῶν ἀναστάσεως τὸν συνεισελθόντα τῇ παρακοῇ θάνατον ἐξαφανίσῃ. ἀφανισμὸς γάρ ἐστι θανάτου ἡ ἐκ θανάτου τοῦ ἀνθρώπου ἀνάστασις· ∆ιό, φησί, καὶ ὁ θεὸς αὐτὸν ὑπερύψωσεν. τοῦτο καθάπερ σφραγίς τις τῆς προ λαβούσης διανοίας ἐστίν. δῆλον γάρ, ὅτι τὸ ὕψιστον τοῦ ὑψωθῆναι οὐκ ἐπιδέεται, ἀλλὰ τὸ ταπεινὸν εἰς ὕψος αἴρεται, νῦν γινόμενον ὃ μὴ πρότερον ἦν· ἑνωθεῖσα γὰρ τῷ κυρίῳ ἡ ἀνθρωπίνη φύσις συνεπαίρεται τῇ θεότητι καὶ τὸ ὑψούμενον ἐκεῖνό ἐστι τὸ ἐκ τοῦ ταπεινοῦ ἐπαιρόμενον· ταπεινὸν δὲ ἡ τοῦ δούλου μορφὴ <ἡ> διὰ τῆς ὑψώσεως γινομένη Χριστός τε καὶ κύριος. καὶ ἐπειδὴ ὁ κατὰ Χριστὸν ἄνθρωπος κατὰ τὴν ἀνθρωπίνην ἀκολουθίαν ὀνόματι κατὰ τὸ ἰδιάζον προσηγο ρεύθη διὰ τῆς γενομένης τῇ παρθένῳ παρὰ τοῦ Γαβριὴλ μυσταγωγίας καὶ τὸ ἀνθρώπινον, καθὼς εἴρηται, Ἰησοῦς ὠνομάσθη, ἡ δὲ θεία φύσις ἀπερίληπτός ἐστιν ὀνόματι, ἓν δὲ τὰ δύο διὰ τῆς ἀνακράσεως γέγονε· τούτου χάριν καὶ ὁ θεὸς ἐκ τοῦ ἀνθρωπίνου κατονομάζεται. ἐν γὰρ τῷ ὀνόματι Ἰησοῦ πᾶν γόνυ κάμψει καὶ ὁ ἄνθρωπος ὑπὲρ ὄνομα γίνεται, ὅπερ ἴδιόν ἐστι τῆς θεότητος τῆς δηλωθῆναι μὴ δυναμένης ὑπό τινος ὀνομαστικῆς σημασίας, ἵν' ὥσπερ ἐν τῷ ταπεινῷ τὸ ὑψηλὸν γίνεται, οὕτως ἀντιλάβῃ τὸ ταπεινὸν τὰ ὑψηλὰ ἰδιώματα· ὡς γὰρ διὰ τοῦ ἀνθρώπου ὀνομάζεται ἡ θεότης, οὕτως ὑπὲρ ὄνομα γίνεται τὸ ἐκ τοῦ ταπεινοῦ συνεπαρθὲν τῇ θεότητι· καὶ ὥσπερ ἡ ἀτιμία τῆς δουλικῆς μορφῆς εἰς τὸν θεὸν τὸν ἀνακραθέντα τῷ δούλῳ τὴν ἀναφορὰν ἔχει, οὕτω καὶ ἡ προσκύνησις τῆς θεότητος ἡ παρὰ πάσης 3,1.162 κτίσεως προσαγομένη τῷ ἑνωθέντι πρὸς τὴν θεότητα γίνεται καὶ οὕτως Ἐν τῷ ὀνόματι Ἰησοῦ Χριστοῦ πᾶν γόνυ κάμψει ἐπουρανίων καὶ ἐπιγείων καὶ καταχθονίων καὶ πᾶσα γλῶσσα ἐξομολογήσεται ὅτι Κύριος Ἰησοῦς Χριστὸς εἰς δόξαν θεοῦ πατρός. Ἀμήν.
Ἀλλ' ἔοικεν, οἷον ἐπερυθριῶν αὐτὸς ἑαυτῷ καὶ τῇ ἀτοπίᾳ τῶν εἰρημένων ἐπαισχυνόμενος, ἀνατίθεσθαι τρόπον τινὰ τὰ κατεσκευασμένα καὶ ἐπιγεννηματικὴν τοῦ υἱοῦ τὴν πρὸς τοὺς ἀνθρώπους ὁμοιότητα βούλεσθαι κατασκευάζειν. φησὶ γὰρ Ἰδοὺ τοῦ αὐτοῦ Ἰησοῦ Χριστοῦ ἡ πρὸς πατέρα ἰσότης προϋπάρχουσα, ἡ πρὸς ἀνθρώπους ὁμοιότης ἐπιγινομένη. μεταγινώσκειν ἔοικε ἐπὶ τοῖς εἰρημένοις καὶ ποιείτω γε τοῦτο μόνον ἀπὸ καρδίας τῆς ἀτόπου δόξης μεταβαλλόμενος καὶ ἡμεῖς τῶν ἐλέγχων παυ σόμεθα. ἀλλὰ δοκεῖ δι' ὧν ποιεῖ, ἄλλης ἀτοπίας διὰ τῆς ἐν τούτοις εὐγνωμοσύσης τὰς ἀφορμὰς καταβάλλεσθαι. φησὶ δὲ οὕτω κατὰ τὴν λέξιν Καὶ τί τούτων σαφέστερον, εἰς τὸ μὴ ἕτερον μεθ' ἑτέρου εἶναι, θεὸν τέλειον μετὰ τελείου ἀνθρώπου; ὅτι μὲν οὖν οὐδὲ μίαν κοινω νίαν ὁ λόγος οὗτος ἔχει πρὸς τὰ προάγοντα, φανερὸν ἂν εἴη πᾶσι τοῖς ἐπισταμένοις ἕπεσθαι λόγῳ. πῶς γὰρ ἀποδείκνυσιν ἡ πρὸς πατέρα ἰσότης προϋπάρχουσα καὶ ἡ πρὸς ἀνθρώπους ὁμοιότης ἐπιγινομένη, καθὼς αὐτός φησι, τὸ μὴ εἶναι ἄνθρωπον τέλειον, δι' οὗ ὁ τέλειος θεὸς ἐνηνθρώπησεν; ὅμοιον γὰρ ὥσπερ ἂν εἴ τις ἀφεστάναι τὸν οὐρανὸν τῆς γῆς λέγων ἔπειτα διὰ τούτων εἴποι φανερὸν γίνεσθαι τὸ βαρύτερον εἶναι τοῦ κασσιτήρου ἐν ἴσῳ σηκῷ τὸν μόλυβδον καὶ βάρος νομίσειε τὴν οὐρανίαν ἀπόστασιν, οὕτως οὐδὲ τὸ ἐλλιπὲς τῆς 3,1.163 ἀνθρωπότητος, δι' ἧς ἐν τῇ φύσει ἡμῶν ὁ θεὸς γίνεται, εἴποι τις ἂν ἀποδείκνυσθαι ἐκ τοῦ ἐπιγεννηματικὴν ὁμολο γεῖσθαι τὴν πρὸς ἀνθρώπους τοῦ υἱοῦ