1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

17

Ἐπειδὴ γὰρ ὡς τὰ πολλὰ τῶν ἀνθρώπων οἱ πλείους οὐχ οὕτω τῇ τῶν χρηστῶν ἐπαγγελίᾳ, ὡς τῷ φόβῳ τῶν λυπηρῶν πρὸς τὴν ἀρετὴν ἕλκονται, ἑκατέρωθεν αὐτοὺς ἐπισπᾶται. ∆ιὰ τοῦτο καὶ ὁ Θεὸς οὐ βασιλείαν ἐπηγγείλατο μόνον, ἀλλὰ καὶ γέενναν ἠπείλησε· καὶ οἱ προφῆται δὲ τοῖς Ἰουδαίοις οὕτω διελέγοντο, τὰ κακὰ τοῖς ἀγαθοῖς ἀναμιγνύντες διηνεκῶς. ∆ιὰ τοῦτο καὶ ὁ Παῦλος οὕτω ποικίλλει τὸν λόγον, οὐ μὴν ἁπλῶς, ἀλλὰ τὰ χρηστὰ τίθησι πρῶτον, καὶ μετὰ ταῦτα τὰ λυπηρὰ, δεικνὺς ὅτι ἐκεῖνα μὲν τῆς προηγουμένης τοῦ Θεοῦ γνώμης ἐστὶ, ταῦτα δὲ τῆς τῶν ῥᾳθυμούντων πονηρίας. Οὕτω καὶ ὁ προφήτης πρῶτον τὰ ἀγαθὰ τίθησι, λέγων· Ἐὰν θέλητε καὶ εἰσακούσητέ μου, τὰ ἀγαθὰ τῆς γῆς φάγεσθε· ἐὰν δὲ μὴ θελήσητε, καὶ μὴ εἰσακούσητέ μου, μάχαιρα ὑμᾶς κατέδεται. Οὕτω καὶ ἐνταῦθα προάγει τὸν λόγον ὁ Παῦλος. Σκόπει δέ· Ἦλθε φέρων ὁ Χριστὸς ἄφεσιν, φησὶ, δικαιοσύνην, ζωήν· καὶ οὐχ ἁπλῶς, ἀλλὰ διὰ σταυροῦ φέρει· ὃ δὴ μέγιστον καὶ θαυμαστὸν, οὐχ ὅτι τοιαῦτα ἐχαρίσατο μόνον, ἀλλ' ὅτι καὶ τοιαῦτα ἔπαθεν. Ἂν τοίνυν ὑβρίσητε εἰς τὰς δωρεὰς, τότε ἀναμενεῖτε τὰ λυπηρά. Καὶ ὅρα πῶς ἐπαίρει τὸν λόγον. Ἀποκαλύπτεται γὰρ, φησὶν, ὀργὴ Θεοῦ ἀπ' οὐρανοῦ. Πόθεν τοῦτο δῆλον; Ἂν μὲν ὁ πιστὸς λέγῃ, τοῦ Χριστοῦ τὰς ἀποφάσεις ἐροῦμεν· ἂν δὲ ὁ ἄπιστος καὶ ὁ Ἕλλην, ἀπὸ τῶν ἑξῆς αὐτὸν ὁ Παῦλος ἐπιστομίζει τῶν περὶ τῆς κρίσεως τοῦ Θεοῦ λόγων, ἐκ τῶν ὑπ' ἐκείνων γινομένων ἀπόδειξιν ἀναντίῤῥητον εἰσάγων· ὃ δὴ καὶ ἔστι μάλιστα παραδοξότατον, ὅταν τοὺς ἀντιλέγοντας αὐτῇ τῇ ἀληθείᾳ, δι' ὧν ποιοῦσι καθ' ἑκάστην ἢ καὶ λέγουσι, συνισταμένους αὐτοὺς ἀποφαίνει τοῖς τῆς ἀληθείας δόγμασιν. Ἀλλὰ ταῦτα μὲν ἐν τοῖς ἑξῆς, τέως δὲ τῶν προκειμένων ἐχώμεθα. Ἀποκαλύπτεται γὰρ ὀργὴ Θεοῦ ἀπ' οὐρανοῦ. Καίτοι καὶ ἐνταῦθα πολλάκις τοῦτο γίνεται, οἷον ἐν λιμοῖς καὶ λοιμοῖς καὶ πολέμοις· καὶ γὰρ ἰδίᾳ ἕκαστος, καὶ κοινῇ πάντες κολάζονται. Τί οὖν τὸ ξένον τότε; Ὅτι καὶ μείζων ἡ κόλασις καὶ κοινὴ καὶ οὐκ ἐπὶ τοῖς αὐτοῖς· νῦν μὲν