1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

14

οὐδέν· πίστεως γὰρ δεῖται μόνης, οὐ συλλογισμῶν. ∆ιὸ δὴ μάλιστα αὐτὸ θαυμάζειν ἄξιον, οὐχ ὅτι χρήσιμον καὶ σωτήριον μόνον, ἀλλ' ὅτι καὶ εὔκολον καὶ ῥᾷστον, καὶ τοῖς πᾶσιν εὔληπτον· ὃ δὴ μάλιστα τῆς τοῦ Θεοῦ προνοίας ἔργον ἐστὶ, κοινὰ τὰ παρ' ἑαυτοῦ προτιθέντος ἅπασιν. Ὅπερ γὰρ ἐπὶ ἡλίου καὶ σελήνης καὶ γῆς καὶ θαλάττης καὶ τῶν ἄλλων ἐποίησεν, οὐ τοῖς μὲν πλουτοῦσι καὶ σοφοῖς πλείονος μεταδιδοὺς τῆς ἀπὸ τούτων χορηγίας, ἐλάττονος δὲ τοῖς πένησιν, ἀλλ' ἴσην ἅπασι τὴν ἀπόλαυσιν προτιθεὶς, τοῦτο καὶ ἐπὶ τοῦ κηρύγματος εἰργάσατο, καὶ πολλῷ πλέον, ὅσῳ καὶ ἀναγκαιότερον τοῦτο ἐκείνων. ∆ιὸ καὶ Παῦλός φησι συνεχῶς· Πᾶσι τοῖς ἔθνεσιν. Εἶτα δεικνὺς αὐτοῖς, ὅτι οὐδὲν αὐτοῖς χαρίζεται, ἀλλ' ἐπίταγμα πληροῖ δεσποτικὸν, καὶ παραπέμπων αὐτοὺς ἐπὶ τὴν τοῦ Θεοῦ τῶν ὅλων εὐχαριστίαν, φησίν· Ἕλλησί τε καὶ βαρβάροις, σοφοῖς τε καὶ ἀνοήτοις ὀφειλέτης εἰμί. Ὃ καὶ Κορινθίοις ἐπιστέλλων ἔλεγε. Λέγει δὲ τοῦτο, τὸ πᾶν ἀνατιθεὶς τῷ Θεῷ. Οὕτω τὸ κατ' ἐμὲ πρόθυμον, καὶ ὑμῖν τοῖς ἐν Ῥώμῃ εὐαγγελίσασθαι. ʹ. Ὢ ψυχῆς γενναίας! πρᾶγμα τοσούτων κινδύνων μεστὸν ἀναδεξάμενος, ἀποδημίαν διαπόντιον, πειρασμοὺς, ἐπιβουλὰς, ἐπαναστάσεις (καὶ γὰρ εἰκὸς πόλει τοσαύτῃ μέλλοντα διαλέγεσθαι, ὑπὸ ἀσεβείας τυραννουμένῃ, νιφάδας πειρασμῶν ὑπομένειν· οὕτω γοῦν καὶ τὸν βίον κατέλυσεν ἐν τῇ πόλει ταύτῃ, παρὰ τοῦ τότε τυραννοῦντος ἀποτμηθείς)· ἀλλ' ὅμως τοσαῦτα προσδοκῶν ὑπομένειν, οὐδενὶ τούτων ὀκνηρότερος ἐγίγνετο, ἀλλὰ κατηπείγετο καὶ ὤδινε καὶ πρόθυμος ἦν. ∆ιό φησιν· Οὕτω τὸ κατ' ἐμὲ πρόθυμον, καὶ ὑμῖν τοῖς ἐν Ῥώμῃ εὐαγγελίσασθαι. Οὐ γὰρ ἐπαισχύνομαι τὸ Εὐαγγέλιον. Τί φὴς, ὦ Παῦλε; ∆έον εἰπεῖν, ὅτι Καὶ 60.408 καυχῶμαι, καὶ σεμνύνομαι, καὶ ἐναβρύνομαι, τοῦτο μὲν οὐ λέγεις, τὸ δὲ ἔλαττον τούτου, ὅτι οὐκ ἐπαισχύνῃ· ὅπερ οὐκ ἐπὶ τῶν σφόδρα λαμπρῶν λέγειν εἰώθαμεν. Τί οὖν ἐστιν ὅ φησι; καὶ τίνος ἕνεκεν οὕτω φθέγγεται, καίτοι γε ἀγαλλόμενος ἐπ' αὐτῷ μᾶλλον ἢ ἐπὶ τῷ οὐρανῷ; Γαλάταις γοῦν ἐπιστέλλων