17
καὶ λύοντες τὴν ἐπὶ τῇ ἀπορίᾳ ταραχήν. Πάλιν οἱ μηδὲν ἑαυτοῖς συνειδότες ἀλλὰ κατορθώμασι κομῶντες, ἂν πάθωσί τι τοιοῦτον, τὸν περὶ τῆς ἀναστάσεως εἰδότες λόγον καὶ τὰς ἀμοιβὰς ἐννοῦντες ἐκείνας, οἴδασιν ὅτι ἆθλοι τὰ συμβαίνοντα καὶ μυρίων στεφάνων ὑποθέσεις. Οὗτος δὲ καὶ δίκαιος ὢν καὶ περὶ ἀναστάσεως ἐπιστάμενος οὐδέν, ταύτῃ μάλιστα ἐκλυδωνίζετο οὐκ εἰδὼς τὴν αἰτίαν ὧν ἔπασχε καὶ τῶν σκωλήκων καὶ τῶν ὀδυνῶν ὑπὸ τῆς ἀπορίας ταύτης μᾶλλον κεντούμενος. Καὶ ἵνα μάθῃς ὅτι ταῦθ' οὕτως ἔχει, ὅτε κατηξίωσεν ὁ φιλάνθρωπος θεὸς εἰπεῖν αὐτῷ τῶν ἀγώνων τούτων τὴν αἰτίαν ὅτι «Ἵνα δίκαιος ἀναφανῇς ταῦτα συνεχωρήθη», οὕτως ἀνέπνευσεν ὡς μηδὲ πεπονθώς τι τῶν λυπηρῶν ἐκείνων καὶ τοῦτο ἐξ ὧν τότε ἐφθέγξατο δῆλον. Ἀλλ' ὅμως καὶ πρὶν ἢ μαθεῖν τὴν αἰτίαν, ὠδυνᾶτο μέν, ἔφερε δὲ γενναίως καὶ μετὰ τὸ πάντα ἀποβαλεῖν τὴν θαυμασίαν ἐκείνην ἀφῆκε φωνήν· «Ὁ Κύριος ἔδωκεν, ὁ Κύριος ἀφείλετο· ὡς τῷ Κυρίῳ ἔδοξεν οὕτως καὶ ἐγένετο· εἴη τὸ ὄνομα Κυρίου εὐλογημένον εἰς τοὺς αἰῶνας.» 8.9 Ἀλλὰ γὰρ ἔοικα ὑπὸ τοῦ ἔρωτος τοῦ ἀνδρὸς κατεχόμενος πορρωτέρω τῆς ὑποθέσεως ἐληλακέναι τῆς προκειμένης· διὸ ὀλίγα προσθεὶς ἅψομαι τῶν προκειμένων πάλιν. Οὗτος τοίνυν ὁ τοσοῦτος καὶ τηλικοῦτος ἀνήρ, ὁ τοσαύτας ἀνάγκας φύσεως καταπατήσας, οὐκ ἐτόλμησεν οὐδὲ αὐτὸς εἰς τὸν ἀγῶνα τοῦτον καθεῖναι, ἀλλὰ καὶ γυναικὸς ἀπέλαυσε καὶ πατὴρ ἐγένετο παίδων τοσούτων. Τοσαύτη τῆς παρθενίας ἡ δυσκολία, οὕτως ὑψηλοὶ καὶ μεγάλοι αὐτῆς οἱ ἀγῶνες καὶ χαλεποὶ οἱ ἱδρῶτες καὶ πολλῆς δεόμενοι τῆς εὐτονίας. Ἀλλ' ὅμως πολλαὶ τῶν πρὸς τὸν ἀγῶνα τοῦτον ἀποδυσαμένων ἐκεῖνο οὐ κατηγωνίσαντο τὸ πάθος τὸ τοῦ καλλωπισμοῦ τῆς περιβολῆς τῶν ἱματίων, ἁλλ' ἑάλωσαν καὶ ἐχειρώθησαν καὶ βιωτικῶν γυναικῶν μᾶλλον. Μὴ γάρ μοι τοῦτο λέγε ὅτι χρυσίον οὐ περίκειται, οὐδὲ σηρικὰ καὶ χρυσόπαστα