γὰρ πρὸς διόρθωσιν τὰ γινόμενα, τότε δὲ πρὸς τιμωρίαν· ὅπερ καὶ ὁ Παῦλος δηλῶν ἔλεγεν, ὅτι Παιδευόμεθα νῦν, ἵνα μὴ σὺν τῷ κόσμῳ κατακριθῶμεν. Καὶ νῦν μὲν οὐ διὰ τὴν ἄνωθεν ὀργὴν πολλοῖς δοκεῖ τὰ πολλὰ γίνεσθαι, ἀλλὰ δι' ἀνθρώπων ἐπήρειαν· τότε δὲ φανερὰ ἔσται ἡ παρὰ τοῦ Θεοῦ κόλασις, ὅταν καθήμενος ἐπὶ τοῦ φοβεροῦ βήματος ὁ κριτὴς, τοὺς μὲν ἐπὶ τὰς καμίνους ἕλκεσθαι κελεύῃ, τοὺς δὲ ἐπὶ τὸ σκότος τὸ ἐξώτερον, τοὺς δὲ ἐπ' ἄλλας ἀπαραιτήτους καὶ ἀφορήτους κολάσεις. Καὶ τίνος ἕνεκεν οὐχ οὕτως εἶπε σαφῶς, οἷον ὅτι ὁ Υἱὸς τοῦ Θεοῦ μέλλει παραγίνεσθαι μετὰ μυρίων ἀγγέλων, καὶ τὰς εὐθύνας ἀπαιτεῖν ἕκαστον, ἀλλ' ὅτι Ἀποκαλύπτεται ὀργὴ Θεοῦ; Τῶν νεοφύτων ἦσαν οἱ ἀκούοντες ἔτι· διὰ τοῦτο ἀπὸ τῶν σφόδρα ὡμολογημένων παρ' αὐτοῖς πρῶτον αὐτοὺς ἐπισπᾶται. Χωρὶς δὲ τῶν εἰρημένων, καὶ πρὸς Ἕλληνας ἀποτείνεσθαί μοι 60.412 δοκεῖ· διὸ καὶ ἐντεῦθεν προοιμιάζεται· ὕστερον δὲ καὶ τὸν περὶ τῆς κρίσεως τοῦ Χριστοῦ λόγον εἰσάγει. Ἐπὶ πᾶσαν ἀσέβειαν καὶ ἀδικίαν ἀνθρώπων τῶν τὴν ἀλήθειαν ἐν ἀδικίᾳ κατεχόντων. Ἐνταῦθα δείκνυσιν, ὅτι πολλαὶ τῆς ἀσεβείας αἱ ὁδοὶ, ἡ δὲ τῆς ἀληθείας μία· καὶ γὰρ ποικίλον καὶ πολυειδὲς καὶ συγκεχυμένον ἡ πλάνη, ἡ δὲ ἀλήθεια μία. Εἰπὼν δὲ περὶ δογμάτων, λέγει καὶ περὶ βίου, ἀδικίαν ἀνθρώπων εἰπών. Καὶ γὰρ αἱ ἀδικίαι ποικίλαι· καὶ ἡ μὲν περὶ χρήματα γίνεται, οἷον ὅταν τις ἐν τούτοις ἀδικῇ τὸν πλησίον· ἡ δὲ περὶ γυναῖκας, ὅταν τις ἀφεὶς τὴν ἑαυτοῦ, τὸν ἑτέρου διορύττῃ γάμον· καὶ γὰρ καὶ τοῦτο πλεονεξίαν ὁ Παῦλος καλεῖ, οὕτω λέγων· Τὸ μὴ ὑπερβαίνειν καὶ πλεονεκτεῖν ἐν τῷ πράγματι τὸν ἀδελφόν. Ἕτεροι πάλιν, ἀντὶ γυναικὸς καὶ χρημάτων, δόξαν λυμαίνονται τὴν τοῦ πλησίον· καὶ τοῦτο δὲ ἀδικία· καὶ γὰρ Κρεῖσσον ὄνομα καλὸν, ἢ πλοῦτος πολύς. Τινὲς δέ φασιν, ὅτι καὶ τοῦτο περὶ δογμάτων εἴρηται τῷ Παύλῳ· πλὴν οὐδὲν κωλύει περὶ ἀμφοτέρων εἰρῆσθαι. Τί δέ ἐστι, Τὴν ἀλήθειαν ἐν ἀδικίᾳ κατεχόντων, διὰ τῶν ἑξῆς μάνθανε. Ὅτι τὸ γνωστὸν τοῦ Θεοῦ φανερόν ἐστιν ἐν αὐτοῖς· ὁ Θεὸς γὰρ αὐτοῖς ἐφανέρωσεν. Ἀλλὰ ταύτην τὴν