1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

15

τρυγητὰς μὲν καλεῖ τοὺς πολεμίους· ἐντέλλεται δὲ αὐτοῖς ἅπαντας αὐτοὺς συναγαγεῖν, ὡς ἀμπέλου καρπὸν, καὶ τὴν αἰτίαν διδάσκει. ιʹ. Πρὸς τίνα λαλήσω, καὶ διαμαρτύρωμαι, καὶ ἀκούσεται; Ἰδοὺ ἀπερίτμητα τὰ ὦτα αὐτῶν, καὶ οὐ δύνανται ἀκούειν. Ἰδοὺ τὸ ῥῆμα Κυρίου ἐγένετο αὐτοῖς εἰς ὀνειδισμόν· οὐ μὴ βουληθῶσιν αὐτὸ ἀκοῦσαι. Ἀπερίτμητα ὦτα καλεῖ τὰ ἀδιακρίτως πάντα δεχόμενα. Τοιοῦτοι ἦσαν καὶ οὗτοι· τὰ παρὰ τῶν ψευδοπροφητῶν προσφερό μενα τερπνὰ ὄντα ῥᾳδίως δεχόμενοι, τοῖς θείοις λόγοις προσέχειν οὐκ ἤθελον, ἀλλ' ἐκωμῴδουν καὶ δι εχλεύαζον τοὺς προφήτας. Εἶτα διδάσκει τὴν τῆς μακροθυμίας ὑπερβολήν. ιαʹ. Τὸν θυμόν μου ἐπλήρωσα, καὶ ἐπέσχον, καὶ οὐ συνετέλεσα αὐτούς. Ἀντὶ τοῦ, Ὥρμησα κολάσαι, καὶ οἴκτου πάλιν αὐτοὺς ἠξίωσα καὶ φει δοῦς. Ἀπειλεῖ δὲ κοινὴν καὶ νέοις καὶ πρεσβύταις, καὶ ἀνδράσι καὶ γυναιξὶ τιμωρίαν ἐπάξειν, ἐπειδὴ κοινῇ πάντες τὴν παρανομίαν ἠγάπησαν, καὶ οἱ τῆς ἱερωσύνης ἠξιωμένοι, μετὰ τῶν τὰ ψευδῆ προαγο ρεύειν τολμώντων. Λέγει δὲ καὶ τὰ ὑπὸ τούτων τολ μώμενα· ιδʹ. Καὶ ἰῶντο τὸ σύντριμμα τοῦ λαοῦ ἐπ' ἀτιμίᾳ, ἐξουθενοῦντές με, καὶ λέγοντες· Εἰρήνη, εἰρήνη. Ἔπειτα κατ' ἐρώτησιν· "Καὶ ποῦ ἔστιν εἰρήνη;" ∆έον, φησὶ, θεραπεύειν τὰ πάθη τοῖς αὐστηροτέροις φαρμάκοις, ἐπέτριβον ταῦτα τῇ τῆς εἰρήνης ἐπαγγελίᾳ· ποῦ τοίνυν τῶν λόγων τὸ τέ λος; Ἀντὶ γὰρ τῆς εἰρήνης πανωλεθρίαν ὁρῶσι. ∆είκνυσι δὲ αὐτῶν καὶ τῆς ἀναιδείας ὑπερβολήν. Καταισχυνθέντες γὰρ, φησὶν, ὡς τὰ ψευδῆ προει ρηκότες, ἐρυθριᾷν οὐκ ἀνέχονται. Τοῦτο γὰρ λέγει· ιεʹ. Οὐδ' ὡς καταισχυνόμενοι ᾐσχύνθησαν, καὶ τὴν ἀτιμίαν αὐτῶν οὐκ ἔγνωσαν. Ἀλλ' ὅμως τίσουσι, φησὶν, ἐν καιρῷ ὧν ἐτόλμησαν δίκας. "Ἐν καιρῷ γὰρ ἐπισκοπῆς αὑτῶν ἀσθενήσουσιν, εἶπε Κύριος." Ἐντεῦθεν καὶ τῶν Ἰουδαίων τὴν ἀπείθειαν διδάσκει, καὶ τῶν ἐθνῶν προκηρύττει τὴν κλῆσιν. ιϛʹ. Τάδε λέγει Κύριος· Στῆτε ἐπὶ ταῖς ὁδοῖς, καὶ ἴδετε· ἐρωτήσατε τρίβους