ἔλεγεν· Ἐμοὶ δὲ μὴ γένοιτο καυχᾶσθαι, εἰ μὴ ἐν τῷ σταυρῷ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ. Τίνος οὖν ἕνεκεν ἐνταῦθα οὐ λέγει, ὅτι Καὶ καυχῶμαι, ἀλλ' ὅτι Οὐκ ἐπαισχύνομαι; Σφόδρα πρὸς τὰ τοῦ κόσμου πράγματα ἦσαν ἐπτοημένοι οἱ Ῥωμαῖοι διὰ τὸν πλοῦτον, διὰ τὴν ἀρχὴν, διὰ τὰς νίκας καὶ τοὺς αὐτῶν βασιλεῖς· ἰσοθέους γὰρ ἡγοῦντο τούτους. Οὕτω γοῦν αὐτοὺς καὶ ἐκάλουν. ∆ιὰ δὴ τοῦτο καὶ ναοῖς αὐτοὺς ἐθεράπευον καὶ βωμοῖς καὶ θυσίαις. Ἐπεὶ οὖν οὕτως ἦσαν πεφυσιωμένοι, ὁ δὲ Παῦλος ἔμελλε κηρύττειν τὸν Ἰησοῦν τὸν νομιζόμενον τοῦ τέκτονος υἱὸν, τὸν ἐν Ἰουδαίᾳ τραφέντα καὶ ἐν οἰκίᾳ γυναικὸς εὐτελοῦς, οὐ δορυφόρους ἐσχηκότα, οὐ χρήματα περιβαλ[λ]όμενον, ἀλλὰ καὶ ὡς κατάδικον ἀποθανόντα μετὰ λῃστῶν, καὶ ἕτερα πολλὰ ἄδοξα ὑπομείναντα, καὶ εἰκὸς ἦν αὐτοὺς ἐγκαλύπτεσθαι, οὐδὲν τῶν ἀποῤῥήτων καὶ μεγάλων εἰδότας οὐδέπω· διὰ τοῦτό φησιν, Οὐκ ἐπαισχύνομαι, ἐκείνους διδάσκων τέως μὴ ἐπαισχύνεσθαι· ᾔδει γὰρ ὅτι, ἂν τοῦτο κατορθώσωσι, ταχέως προϊόντες καὶ ἐπὶ τὸ καυχᾶσθαι ἥξουσι. Καὶ σὺ τοίνυν ἐὰν ἀκούσῃς τινὸς λέγοντος· Τὸν ἐσταυρωμένον προσκυνεῖς; μὴ ἐπαισχυνθῇς, μηδὲ κάτω βλέψῃς, ἀλλὰ καὶ ἐναβρύνου καὶ καλλωπίζου, καὶ ἐλευθέροις ὀφθαλμοῖς καὶ ὑψηλῷ προσώπῳ κατάδεξαι τὴν ὁμολογίαν. Κἂν εἴπῃ πάλιν· Τὸν ἐσταυρωμένον προσκυνεῖς; εἰπὲ πάλιν πρὸς αὐτόν· Ἀλλ' οὐ τὸν μοιχὸν οὐδὲ τὸν πατραλοίαν οὐδὲ τὸν παιδοκτόνον (τοιοῦτοι γὰρ οἱ παρ' αὐτοῖς θεοὶ πάντες), ἀλλὰ τὸν διὰ σταυροῦ δαίμονας ἐπιστομίσαντα, καὶ τὰς μυρίας αὐτῶν ἀνελόντα μαγγανείας. Καὶ γὰρ ὁ σταυρὸς δι' ἡμᾶς τὸ τῆς ἀφάτου φιλανθρωπίας ἔργον, τὸ τῆς πολλῆς κηδεμονίας σύμβολον. Πρὸς δὲ τοῖς εἰρημένοις, ἐπειδὴ καὶ λόγῳ μέγα κομπάζοντες, καὶ τὴν ἔξωθεν περιβεβλημένοι σοφίαν ἐφυσῶντο, Ἐγὼ, φησὶν, ἐῤῥῶσθαι πολλὰ τούτοις εἰπὼν τοῖς συλλογισμοῖς, σταυρὸν ἔρχομαι κηρύττων, καὶ οὐ διὰ τοῦτο αἰσχύνομαι. ∆ύναμις γὰρ Θεοῦ ἐστιν εἰς σωτηρίαν. Ἐπειδὴ γάρ ἐστι καὶ δύναμις Θεοῦ εἰς κόλασιν (καὶ γὰρ ὅτε τοὺς Αἰγυπτίους ἐκόλαζεν, ἔλεγεν· Αὕτη ἐστὶν ἡ δύναμίς μου ἡ μεγάλη), καὶ