1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

16

κατατοξευόμενος παρ' αὐτοῦ συνεχῶς ἅπαν ὑπέμεινε πειρασμῶν εἶδος καὶ ἕκαστον μεθ' ὑπερβολῆς ἁπάσης. Τὰ γὰρ δοκοῦντα εἶναι κατὰ τὸν βίον λυπηρὰ καὶ ὄντα, ταῦτα μάλιστα πάντων ἐστὶ πενία καὶ νόσος καὶ παίδων ἀποβολὴ καὶ ἐχθρῶν ἐπανάστασις καὶ φίλων ἀγνωμοσύνη καὶ λιμὸς καὶ σαρκὸς ὀδύναι διηνεκεῖς καὶ λοιδορίαι καὶ συκοφαντίαι καὶ τὸ πονηρὰν κτήσασθαι ὑπόληψιν· καὶ ταῦτα ἅπαντα εἰς ἓν ἐξεχύθη σῶμα καὶ μιᾶς κατεσκεδάσθη ψυχῆς· καὶ τὸ δὴ χαλεπώτερον ὅτι καὶ ἀμελετήτῳ ὄντι ἐπέθετο. Ὃ δὲ λέγω τοιοῦτόν ἐστιν· ὁ ἐκ πενήτων τεχθεὶς καὶ ἐν οἰκίᾳ τοιαύτῃ τραφείς, ἅτε γυμνασάμενος καὶ μελετήσας, ῥᾳδίως ἂν ἐνέγκαι τῆς πενίας τὸ βάρος· ὁ δὲ τοσούτοις περιρρεόμενος χρήμασι καὶ τοσούτῳ πλούτῳ κομῶν, εἶτα ἀθρόον εἰς τὸ ἐναντίον μεταπεσών, οὐκ ἂν εὐκόλως ὑπομεῖναι τὴν μεταβολήν· καὶ γὰρ ἀγυμνάστῳ ὄντι χαλεπωτέρα φαίνεται ἀθρόον προσπεσοῦσα. Πάλιν ὁ ἄσημος καὶ ἐξ ἀσήμων γενόμενος καὶ ἐν τῷ διηνεκῶς καταφρονεῖσθαι ζῶν, οὐκ ἂν σφόδρα λοιδορούμενος καὶ ὑβριζόμενος ταραχθείη· ὁ δὲ τοσαύτης ἀπολαύσας δόξης καὶ παρὰ πάντων δορυφορούμενος καὶ ἐν τοῖς ἁπάντων στόμασιν ὢν καὶ πανταχοῦ μετὰ πολλῆς ἀνακηρυττόμενος τῆς περιφανείας, εἰς ἀτιμίαν καὶ εὐτέλειαν κατενεχθεὶς τὸ αὐτὸ ἂν πάθοι τῷ ἀπὸ πλουσίου ἀθρόον γενομένῳ πένητι· ὁ παῖδας ἀποβαλὼν πάλιν, κἂν ἅπαντας ἀποβάλῃ, μὴ ἐν ἑνὶ δὲ καιρῷ, τοὺς λειπομένους ἔχει τῶν ἀπελθόντων παραμυθίαν καὶ τῆς ἐπὶ προτέρων τελευτῆς τοῦ πάθους λήξαντος, ἂν ἡ τοῦ δευτέρου προσγένηται μετὰ χρόνον, τοῦτο αὐτῷ προσηνέστερον γίνεται τὸ πάθος· οὐ γὰρ νεαρῷ ὄντι ἔπεισι τῷ ἕλκει, ἀλλὰ κοιμηθέντι ἤδη καὶ ἀφανισθέντι, ὅπερ οὐκ ὀλίγον ὑποτέμνεται τῆς ὀδύνης. Οὗτος δὲ ὁλόκληρον αὐτῷ τὸν χορὸν εἶδεν ἐν μιᾷ ἀναρπασθέντα καιροῦ ῥοπῇ καὶ τρόπῳ πικροτάτῳ τελευτῆς. Καὶ γὰρ καὶ βίαιος καὶ ἄωρος ὁ θάνατος ἦν, καὶ ὁ καιρὸς