17
κενοῦται, ὑπνοῖ, λυπεῖται, ἀδημονεῖ, στενάζει, δίψης καὶ πείνης αἰσθάνεται, πρὸς τὴν συκῆν τρέχει, ἀγνοεῖ τοῦ δένδρου καὶ τῆς ὥρας τὴν καρποφορίαν, τὴν ἡμέραν καὶ τὴν ὥραν οὐκ οἶδε, τύπτεται, δεσμεύεται, ῥαπίζεται, ἥλους δι' ἑαυτῆς δέχεται, αἱμάσσει, νεκρὰ γίνεται, ἐνταφιάζεται, μνήματι καινῷ ἐναποτίθεται. ἆρα συντίθεται οἰκεῖα καὶ κατὰ φύσιν εἶναι τῇ προαιωνίᾳ θεότητι ταῦτα καὶ μὴ ἀνατραφῆναι, εἰ μὴ ἐθήλασε, μηδ' ἂν ὅλως ἐν τῷ ζῆν εἶναι, <εἰ> μὴ τὸ διαπνευσθὲν τῆς δυνάμεως <τῇ> τῆς τροφῆς μετουσίᾳ παρεμυθήσατο; πῶς δὲ καὶ ἀγνοεῖ ὁ ἔνσαρκος αὐτοῦ θεὸς τὴν ἡμέραν καὶ τὴν ὥραν ἐκείνην; πῶς δὲ οὐκ ἐπίσταται τὸν τῶν συκῶν καιρόν, ὅτι κατὰ τὸ πάσχα οὐκ ἂν 3,1.168 ἐφευρεθείη τῷ δένδρῳ καρπὸς εἰς ἐδωδὴν ἐπιτήδειος; τίς ὁ ἀγνοῶν, εἰπάτω; τίς ὁ λυπούμενος; τίς ὁ ἐν ἀμηχανίᾳ στενο χωρούμενος; τίς ὁ ἐγκαταλελεῖφθαι παρὰ τοῦ θεοῦ βοήσας, εἰ μία θεότης πατρὸς καὶ υἱοῦ; καὶ παρὰ τίνος ἡ ἐγκατά λειψις γίνεται, ἣν ἐπὶ τῷ σταυρῷ ἐξεφώνησεν; εἰ γὰρ τὸ πάσχον ἡ θεότης, μιᾶς δὲ εἶναι θεότητος τῷ πατρὶ τὸν υἱὸν οἱ εὐσεβοῦντες συντίθενταιφησὶ δὲ ὁ πάσχων ὅτι Θεέ μου, θεέ μου, ἵνα τί με ἐγκατέλιπες; Πῶς μία οὖσα ἡ θεότης ἐν τῷ πάθει μερίζεται καὶ ἡ μὲν καταλείπει, ἡ δὲ καταλείπεται· ἡ μὲν ἐν θανάτῳ γίνεται, ἡ δὲ ἐν τῇ ζωῇ διαμένει· ἡ μὲν νεκροῦται, ἡ δὲ τὸ νεκρωθὲν διανίστησιν; ἢ γὰρ οὐχ ὁμολογήσει μίαν ἐπὶ πατρός τε καὶ υἱοῦ τὴν θεό τητα καὶ συνήγορος Ἀρείου διὰ τοῦτο ἀναφανήσεται ἤ, εἴπερ Ἀρείῳ μαχόμενος μίαν λέγοι, οὐδὲ ἑαυτῷ πάντως συνθήσεται στῆσαι τὸν ἀναπλασθέντα μῦθον ἐν ἑαυτῷ μὴ δυνάμενος. ἀλλὰ κατ' ἀνάγκην τὰς ἐμπαθεῖς ταύτας καὶ ταπεινοτέρας φωνάς τε καὶ διαθέσεις τῷ ἀνθρωπίνῳ προσ μαρτυρήσει, ἄτρεπτον δὲ καὶ ἀπαθῆ τοῦ θεοῦ τὴν φύσιν καὶ ἐν τῇ κοινωνίᾳ τῶν ἀνθρωπίνων παθημάτων διαμεμενη κέναι συνθήσεται. καὶ τούτων μάρτυς αὐτὸς ὁ εἰπὼν περὶ αὐτοῦ ὅτι ∆οξάζεται μὲν ὡς ἄνθρωπος ἐξ ἀδοξίας ἀναβαίνων, ἔχει δὲ τὴν δόξαν πρὸ τοῦ κόσμου ὡς θεὸς προϋπάρχων. ἡ γὰρ ἀδοξία πάντως ἡ παθητὴ τῆς σαρκὸς φύσις ἐστίν· δόξα δὲ ἄρα αἰώνιος ἡ ἀπαθής τε καὶ ἀκήρατος δύναμις. Ὡς δ' ἂν μὴ συκοφαντεῖν ἐν τοῖς εἰρημένοις δοκοίημεν, αὐτῶν τῶν κατὰ τὸν νοῦν ἡμῖν προεξετασθέντων καὶ τὴν λέξιν ἐκθήσομαι.
