1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

16

ἀγένητον αὐτὸν δεῖ λέγειν, ἐπειδὴ ὑπ' οὐδενὸς ἐγένετο, εἰπὲ αὐτὸν καὶ ἄπιστον, ἐπειδὴ εἰς οὐδένα πιστεύει· εἰπὲ καὶ ἀσεβῆ, ἐπειδὴ οὐδένα σέβεται. Εἰ δὲ ταῦτα ἡ μὲν ἔννοια ὑποβάλλει, ἡ δὲ εὐσέβεια οὐκ ἐπιτρέπει λέγειν· οὕτω καὶ τὸ ἀγένητον, κἂν δοκῇ ταῖς ἐννοίαις ἡμῶν ὑποπίπτειν, ἀλλ' ἡ εὐσέβεια οὐκ ἐπιτρέπει λέγειν. Εἰ δὲ μὴ, εἶπεν αὐτὸ πάντως ἡ Γραφή. Ἀνόμ. Οὐ λέγεις οὖν ἀγένητον τὸν ἐπὶ πάντων Θεόν; Ὀρθ. Εἰ γέγρα πται, λέγω· εἰ δὲ οὐ γέγραπται, οὐκ ἔχω ἀνάγκην εἰπεῖν. Καὶ ὅτι οὐ πάντως τὰ ταῖς ἐννοίαις ἡμῶν ὑποπίπτοντα δεῖ λέγειν, ἔξεστι καὶ ἄλλως γνῶναι. Παρὰ πάντων ἡμῶν ὡμολόγηται, ὅτι ὁ Θεὸς ἀόρατός ἐστι, τοῦ ἁγίου Παύλου λέγοντος· «Ἀφθάρτῳ, ἀοράτῳ, μόνῳ σοφῷ Θεῷ.» Ὁ δὲ ἄφθαρτος οὐχ ἑαυτῷ μὲν φθαρτός ἐστιν, ἄλλοις δὲ ἄφθαρτος, ἀλλὰ καὶ πᾶσι καὶ ἑαυτῷ ἄφθαρτός ἐστιν. Ἀνόμ. Καὶ πάνυ. Ὀρθ. Οὐκοῦν, ἐπειδὴ συνῆπται τῷ ἀφθάρτῳ τὸ ἀόρατον, 28.1164 εἴπωμεν καὶ αὐτὸν ἑαυτῷ ἀόρατον εἶναι τὸν Θεόν. Καὶ ἐψεύσαντο τὰ Εὐαγγέλια καθ' ὑμᾶς, λέγοντα· «Ὁ ὢν παρὰ τοῦ Πατρὸς, αὐτὸς ἑώρακε τὸν Πατέρα.» Εἰ δὲ ὁ ὢν παρὰ τοῦ Πατρὸς ὁρᾷ τὸν Πατέρα, καὶ ὁ Πατὴρ αὐτὸς ἑαυτὸν ὁρᾷ, ὅ ἐστι, καὶ λέγεται, καὶ πιστεύεται εἶναι ἀόρατος, οὐχ ἑαυτῷ, οὐδὲ τῷ ἐξ αὐτοῦ Υἱῷ, οὐδὲ τῷ παρ' αὐτοῦ ἁγίῳ Πνεύματι, ἀλλὰ πάσῃ τῇ κτίσει. Ἀνόμ. Νῦν μανθάνω, ὅτι ὃ πᾶσιν ἀνθρώποις ἐστὶν ὡμολογημένον, τοῦτο ὑμεῖς οὐ πιστεύετε. Ὀρθ. Ποῖον; Ἀνόμ. Ὅτι ἀγένητός ἐστιν ὁ Θεὸς, πάντεςἄνθρωποι, οἱ νοῦν ὀρθὸν ἔχοντες, ὁμολογοῦσιν, ὑμεῖς δὲ οὐ δέχεσθε. Ὀρθ. Οὐ λέγω, ὅτι τὸ ἀγένητον αὐτὸν ὁμολογεῖν ἀπαράδεκτόν ἐστιν ἡμῖν· ἀλλ' ὅτι κἂν δοκῇ ταῖς ἐννοίαις ἡμῶν ὑποπίπτειν, ἀλλ' ὅμως ὡς οὐδαμοῦ τῆς θείας Γραφῆς κειμένην τὴν φωνὴν οὐκ ἀναγκαῖον λέγειν. Εἰ γὰρ ἦν ἀναγκαῖον, εἶπεν ἂν αὐτὸ ἡ θεία Γραφή. Ἀνόμ. Γενητὸν οὖν εἴπωμεν αὐτόν; Ὀρθ.