δὲ καὶ ὁ τόπος οὐ μικρὰν ἐποίει τῷ πένθει προσθήκην· καὶ γὰρ ἐν ὥρᾳ συμποσίου καὶ ἐν οἰκίᾳ τῇ τοῖς ξένοις ἀνεῳγμένῃ καὶ τάφος αὐτοῖς ὁ οἶκος ἐγένετο. Τί ἄν τις εἴποι τὸν λιμὸν ἐκεῖνον τὸν καινότερον καὶ ἑρμηνευθῆναι μὴ δυνάμενον, τὸν ἑκούσιον, τὸν ἀκούσιον; Οὐ γὰρ οἶδα πῶς αὐτὸν καλέσω, οὐδὲ εὑρίσκω ὄνομα ἐπιθεῖναι τῷ παραδόξῳ τῆς συμφορᾶς εἴδει. Καὶ γὰρ παρακειμένης ἀπείχετο τῆς τραπέζης καὶ ὁρωμένων οὐχ ἥπτετο τῶν σιτίων. Τῶν γὰρ περὶ τὸ σῶμα τραυμάτων ἡ δυσωδία προσαπαντῶσα κατέλυε τὴν ἐπιθυμίαν καὶ αὐτὴν ἐνεπίμπλα τὴν τράπεζαν τῆς ἀηδίας. Καὶ τοῦτο δηλῶν ἔλεγεν· «Βρῶμον γὰρ ὁρῶ τὰ σῖτά μου.» Καὶ ἡ μὲν ἀνάγκη τοῦ λιμοῦ τῶν προκειμένων ἅπτεσθαι ἐβιάζετο· ἡ δὲ τῆς δυσωδίας ὑπερβολὴ τῆς ἐκ τῶν σαρκῶν γινομένης ἐνίκα τοῦ λιμοῦ τὴν βίαν. ∆ιὰ δὴ τοῦτο εἶπον· «Οὐκ ἔχω πῶς αὐτὸν καλέσω.» Ἑκούσιον; Ἀλλ' ἐβούλετο ἀπογεύεσθαι τῶν προκειμένων. Ἀλλὰ ἀκούσιον; Ἀλλὰ παρῆν τὰ σιτία, καὶ οὐδεὶς ὁ κωλύων ἦν. Πῶς ἂν διηγησαίμην τὰς ὀδύνας, τὰς πληγὰς τῶν σκωλήκων, τὸν ἰχῶρα τὸν καταρρέοντα, τὰ ὀνείδη τῶν φίλων, τὴν καταφρόνησιν τῶν οἰκετῶν-»οὐ γὰρ ἐφείσαντό μου, φησίν, οἱ οἰκέται μου ἀπὸ προσώπου ἐμπτυσμάτων»-, τοὺς ἐπεμβαίνοντας, τοὺς ἐφαλλομένους; «Οὓς γὰρ οὐχ ἡγησάμην, φησίν, ἀξίους εἶναι κυνῶν τῶν ἐμῶν νομάδων, οὗτοι νῦν ἐπιπεπτώκασί μοι καὶ νουθετοῦσί με ἐλάχιστοι.» Οὐ δοκεῖ σοι ταῦτα πάντα χαλεπὰ εἶναι; Καὶ γάρ ἐστι χαλεπά. Εἴπω τὸ κεφάλαιον τῶν κακῶν, τὸν κολοφῶνα τῆς συμφορᾶς τὸν μάλιστα ἄγχοντα αὐτόν; Ὁ χειμὼν τῶν θορύβων τῶν ἐν τῷ λογισμῷ γινομένων αὐτῷ οὗτος μάλιστα ἦν αὐτὸν ἀποπνίγων ἀφόρητος, καὶ τὸ συνειδὸς αὐτοῦ τὸ καθαρὸν τοῦτο μάλιστα ἐποίει τὴν ἔνδον ζάλην καὶ ἐσκότου τὸν λογισμὸν καὶ τὸν κυβερνήτην ἐτάραττεν. Οἱ μὲν γὰρ ἑαυτοῖς συνειδότες ἁμαρτήματα πολλά, κἂν πάθωσί τι δεινόν, ἔχουσι κἂν τὸν λόγον εὑρεῖν τῶν γινομένων, τὰς ἁμαρτίας τὰς ἑαυτῶν ἀναλογιζόμενοι