14
προσκεκρουκότων λέγει πρὸς τὸν ἑαυτοῦ παῖδα· Τέκνον, ἐγὼ προσέκρουσα τῷ ∆εσπότῃ, σὺ σπούδασον ἀρέσαι, ἵνα μὴ τὰ αὐτὰ πάθῃς· οὐχ ἕξει τινὰ συγγνώμην, εἰπέ μοι; οὐκ ἐπικλάσει καὶ κατακάμψει τὸν δεσπότην; Ἂν δὲ ταῦτα ἀφεὶς τὰ ῥήματα, λέγῃ ἐκεῖνα, οἷον, ὅτι τὸ κατ' ἀξίαν ἑκάστῳ οὐκ ἀποδώσει, ὅτι ἁπλῶς πάντα ἀναμέμικται, καὶ τὰ καλὰ καὶ τὰ κακὰ, ὅτι οὐκ ἔστιν εὐχαριστία ἐν τῷ οἴκῳ τούτῳ, τίνα νομίζεις τὸν δεσπότην νοῦν ἔχειν περὶ αὐτοῦ; ἆρα οὐχὶ τῶν οἰκείων ἁμαρτημάτων μείζονα δώσει δίκην; Εἰκότως· ἐκεῖ μὲν γὰρ τὸ πάθος ἀπολογήσεται, εἰ καὶ ἀσθενῶς, ἐνταῦθα δὲ οὐδέν. Εἰ μηδένα τοίνυν ἕτερον, τὸν γοῦν πλούσιον μίμησαι τὸν ἐν τῇ γεέννῃ, τὸν λέγοντα, Πάτερ Ἀβραὰμ, πέμψον Λάζαρον ἐπὶ τοὺς συγγενεῖς μου, ἵνα μὴ ἔλθωσιν εἰς τὸν τόπον τοῦτον, ἐπειδὴ αὐτὸς ἀπελθεῖν οὐκ ἠδύνατο, ὥστε μὴ τοῖς αὐτοῖς ἐκείνους περιπεσεῖν. Ἀποστῶμεν τῶν ῥημάτων τούτων τῶν σατανικῶν. ʹ. Τί οὖν, ὅταν Ἕλληνες ἡμᾶς ἐρωτῶσι, φησὶν, οὐκ ἐκείνους βούλει θεραπεῦσαι; Ἀλλ' εἰς ἀπορίαν ἐμβαλὼν τὸν Χριστιανὸν προσχήματι τοῦ τὸν Ἕλληνα θεραπεύειν, κυρῶσαι βούλει τὸ δόγμα τὸ σατανικόν. Ἐπειδὴ γὰρ αὐτὸς μόνῃ τῇ ψυχῇ διαλεγόμενος ὑπὲρ τούτων οὐ πείθεις, ἑτέρους θέλεις παράγειν μάρτυρας. Εἰ δὲ Ἕλληνι χρὴ διαλέγεσθαι, οὐκ ἐντεῦθεν ἡ ἀρχὴ τῆς διαλέξεως, ἀλλ' εἰ Θεὸς ὁ Χριστὸς, καὶ Θεοῦ Παῖς, εἰ δαίμονες οἱ παρ' ἐκείνοις θεοί. Ἐὰν ταῦτα κατασκευασθῇ, πάντα τὰ ἄλλα ἕπεται· πρὶν δὲ τὴν ἀρχὴν θέσθαι, μάταιον περὶ τῆς τελευτῆς διαλέγεσθαι· πρὶν ἢ τὰ πρῶτα στοιχεῖα μαθεῖν, περιττὸν 62.317 καὶ ἀνόνητον περὶ τὸ τέλος ἔρχεσθαι. Ἀπιστεῖ ὁ Ἕλλην τῇ κρίσει, καὶ αὐτὸς τὸ αὐτό σοι πάσχει· ἐπεὶ ἔχει καὶ αὐτὸς πολλοὺς ὑπὲρ τούτων φιλοσοφήσαντας, εἰ καὶ τὸ σῶμα ἀποσχίσαντες τῆς ψυχῆς τοῦτο εἶπον· ἀλλ' ὅμως δικαστήριον ἐκάθισαν. Καὶ τοσαύτη ἐστὶ τοῦ πράγματος ἡ περιφάνεια, ὡς μηδένα σχεδὸν ἀγνοῆσαι τοῦτο, ἀλλὰ καὶ ποιητὰς, καὶ πάντας