14
οὗτοι δὲ λόγῳ τιμηθέντες, τὴν ἀλογίαν ἠγά πησαν. κγʹ. Τῷ γὰρ τούτῳ λαῷ, φησὶ, ἐγενήθη καρδία ἀνήκοος καὶ ἀπειθής. Οὐ γὰρ αἰσθάνονται τῶν ὑπ' ἐμοῦ χορηγηθέντων ἀγαθῶν· ὑετὸν μὲν γὰρ αὐτοῖς πρώϊμον καὶ ὄψιμον διηνεκῶς παρέχω. Ἔπειτα δὲ καὶ τῶν ἀπὸ γῆς καρπῶν ἀπολαύουσι. Τοῦτο γὰρ εἶπε, "Κατὰ καιρὸν πληρώσεως προστάγματα θερισμοῦ." Οἷον γάρ τινι προστάγματι τῷ βουλή ματι κέχρηται· καὶ πλήρεις τοὺς ἀπὸ γῆς δωρεῖται καρπούς. Ἀλλ' ὅμως παρανομοῦντας ὑμᾶς ὁρῶν, καὶ τούτων ἐστέρησα τῶν ἀγαθῶν. κϛʹ, κζʹ. Εὑρέθησαν γὰρ ἐν τῷ λαῷ μου ἀσεβεῖς, καὶ παγίδας ἔστησαν διαφθεῖραι ἄνδρας, καὶ συνελάμβανον. Ὡς παγὶς ἐφισταμένη πλήρης πετεινῶν, οὕτως οἱ οἶκοι αὐτῶν πλήρεις δόλου. Τὰς λαθραίας αὐτῶν ἐπιβουλὰς διὰ τούτων δεδήλωκε. Λέγει δὲ καὶ τὸν ἐκ τῆς ἀδικίας ἐγγιγνόμενον πλοῦ τον, καὶ τὴν ἐκ τοῦ πλούτου προσγιγνομένην ἀλαζο νείαν, καὶ τὸν παράνομον βίον, καὶ τὴν κατὰ τῶν ὀρφανῶν καὶ χηρῶν ἀδικίαν. Καὶ μετὰ ταῦτα ἐπ άγει· κθʹ. Μὴ ἐπὶ τούτοις οὐκ ἐπισκέψομαι, ἢ ἐν ἔθνει τῷ τοιούτῳ οὐκ ἐκδικιεῖ ἡ ψυχή μου; Ἀλλότριον, φησὶ, τῆς ἐμῆς δικαιοκρισίας, ἡ τῶν τοιούτων ὑπεροψία. 81.541 λʹ. Ἔκστασις δὲ, καὶ φρικτὰ ἐγενήθη ἐπὶ τῆς γῆς. Ὅταν παρ' ἐλπίδα πᾶσαν παρανόμως τι γινό μενον ἴδωμεν, ταῦτα λέγειν εἰώθαμεν· Ἐξέστην ἐπὶ τῷδε ἔφριξα τόδε ἀκούσας. Εἶτα λέγει τὰ τούτων αἴτια. λαʹ. Οἱ προφῆται ὑμῶν προφητεύουσιν ἄδικα· τουτέστι, ψευδῆ. "Καὶ οἱ ἱερεῖς ἐπεκρότησαν ταῖς χερσὶν αὑτῶν." Συγκαταθέσεως τοῦτο σημεῖον. "Καὶ ὁ λαός μου ἠγάπησεν οὕτως." Τὴν κακὴν ἁπάντων ὑπέδειξε συμφωνίαν. "Καὶ τί ποιήσετε μετὰ ταῦτα;" Ἀντὶ τοῦ, τῆς τιμωρίας ἐπιφερο μένης· δηλοῖ δὲ ταύτην διὰ τῶν ἑξῆς ΚΕΦΑΛ. ςʹ. Παρακελεύεται γὰρ τὸν τῆς Βενιαμίτιδος φυλῆς· συνῆπτο δὲ αὕτη τῇ τοῦ Ἰούδα, σημᾶναι τῇ σάλ πιγγι, καὶ εἰς παράταξιν