Ἕλληνες γάρ, φησί, καὶ Ἰουδαῖοι προφανῶς ἀπιστοῦσι, μὴ καταδεχόμενοι θεὸν ἀκούειν τὸν ἐκ γυναικὸς τεχθέντα. διὰ τί νῦν ἐν 3,1.169 τῷ τόκῳ τὴν σάρκα παρεσιώπησε; καίτοι τὸ γεγενημένον ἐκ τῆς σαρκὸς σὰρξ ἦν πάντως, καθώς φησί που ὁ κύριος. ἀλλ' ἐπειδὴ βούλεται αὐτὴν τὴν τεχθεῖσαν σάρκα θεότητα εἶναι καὶ κατασκευάσαι οὐκ ἐν σαρκὶ πεφηνέναι τὸν θεόν, λέγει· Ἀλλὰ θεὸν ἔνσαρκον πρὸ αἰώνων ὄντα μετὰ ταῦτα διὰ γυναικὸς τετέχθαι καὶ πρὸς τὴν τῶν παθημάτων πεῖραν καὶ πρὸς τὴν τῆς φύσεως ἀνάγκην ἐλθεῖν. καὶ ταῦτα λέγων οὐ δίδωσιν αὐτῷ οὐδὲ τὸ ἄνθρωπον εἶναι· ἀλλὰ τοῖς μὲν πάθεσιν ὑπάγει ὡς ἄν θρωπον, τῆς δὲ ἀνθρωπίνης οὐ μεταδίδωσι φύσεως. πῶς γὰρ ἄνθρωπος τὸ μὴ ἐκ γῆς εἶναι λεγόμενον; ἐκ γὰρ τοῦ Ἀδὰμ λέγει ἡ γραφὴ τὸ ἀνθρώπινον γενέσθαι καὶ πρῶτον ἐκεῖνον διὰ τῆς θείας δυνάμεως ἐκ γῆς φῦναι. διὰ τοῦτο καὶ ὁ Λουκᾶς τὸν νομιζόμενον τοῦ Ἰωσὴφ υἱὸν γενεαλογῶν φησι τοῦ Ἀδὰμ ἐξάπτων καθ' ἕκαστον τῶν πατέρων τὴν ἀρχὴν τῆς γενέσεως. ὁ τοίνυν μὴ ἐκ τοῦ γένους τῶν ἀν θρώπων γενόμενος ἄλλο τι πάντως ἐστὶ καὶ οὐκ ἄνθρωπος. ὁ οὖν μήτε ἄνθρωπος τῷ μηδὲν ἔχειν τοῦ ἀνθρωπίνου γένους μήτε θεὸς τῷ μὴ εἶναι ἀσώματος, ἐκεῖνος ὁ ἔνσαρκος τοῦ λογογράφου θεὸς τί ἂν εἴη, λεγέτωσαν οἱ τῆς ἀπάτης αὐτοῦ μαθηταὶ καὶ συνήγοροι· ἀλλ' ἐδέξαντο ἄν, φησίν, Ἕλληνες καὶ Ἰουδαῖοι, εἴπερ ἄνθρωπον ἔνθεον εἶναι τὸν τεχθέντα ἐλέγομεν, ὥσπερ Ἠλίαν. καὶ τίς τῶν Ἑλλήνων τὰ κατὰ τὸν Ἠλίαν θαύματα ὡς ἀληθῆ παρεδέξατο; ὅτι πῦρ διχῇ τῷ σχήματι τυπωθέν, τὸ μὲν εἰς ἅρματος εἶδος τὸ δὲ εἰς ἵππων μορφήν, τὴν ἐναντίαν τῇ οἰκείᾳ φύσει κινεῖται φορὰν ἄνωθεν ἐπὶ τὸ κάτω φερόμενον· καὶ ὅτι μετάρσιος ἐπὶ τοῦ φλογίνου ἅρματος ἡνιοχῶν τὸ πῦρ ὁ Ἠλίας ἀπαθὴς ἐν τῇ φλογὶ διασῴζεται τοῦ πυρὸς τὸ πῦρ ἕλκοντος