περιβέβληνται ἱμάτια, οὐδὲ περιδέραια λιθοκόλλητα ἔχουσι. Τὸ γὰρ χαλεπώτερον μάλιστα πάντων τοῦτό ἐστι καὶ ὃ μεθ' ὑπερβολῆς δείκνυσιν αὐτῶν τὸ νόσημα, καὶ τοῦ πάθους τὴν τυραννίδα, ὅτι ἴσχυσαν καὶ ἐφιλονείκησαν καὶ ἐβιάσαντο δι' εὐτελῶν ἱματίων ἐκείνων ὑπερακοντίσαι τὸν καλλωπισμὸν τῶν τὰ χρυσᾶ περικειμένων καὶ τὰ ἱμάτια τὰ σηρικὰ καὶ ἐπέραστοι μᾶλλον ἐντεῦθεν αὐτῶν φανῆναι, ὡς μὲν αὐταὶ νομίζουσιν, ἀδιάφορον μετιοῦσαι πρᾶγμα, ὡς δὲ ἡ τοῦ πράγματος φύσις δείκνυσιν, ὀλέθριον καὶ βλαβερὸν καὶ βαθὺ τὸ βάραθρον ἔχον. ∆ιὸ μυρίοις στόμασιν ἀνακηρύττειν σε χρὴ ταύτης ἕνεκεν τῆς ὑποθέσεως ὅ τι παρθένοις γέγονε δυσκαταγώνιστον, τοῦτο τῇ ἐν χηρείᾳ ζώσῃ οὕτω ῥᾴδιον καὶ εὔκολον, ὡς αὐτὴ τῶν πραγμάτων ἔδειξεν ἡ ἀλήθεια. Οὐδὲ γὰρ τὴν εὐτέλειαν θαυμάζω τῆς περιβολῆς μόνον τὴν ἄφατον καὶ αὐτοὺς τοὺς προσαιτοῦντας ὑπερακοντίζουσαν, ἀλλὰ καὶ τὸ ἀσχημάτιστον μάλιστα, τὸ ἀνεπιτήδευτον τῶν περιβλημάτων, τῶν ὑποδημάτων, τῆς βαδίσεως ἅπερ ἅπαντα χρώματά ἐστιν ἀρετῆς, τὴν ἐναποκειμένην τῇ ψυχῇ φιλοσοφίαν ἔξωθεν διαζωγραφοῦντα. «Στολισμὸς γὰρ ἀνδρός, φησίν, καὶ γέλως ὀδόντων καὶ βῆμα ποδὸς ἀναγγελεῖ τὰ περὶ αὐτοῦ.» Εἰ γὰρ μὴ μεθ' ὑπερβολῆς τοὺς γεώδεις τῆς βιωτικῆς φαντασίας λογισμοὺς χαμαὶ ἔρριψας καὶ κατεπάτησας, οὐκ ἂν εἰς τοσοῦτον ἐξεπήδησας ὑπεροψίας αὐτῶν, οὐκ ἂν οὕτω κατὰ κράτος τὴν χαλεπωτάτην ἁμαρτίαν ταύτην ἐνίκησάς τε καὶ ἀπήλασας. Ἀλλὰ μηδεὶς ὑπερβολὴν καταγινωσκέτω τοῦ λόγου, εἰ χαλεπωτάτην ταύτην ἁμαρτίαν ἐκάλεσα. Εἰ γὰρ ἐπὶ τῶν βιωτικῶν καὶ Ἑβραίων γυναικῶν καὶ ἐν ἐκείνῳ τῷ καιρῷ τοσαύτην ἔφερε τὴν κόλασιν τὸ πλημμέλημα, ἐπὶ τῶν ὀφειλουσῶν τὸ πολίτευμα ἔχειν ἐν οὐρανοῖς καὶ ἀγγελικὸν μιμεῖσθαι βίον καὶ ἐν χάριτι πολιτευομένων, τίνα ἂν σχοίη συγγνώμην τὸ αὐτὸ τοῦτο τολμώμενον μετὰ πλείονος τῆς ὑπερβολῆς; Ὅταν γὰρ ἴδῃς παρθένον