ἑτοίμους γενέσθαι, ὡς τῶν ἀπὸ βοῤῥᾶ πολεμίων κατὰ τῆς Ἱερουσαλὴμ ὁρμών των. Ὡραίαν γὰρ καὶ τρυφερὰν αὐτὴν καλεῖ· ὡραίαν μὲν, διὰ τὸ κάλλος τῶν οἰκημάτων· τρυφε ρὰν δὲ, διὰ τὸ ἁβροδίαιτον τῶν ἐνοικούντων ἐν αὐ τῇ. γʹ. Ἥξουσι ποιμένες καὶ τὰ ποίμνια αὐτῶν, καὶ πήξουσιν ἐπ' αὐτὴν σκηνὰς, καὶ ποιμανοῦ σιν ἕκαστος τῇ χειρὶ αὑτοῦ τὴν ἀγέλην αὑτοῦ. Ποιμένας τοὺς βασιλέας καλεῖ, τοὺς μετὰ τοῦ Να βουχοδονόσορ ἐπιστρατεύσαντας· ἀγέλας δὲ καὶ ποίμνας, τὰς στρατιὰς τὰς ὑπὸ τούτους τελούσας· τὴν δὲ τῆς πόλεως πολιορκίαν διὰ τούτων δεδήλωκεν. Εἶτα λέγει καὶ τὰς ἐν μεσημβρίᾳ παρατάξεις, καὶ τὰς ἑσπερινὰς ἐφόδους, καὶ τὰς νυκτερινὰς προσβο λὰς, καὶ ὡς δρυμὸν ἄκαρπον ἐκκόψαι παρακελεύεται· ὅλη γάρ ἐστι ψευδὴς κατὰ δυναστείαν αὑτῆς· συμβαίνει δὲ ταῦτα καὶ τοῖς πρόσθεν εἰρημένοις. ζʹ. Ὡς ψύχει λάκκος ὕδωρ αὑτοῦ, οὕτω ψύ χει κακίαν αὑτῆς. Ἔδει τὴν τῷ Θεῷ ἀνακειμένην πόλιν, καὶ τοὺς παρανομίᾳ συζῶντας ὑποδεχομένην, εὐνομίαν διδάσκειν· νῦν δὲ τοὐναντίον ἐγκαλεῖται, ὅτι αὕτη διδάσκαλος ἀσεβείας ἐγένετο· καὶ καθά περ ὁ λάκκος εἰς ψυχρὰν ποιότητα μεταβάλλει τὸ ὕδωρ· οὕτως εἰς πονηρίαν αὕτη τοὺς πρὸς αὐτὴν παραγινομένους μετέβαλε· τὴν μέντοι πόλιν, οὐ τὰς οἰκοδομὰς, ἀλλὰ τοὺς ἐνοικοῦντας καλεῖ. "Ἀσέβεια καὶ ταλαιπωρία ἀκουσθήσεται ἐν αὐτῇ ἐπὶ προσ ώπου μου διαπαντός." Οὐδὲ τὴν ἐμὴν ἐνοίκησιν ἐδε δίεισαν, ἀλλ' ὁρῶντός μου πᾶσαν ἐτόλμων ἀσέβειαν. Εἶτα παραίνεσιν εἰσάγει καὶ συμβουλήν. Ἐν πόνῳ καὶ μάστιγι (ηʹ) παιδεύθητι, Ἱερουσαλὴμ, μήποτε ἀποστῇ ἡ ψυχή μου ἀπὸ 81.544 σοῦ, καὶ ποιήσω σε ἄβατον γῆν, ἥτις οὐ κατοικη θήσεται. Τὴν ἄῤῥητον τοῦ ∆εσπότου φιλανθρωπίαν καὶ ταῦτα δηλοῖ· ἀπειλῶν γὰρ αὐτῇ τὰ σκυθρωπὰ, ὑπισχνεῖται μεταβαλλομένῃ τὴν τούτων ἀπαλλαγήν. Ἐπειδὴ δὲ τὴν εἰσήγησιν οὐκ ἐδέχοντο,