16
οἰκοδομήσατε, δι' ἧς τῆς νήσου ἐξουσιάσοιτε. καὶ ἀπήνεγκεν αὐτοὺς εἰς τόπον καλούμενον Χάνδακα, ἐν ᾧ ἡ πόλις τούτων καθίδρυται· καὶ ταύτην πέριξ ἐτάφρωσαν. ἧς ὁ Ἀπόχαψ καθηγεμόνευσεν, καὶ θʹ καὶ κʹ Κρήσσας πόλεις ἠνδραποδίσατο, μιᾶς μόνης μὴ ἁλωθείσης ἀλλ' ἢ λόγῳ, ἀπολιορκήτου μεινάσης ἕως ἄρτι, ὃ καὶ κεκλῆσθαι ταύτῃ συνέδραμεν, ἐχόντων τῶν οἰκητόρων αὐτῆς σὺν ἐλευθερίᾳ ποιεῖν τὰ Χριστιανῶν εἰθισμένα. ὧν τῆς ἐπιδρομῆς ὁ Θωμᾶς καὶ ἁλώσεως αἴτιος. Ἀπόχαψ δὲ [...], οὗ παῖς μὲν Σαΐπης ἐτύγχανεν, Σαΐπου δὲ Βάβδελ, ὃς ἐν Πελοποννήσῳ κατά τι θαλάσσης κλυδώνιον πρὸς γῆν σὺν νηῒ τῇ ἑαυτοῦ προσσπαρείς, ἐν ἡμέραις τοῦ μακαρίτου Λέοντος βασιλέως, τηνικαῦτα δὲ στρατηγοῦντος Κωνσταντίνου τοῦ συνετόφρονος, ἐκεκράτητο, ᾧ Τεσσαρακοντάπηχυς τὸ ἐπώνυμον· οὗτινος Βάβδελ ἐτέλει ὁ Ζερκουνῆς σύγγονος, ὁ πρὸ τοῦ νῦν ἀρχηγοῦ τῆς Κρήτης καθηγησάμενος. 2.11 Ἐν ταύτῃ δὲ τῇ νήσῳ Κύριλλος ὁ θαυμάσιος, ὁ Γορτύνης ἐπισκοπήσας τῆς πόλεως, ὑπὲρ Χριστοῦ ὡς ἱερεῖον ἄμωμον ἐσφαγίαστο. οὗ τὸ τίμιον αἷμα μέχρι τῆς δεῦρο κατά τινα χῶρον, καθώς τινές φασιν, ἀνεξάλειπτον συντετήρηται· καθ' ὃν οἱ εὐσεβεῖς φοιτῶντες καὶ τοῦτο σπόγ γῳ ἐναπομάττοντες δι' αὐτοῦ γε θεῖον μύρον ὑδρεύονται καὶ κατ' οὐδὲν ἀλλοιοῦσι τὸ χρῶμα τοῦ αἵματος. ἔτι δὲ καὶ ἡ τῶν τροφίμων σεβαστῶν παίδων αὐτῆς ἑβδομὰς μετὰ πολλῶν ἄλλων ταφῇ ἀφιέρωται, ἀναιρεθέντων ὑπὲρ τῆς εἰς Χριστὸν ἀδιστάκτου καὶ εἰλικρινοῦς πίστεως. 2.12 Καὶ δὴ ἔκτοτε κατακεκράτηντο ἂν παρ' Ἀγαρηνῶν αἱ νῆσοι, εἰ μὴ βασιλεὺς Μιχαὴλ ὁ ἐξ Ἀμορίου ἔσχεν φιλονεικότερον ἐλευθεριάσειν αὐτάς· καὶ δὴ πολυωρήσας ἐνδελεχῶς Κρατερῷ τῷ στρατηγέτῃ Κιβυρραιωτῶν ἐνετείλατο πάσας τὰς ὑπ' αὐτὸν ναῦς παρετοιμάσασθαι καὶ ἀπᾶραι εἰς Κρήτην καὶ σπουδῇ πάσῃ τοὺς ταύτης οἰκήτορας Σαρακηνοὺς ὀλοθρεῦσαι. ὃς ἐκεῖσε παραγενόμενος σὺν ναυσὶν οʹ κατ' αὐτῶν πόλεμον ἦρεν ἐξ ἀνατολῆς ἡλίου μέχρι τῆς δύσεως, καὶ τοσοῦτον αὐτῶν ἐκυρίευσεν, ὥστε πάντας καὶ ἀναιρήσειν βεβούλητο. ἀλλὰ κακοὶ ἀρχηγοὶ συνόντες αὐτῷ οὐκ εὐβούλως ἀνέστειλαν εἰρηκότες· ἡμεῖς γε πάντας ὑποπιέσαντες, οὐκέτι πάντως οὗτοι τολμήσειαν τοῦ λοιποῦ πρὸς ἡμᾶς ἀντιτάξασθαι. ἤδη νὺξ τελέθει, κατὰ τὸν ποιητήν· ἀγαθὸν καὶ νυκτὶ πιθέσθαι. δυσπεφόρηκε γὰρ ὁ λαός. ἄγωμεν εἰς τὰς ἡμετέρας σκηνὰς καὶ πρωΐας ἐπιλαμπούσης ἀφιξόμεθα καὶ κατάσχωμεν αὐτούς. καὶ δὴ τοῖς ῥήμασιν αὐτῶν φρεναπατηθεὶς πρὸς τὰς σκηνὰς αὐτῶν σὺν αὐτοῖς ἐπανέλυσεν. μηδαμῶς δὲ πεφροντικότες τῶν πρὸς σωτηρίαν ἀσφαλειῶν, ἀλλ' ὑπτιάσαντες δυστυχῶς πολλῷ τε κόπῳ κατευνασθέντες καὶ θανάτου ὕπνον ὑπνώσαντες, ἐπελθόντες νυκτὸς οἱ ἐχθροὶ σιδήρειον ὕπνον τούτοις ἐπήγαγον· οὐδ' εἷς τῶν ἐκεῖσε παρόντων τουρμαρχῶν ἢ ἀρχόντων πολεμικοῦ ἐπιβῆναι πλοίου δεδύνητο, μόνου τοῦ στρατηγοῦ αὐτοῦ ἐμπορικῷ ἐπιβάντος καὶ ἀποπλεύσαντος. περὶ οὗ μεμαθηκὼς ὁ τῶν Ἀγαρηνῶν ἀρχηγὸς δυσὶν ὁλκάσι λαὸν ἐπεβίβασεν καὶ αὐτοῦ κατεδίωξεν ὄπισθεν, καὶ πρὸς νῆσον τὴν Κῶ τοῦτον κατέσχεν (φεῦ συμφορᾶς) καὶ ἐν αὐτῇ ξύλῳ κρεμάννυσιν. ὅθεν ἀνέκαθεν καὶ μέχρι τῆς σήμερον ἡ τῆς Κρήτης νῆσος κεκράτηται παρὰ τῶν Ἀγαρηνῶν, ἐξ ἧς τοῖς Ῥωμαϊκοῖς ὅροις ἐπισυρρέουσιν. 2.13 Εἶτα εὑρίσκεταί τις πολύφρων ἀνήρ, ᾧτινι Ὠορυφᾶς τὸ ἐπώνυμον, καὶ προστάξει βασιλικῇ διὰ τῆς αὐτοῦ εἰσηγήσεως ἀθροίζεται ναυτικὸν στρατολόγημα γενναιότατον, οἷς ἀνὰ μʹ χρυσοῦ ἐπιδίδοται νομίσματα, καὶ οὐκ ἄλλως γένοιτο τόδε, εἰ μὴ ταῦτα κομίσοιντο, διηγόρευον. οἳ ὁλκάσιν εὐζώνως ἐπιβατεύσαντες καὶ ναύαρχον αὐτὸν κεκτημένοι τὴν ἐλευθερίαν πολλαῖς <νήσοις> ἐχορήγησαν· οὓς τεσσαρακονταρίους τὸ ληφθὲν προσωνόμασεν. 2.14 Μιχαὴλ δὲ ὁ βασιλεὺς κατὰ τὴν ἀρχὴν τῆς αὐτοῦ βασιλείας παντελεῖ ἀγροικίᾳ ἢ τῇ σκηπτουχίᾳ καλλωπιζόμενος περὶ τῶν θείων εἰκόνων ἐδημηγόρησεν τὸ ἑκάστῳ δοκοῦν ἀπεργάζεσθαι· ἀλογιστεύων δὲ μετὰ ταῦτα πρὸς διπλόην ἀποτραπείς, Εὐφροσύνην, Κωνσταντίνου