1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

14

αὐτομολησάσῃ πρὸς τὴν ἀλήθειαν καὶ ὅτι ἐν σώματι γυναικείῳ τε καὶ ἄλλως ἁπαλῷ διὰ τὴν τῶν προγόνων περιφάνειαν καὶ τρυφήν, πόσα πελάγη θαυμάτων εὑρήσει καθ' ἕκαστον τούτων ἀνοιγόμενα; ∆ιά τοι τοῦτο τῶν ἄλλων οὐδὲ ἐπιμνησθήσομαι, τῆς ταπεινοφροσύνης, τῆς ἀγάπης, τῶν λοιπῶν ἀρετῶν τῆς ἁγίας σου ψυχῆς. Καὶ γὰρ μόνον ἐμνήσθην τούτων καὶ τὰς προσηγορίας εἶπον, μυρίας ἀνέβλυσέ μοι πάλιν ἡ διάνοια πηγὰς καὶ βιάζεται εἰπεῖν καὶ τούτων, ὡς τῆς προτέρας, κἂν ἐκ μέρους τὰ εἴδη, μᾶλλον δὲ τὰς ὑποθέσεις μόνον· ἐκεῖνο γὰρ ἄπειρον σφόδρα ἐπιζητεῖ λόγον. Ἀλλὰ οὐκ ἀνέξομαι ὥστε μὴ τῆς ὑποθέσεως ἐκπεσεῖν ἣν προειλόμην κατορθῶσαι, εἰς ἄπειρον ἐξενεχθεὶς πέλαγος. Ἐπεὶ εἰ μὴ τοῦτο προὔκειτό μοι νῦν τὸ πρόρριζον τὴν ἀθυμίαν ἀπὸ σοῦ ἀνασπάσαι, ἡδέως τούτοις ἐνδιέτριβον τοῖς λόγοις καὶ πέλαγος ἄπειρον ἔπλεον, μᾶλλον δὲ πελάγη, ἑκάστης σου ἀρετῆς τὰς πολυσχιδεῖς ἀνατέμνων ὁδοὺς ὧν ἑκάστη ὁδὸς πέλαγος ἔτικτε πάλιν, κἂν τῇ ὑπομονῇ, κἂν τῇ ταπεινοφροσύνῃ καὶ ἐλεημοσύνῃ τῇ πολυειδεῖ καὶ πρὸς αὐτὰ τῆς οἰκουμένης τὰ πέρατα ἁπλωθείσῃ, κἂν τῇ ἀγάπῃ τῇ μυρίας νικώσῃ καμίνους, κἂν τῇ συνέσει τῇ ἀπείρῳ καὶ πολλῆς γεμούσῃ χάριτος καὶ τὰ μέτρα τῆς φύσεως ὑπερβάσῃ. Τὰ δὲ κατορθώματα τὰ ἐντεῦθεν τεχθέντα εἴ τις βούλοιτο ἐπιέναι, ταὐτὸν ποιήσει οἷον εἴ τις καὶ τὰ κύματα τῆς θαλάσσης ἀριθμεῖν ἐπιχειροίη. 8.6 ∆ιὸ τὰ ἄπειρα ταῦτα παραδραμὼν πελάγη, τὸν λέοντα ἀπὸ τοῦ ὄνυχος δεῖξαι πειράσομαι, ὀλίγα ἅττα περὶ τῆς στολῆς σου διαλεχθείς, περὶ τῶν ἁπλῶς καὶ εἰκῇ σοι περικειμένων ἱματίων. Τῶν μὲν γὰρ ἄλλων ἔλαττον εἶναι δοκεῖ τὸ κατόρθωμα· εἰ δέ τις ἀκριβῶς αὐτὸ ἐξετάσειε, σφόδρα εὑρήσει μέγα τε ὑπάρχον καὶ φιλοσόφου δεόμενον ψυχῆς καὶ τὰ βιωτικὰ ἅπαντα καταπατούσης καὶ πρὸς αὐτὸν ἱπταμένης τὸν οὐρανόν. ∆ιόπερ οὐκ ἐν τῇ Καινῇ μόνον, ἀλλὰ καὶ ἐν τῇ Παλαιᾷ, ὅτε διὰ σκιᾶς καὶ τύπου τὸ τῶν ἀνθρώπων ὁ Θεὸς ἦγε γένος καὶ σωματικώτερον τὰ τῆς πολιτείας ἐρρυθμίζετο καὶ περὶ τῶν οὐρανίων οὐδεὶς οὐδέπω λόγος ἦν, οὐδὲ μελλόντων μνήμη, οὐδὲ τῆς νῦν κατεχούσης φιλοσοφίας αἴνιγμα, ἀλλὰ παχύτερόν πως καὶ σαρκικώτερον οἱ νόμοι τοῖς Ἑβραίοις ἐγράφοντο, μετὰ πολλῆς τῆς σφοδρότητος τὴν ἐν τοῖς ἱματίοις ἀπαγορεύων φιλοκοσμίαν, ταῦτα διὰ τοῦ προφήτου φησί· «Τάδε λέγει Κύριος ἐπὶ τὰς ἀρχούσας θυγατέρας Σιών· ἀνθ' ὧν ὑψώθησαν αἱ θυγατέρες αὐτῶν καὶ ἐπορεύθησαν ὑψηλῷ τραχήλῳ καὶ νεύμασιν ὀφθαλμῶν καὶ τῇ πορείᾳ τῶν ποδῶν σύρουσαι τοὺς χιτῶνας καὶ τοῖς ποσὶν ἅμα παίζουσαι, καὶ ταπεινώσει Κύριος ἀρχούσας θυγατέρας Σιὼν καὶ ἀνακαλύψει τὸ σχῆμα αὐτῶν καὶ ἀφελεῖ τὴν δόξαν τοῦ ἱματισμοῦ αὐτῶν καὶ ἔσται σοι ἀντὶ ὀσμῆς ἡδείας κονιορτὸς καὶ ἀντὶ ζώνης σχοινίῳ ζώσῃ καὶ ἀντὶ τοῦ κόσμου τῆς κεφαλῆς σου φαλάκρωμα ἕξεις διὰ τὰ ἔργα σου, ἀντὶ δὲ τοῦ χιτῶνος τοῦ μεσοπορφύρου περιζώσῃ σάκκον.» Ταῦτά σοι ἀντὶ καλλωπισμοῦ. Εἶδες ὀργὴν ἄφατον; Εἶδες κόλασιν καὶ τιμωρίαν σφοδροτάτην; Εἶδες αἰχμαλωσίαν ἐπιτεταμένην; Ἐκ τούτου στοχάζου τοῦ ἁμαρτήματος τὸ μέγεθος. Οὐ γὰρ ἂν σφοδροτάτην οὕτως ἐπήγαγε τιμωρίαν ὁ φιλάνθρωπός ποτε, μὴ τῆς ἁμαρτίας τῆς ἐπισπωμένης αὐτὴν πολὺ μείζονος οὔσης. Εἰ δὲ τὸ ἁμάρτημα μέγα, εὔδηλον ὅτι καὶ τὸ κατόρθωμα μέγιστον τὸ ἀπεναντίας ἑστηκὸς τούτῳ. ∆ιά τοι τοῦτο καὶ βιωτικαῖς γυναιξὶ διαλεγόμενος ὁ Παῦλος, οὐ μόνον τοῦ χρυσοφορεῖν αὐτὰς ἀπάγει, ἀλλ' οὐδὲ ἱμάτια πολυτελῆ περικεῖσθαι ἀφίησιν. Οἶδε γάρ, οἶδε σαφῶς ὅτι χαλεπὸν τοῦτο ψυχῆς νόσημα καὶ δυσκαταγώνιστον καὶ γνώμης διεφθαρμένης δεῖγμα μέγιστόν ἐστι καὶ σφόδρα φιλοσόφου δεόμενον ψυχῆς. καὶ δηλοῦσιν οὐχ αἱ βιωτικαὶ γυναῖκες μόνον καὶ ἀνδράσιν ὁμιλήσασαι-ὧν οὐδεμία ῥᾳδίως ταύτης ἠνέσχετο τῆς παραινέσεως-, ἀλλὰ καὶ αἱ φιλοσοφεῖν δοκοῦσαι καὶ εἰς τὸν τῆς παρθενίας τελεῖν χορὸν λαχοῦσαι. Πολλαὶ γὰρ τούτων πρὸς τυραννίδα φύσεως