Ὁ λέγων αὐτὸν γενητὸν ἀσεβεῖ. Εἶπε γὰρ ἡμῖν ἡ Γραφὴ, τίνα ἐστὶ τὰ γενητὰ, καὶ τίς ὁ τούτων γενεσιουργός. Ὁ δὲ λέγων αὐτὸν ἀγένητον, ὃ οὐκ εἶπεν ἡ Γραφὴ, περιττολογεῖ. Ἀνόμ. Εἰ οὐκ ἔστι γενητὸς, ἀγένητός ἐστιν. Ὀρθ. Κἂν ἀνθρωπίνη διά νοια τοῦτο νοεῖν ποιῇ, ἀλλ' οὐχ οὕτως ἡ θεία Γραφὴ ἐδίδαξεν· ἀλλ' ἀκούεις αὐτῆς λεγούσης· καὶ «Καθόσον ἀπέχουσιν ἀνατολαὶ ἀπὸ δυσμῶν, τοσοῦτον ἀπέχουσι τὰ διανοήματα ὑμῶν ἀπὸ τῶν διανοημάτων μου.» Εἰ δὲ νομίζει Εὐνόμιος εὑρηκέναι, τὸ τί ἐστιν ὁ Θεὸς, ἐκ τοῦ μὴ εἶναι αὐτὸν γενητὸν, μηδὲ ἔχειν γενεσιουργὸν, λεγέτω αὐτὸν καὶ ἄθεον, ἐπειδὴ Θεὸν οὐκ ἔχει. Ἀλλ' εἰ οὐ δεῖ λέγειν τοῦτο, κἂν ὑποπί πτῃ ταῖς ἐννοίαις ἡμῶν· μηδὲ τὸ ἀγένητον λεγέσθω, κἂν ὑποπίπτῃ ταῖς ἐννοίαις ἡμῶν. Ἀνόμ. Ἐγένετο οὖν ὁ Θεός; Ὀρθ. Οὐκ ἐγένετο. Ἀνόμ. Ἀγένητος οὖνἐστιν; Ὀρθ. Ἔχει Θεὸν ὁ Θεός; Ἀνόμ. Ὁ ἀγέντος οὔ. Ὀρθ. Ἄθεος οὖν ἐστι. Καὶ ὁρᾷς, πῶς μειρακιώδη καὶ ἀνδραποδώδη εἰσὶν ὑμῶν τὰ διανοή ματα; ∆ιὸ μᾶλλον ἀκολουθοῦντες τῇ θείᾳ Γραφῇ, εἴπωμεν Πατέρα, καὶ Υἱὸν, καὶ ἅγιον Πνεῦμα, Θεόν· καὶ οὐ φοβούμεθα περὶ τὴν πίστιν ναυαγῆσαι. Τὸ γὰρ ἀγένητον εὕρεσίς ἐστιν ἀετοῦ πετομένου, ζητοῦντος βορὰν, οὗ ἴχνος ἐρηρεισμένον οὐχ εὑρίσκεται· οὐ γὰρ ἔχει ἐν τῇ Γραφῇ, οὗ στήσει τοὺς πόδας. Ἀνόμ. Λάβε, ἀνάγνωθι τὴν ἐπιστολὴν Ἀετίου, καὶ εἰπὲ πρὸς αὐτήν. Ὀρθ. Αὐτὸς ἀνάγνωθι. Ἀνόμ. Εἰσὶ μετ' αὐτῆς καὶ σχόλια Εὐνομίου. Ὀρθ. Καὶ αὐτὰ ἀνάγνωθι. 28.1165 Σχόλια Εὐνομίου, καὶ πρὸς αὐτὰ Ὀρθο δόξου. Ὅτι ἡ θέλησις καὶ ἡ βούλησις οὐ ταυτὸν τῇ οὐσίᾳ τοῦ Θεοῦ· ἡ μὲν γὰρ θέλησις καὶ ἄρχεται καὶ παύε ται· ἡ δὲ οὐσία οὔτε ἄρχεται, οὔτε παύεται· τὸ δὲ ἀρχόμενον καὶ παυόμενον τῷ μήτε ἀρχομένῳ μήτε παυομένῳ τὸ αὐτὸ εἶναι οὐ δύναται. Καὶ ἄλλως, εἰ ταυτὸν ἦν τῇ οὐσίᾳ τοῦ Θεοῦ ἡ βούλησις, ἐχρῆν μιᾶς οὐσίας μίαν εἶναι καὶ τὴν θέλησιν· εὑρίσκονται δὲ κατὰ τὴν διδασκαλίαν τῶν θείων Γραφῶν, οὐ μία θέλησις, ἀλλὰ πολλαὶ θελήσεις· τῆς Γραφῆς λεγού σης· «Πάντα, ὅσα ἠθέλησεν, ἐποίησε·» πολλὰ οὖν ἠθέλησε καὶ οὐχ ἕν. Ἐναργέστερον δὲ ἰδεῖν ἐπὶ τῆς κοσμοποιίας. Ἠθέλησε γὰρ εἶναι τὸν κόσμον, καὶ ὑπέστη κατὰ τὴν αὐτοῦ θέλησιν, καὶ διαμένει τὸ γενόμενον. Ἄλλο δέ ἐστιν ἡ διαμονὴ παρὰ τὴν