συμφωνῆσαι ἑαυτοῖς καὶ περὶ δικαστηρίου καὶ περὶ κρίσεως. Ὥστε κἀκεῖνος τοῖς οἰκείοις οὐκ ἀπιστεῖ, οὔτε Ἰουδαῖος ἀμφισβητεῖ περὶ τούτων, οὔτε τις ἁπλῶς ἄνθρωπος. Τί τοίνυν ἀπατῶμεν ἑαυτούς; Ἰδοὺ ταῦτα λέγεις πρὸς ἐμέ· τί πρὸς τὸν Θεὸν ἐρεῖς τὸν πλάσαντα καταμόνας τὰς καρδίας ἡμῶν; τὸν εἰδότα τὰ ἐν τῇ διανοίᾳ πάντα; τὸν ζῶντα καὶ ἐνεργοῦντα καὶ τομώτατον ὑπὲρ πᾶσαν μάχαιραν δίστομον; Εἰπὲ γάρ μοι μετὰ ἀληθείας· σὺ οὐ καταγινώσκεις σαυτοῦ ἁμαρτάνοντος; ἔστι δέ τις τῶν ἐν ἀνθρώποις, ὃς ἑαυτῷ οὐ μέμφεται ῥᾳθυμοῦντι; Καὶ πῶς ἂν ἀπὸ ταὐτομάτου τοσαύτη σοφία γέγονεν, ὥστε αὐτὸν τὸν ἁμαρτάνοντα καταγινώσκειν ἑαυτοῦ; τοῦτο γὰρ μεγάλης σοφίας ἐστί. Σὺ σαυτοῦ καταγινώσκεις· ὁ δὲ τὴν τοιαύτην σοι διδοὺς διάνοιαν πάντα ἁπλῶς ἀφήσει φέρεσθαι; Κανὼν οὖν οὗτος ἔσται καθολικὸς, καὶ ὅρος· οὐδεὶς τῶν ἐν ἀρετῇ ζώντων διαπιστεῖ τῷ τῆς κρίσεως λόγῳ, κἂν Ἕλλην ᾖ, κἂν αἱρετικός· οὐδεὶς τῶν ἐν κακίᾳ ἀναστρεφομένων πολλῇ, πλὴν ὀλίγων, παραδέχεται τὸν τῆς ἀναστάσεως λόγον. Καὶ τοῦτό φησιν ὁ Ψαλμῳδός· Ἀνταναιρεῖται τὰ κρίματά σου ἀπὸ προσώπου αὐτοῦ. ∆ιὰ τί; Ὅτι βεβηλοῦνται αἱ ὁδοὶ αὐτοῦ ἐν παντὶ καιρῷ· Φάγωμεν γὰρ, φησὶν, καὶ πίωμεν· αὔριον γὰρ ἀποθνήσκομεν. Ὁρᾷς ὅτι ταπεινῶν ἐστι ταῦτα λέγειν; Ἀπὸ τοῦ τρώγειν καὶ πίνειν ταῦτα τὰ ῥήματά ἐστι τὰ ἀνατρεπτικὰ τῆς ἀναστάσεως. Οὐ φέρει γὰρ, οὐ φέρει τὸ ἀπὸ τοῦ συνειδότος κριτήριον ἡ ψυχή· καὶ ταὐτὸν γίνεται, οἷον ὁ ἀνδροφόνος πρότερον ὑποθεὶς ἑαυτῷ ὅτι οὐχ ἁλώσεται, οὕτω φονεύει· ἐπεὶ, τοῦ συνειδότος αὐτὸν κρί 62.318 νοντος, οὐκ ἂν ταχέως ἦλθεν ἐπὶ τὸ τόλμημα. Καὶ οἶδεν οὖν, καὶ ἀγνοεῖν προσποιεῖται, ἵνα μὴ βασανίζηται τῷ συνειδότι καὶ τῷ φόβῳ· ἦ γὰρ ἂν, ἀσθενέστερος γέγονε πρὸς τὸν φόνον. Οὕτω δὴ καὶ οἱ ἁμαρτάνοντες καὶ ἴσασιν, ὅτι τὸ ἁμαρτάνειν κακὸν, καὶ καθ' ἑκάστην ἐν τοῖς αὐτοῖς κακοῖς κυλινδούμενοι, οὐ θέλουσιν εἰδέναι, καίτοι τοῦ συνειδότος αὐτῶν