αἰωνίας, καὶ ἴδετε, ποία ἐστὶν ἡ ὁδὸς ἡ ἀγαθὴ, καὶ βαδίσατε 81.545 ἐν αὐτῇ, καὶ εὑρήσετε ἁγίασμα ταῖς ψυχαῖς ὑμῶν. Ὁδοὶ μὲν πολλαὶ, οἱ ἅγιοι προφῆται· ὁδὸς δὲ ἀληθῶς ἀγαθὴ, αὐτὸς ὁ Κύριος ἡμῶν· ἀκούομεν γὰρ αὐτοῦ λέγοντος· "Ἐγώ εἰμι ἡ ὁδὸς, καὶ ἡ ἀλήθεια, καὶ ἡ ζωή·" ἑκάστη μέντοι τῶν προφητικῶν ὁδῶν εἰς ταύτην φέρει· καὶ γὰρ Μωσῆς ὁ νομοθέτης ταύ την ὑποδείκνυσι, λέγων· "Προφήτην ὑμῖν ἀνα στήσει Κύριος ὁ Θεὸς ἡμῶν ἐκ τῶν ἀδελφῶν ὑμῶν, ὡς ἐμέ·" καὶ τὰ ἑξῆς. Καὶ ∆αβὶδ ὁ βασιλεὺς καὶ προφήτης, καὶ μέντοι καὶ Ἡσαΐας, καὶ Μιχαίας, καὶ Ἐζεκιὴλ, καὶ ἕκαστος τῶν προφητῶν ταύτην ὑπο δείκνυσι τὴν ὁδόν. Καὶ καθάπερ μία μὲν ὁδὸς, ἡ εἰς τὰς μεγίστας ἀπάγουσα πόλεις, ἣν βασίλειον καὶ βασιλικὴν ὀνομάζειν εἰώθαμεν, εἰς δὲ ταύτην ἀτρα ποί τινες ἀπὸ κωμῶν ἐμβάλλουσι καὶ ἀγρῶν· οὕτως μία μὲν ἔστιν ἡ ὁδὸς ἡ ἀπάγουσα πρὸς Πα τέρα, ὁ μονογενὴς Υἱὸς τοῦ Θεοῦ· οἷον δέ τινες ἀτραποὶ, οἱ μακάριοι προφῆται, εἰς ταύτην ἄγουσι τὴν ὁδὸν τοὺς δι' αὐτῶν ὁδεύειν προαιρουμένους. Κελεύει τοίνυν Ἰουδαίοις ὁ προφητικὸς λόγος τὰς προφητικὰς ὁδοὺς ἐρευνῆσαι, καὶ δι' αὐτῶν μαθεῖν τὴν ἀγαθὴν ὁδὸν, καὶ ἐν αὐτῇ βαδίσαι. Ἀλλ' ἀντιλέ γουσι συνήθως, καὶ τὸ κελευσθὲν οὐ ποιοῦσιν. "Εἶ πον γὰρ, φησὶν, Οὐ πορευσόμεθα." Ἀλλ' ὅμως καὶ ἑτέραν αὐτοῖς προσφέρει παραίνεσιν. ιζʹ. Καθέστηκα ἐφ' ὑμᾶς σκοποὺς, ἀκούσατε τῆς φωνῆς τῆς σάλπιγγος. Σκοποὺς δὲ πάλιν αὐ τοὺς προφήτας ὀνομάζει· καὶ γὰρ τῷ Ἐζεκιήλ φησι· "Σκοπὸν δέδωκά σε τῷ οἴκῳ Ἰσραήλ." Σάλ πιγγα δὲ καλεῖ τῶν ἀποστόλων τὸ κήρυγμα· προ εθέσπισαν δὲ καὶ τοῦτο οἱ κληθέντες σκοποί· ἀλλ' ὅμως πάλιν ἀντιλέγουσιν Ἰουδαῖοι, καὶ ἄντικρυς λέγουσιν, "Οὐκ ἀκουσόμεθα." ∆είξας τοίνυν τὴν τούτων ἀντιλογίαν, τῶν ἐθνῶν προλέγει τὴν εὐπεί θειαν. ιηʹ. ∆ιὰ τοῦτο ἤκουσαν τὰ ἔθνη, καὶ οἱ ποι μαίνοντες τὰ ποίμνια ἐν αὐτοῖς. Ποιμένας δὲ καλεῖ τοὺς τούτων ἡγουμένους, καὶ οὐ μόνον τοὺς τῆς πνευματικῆς ἡγεμονίας ἠξιωμένους, ἀλλὰ καὶ τοὺς βασιλέας καὶ τοὺς