1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

17

τὴν θυγατέρα τοῦ κατακριθέντος τυφλότητι, μονήρη βίον προσηκαμένην, πρὸς τὰ ἀνάκτορα εἰς γαμετὴν μετηγάγετο, καὶ τὸν εὐαγῆ Μεθόδιον ἀδίκως τιμωρησάμενος καθ' εἱρκτὴν ἐφυλάκισεν περὶ τὴν νῆσον Ἀνδρέου τοῦ ἀποστόλου, καθ' ἣν ὁ Ἀκρίτας ἐγγειτονῶν ἐμφανίζεται, οὗ ἀντικρὺ καταπρῆσαι τοῦτον οἰόμενος. Εὐθύμιον τὸν μητροπόλεως Σαρδιανῶν ἐξηγούμενον Θεόφιλος βουνεύροις χαλεπῶς ἐθανάτωσεν. 2.15 Ἐπεβίω μὲν Μιχαὴλ τῇ βασιλείᾳ ἔτη ηʹ πρὸς ἐννέα μησίν, ἀπεβίω δὲ τῷ δυσουρίας νοσήματι ἐμπεσὼν ἐκ νεφρίτιδος ἐπιθέσεως. 3.t <ΒΑΣΙΛΕΙΩΝ Γ> ΠΕΡΙ ΘΕΟΦΙΛΟΥ ΥΙΟΥ ΜΙΧΑΗΛ 3.1 Ὁ δὲ Θεόφιλος τὴν πατρῴαν ἀρχὴν κληρωσάμενος ἐν ἔτει ϛτληʹ, ἰνδικτιῶνος ηʹ, ποιεῖται κατὰ Μαγναύραν σελέντιον, πάντας ἐκεῖσε χωρεῖν ὁμοθυμαδὸν προτρεψάμενος, καὶ στὰς εἰς μέσον ἐδημηγόρησεν· ἐπειδήπερ ὁ ἐμὸς πατὴρ καὶ ὑμῶν βασιλεύς, ὦ ἱερὰ σύγκλητος, ὅρκοις με διεβεβαιώκει φρικτοῖς ἀποιχόμενος, τοῖς συνηγωνισμένοις αὐτῷ εἰς τὸ κατὰ Λέοντος νεανίευμα τῆς ἀγωνίας παρασχεῖν ἄξια, οὐ μεθήσειν τῆς ἐντολῆς οὐδαμῶς προτεθύμημαι. τούτων παρρησιασαμένων τῷ βασιλεῖ καὶ τῇ παρεστώσῃ συγκλήτῳ, διαρρήδην αὐτὸς ἐγκελεύεται τῷ ἐπάρχῳ· ὅπερ ὁ νόμος θεσπίζει ἐπὶ τοῖς ἀνθρωπίνου φόνου μὴ εὐλαβουμένοις, τοῦτο δρᾶν διανάστηθι, ἄλλως τε πρὸς αὐτὸν βασιλέα, ᾧ χρῖσις παρὰ θεοῦ τῆς βασιλείας ἐπιβραβεύεται. καὶ τὸ θεσπισθὲν ἑτοίμως ἐξείργασται. 3.2 Ἐγκρατὴς δὲ τῶν σκήπτρων Θεόφιλος γεγονὼς ὅλως αὐτὸς κατ' Ἀγαρηνῶν ἐκστρατεύειν ἐπείγεται, πολυανδρίᾳ θαρρῶν καὶ ἀριστέων ἀνδρῶν ἐπισυλλογῇ. καὶ γὰρ εἶχεν μεθ' ἑαυτοῦ καὶ Μανουὴλ τὸν γεννάδαν τὸν ἐξ Ἀρμενίων, οὗ κλέος τῆς ἀνδρείας κατὰ πᾶσαν Συρίαν καὶ Ῥωμαϊκὴν ἐπικράτειαν, πολλῷ δὲ μεῖζον καὶ εὐσεβείας, καθὰ ἡ τῶν πραγμάτων παραδηλώσει ἀλήθεια, σὺν αὐτῷ καὶ τὸν ἐκ Περσίδος Θεόφοβον, ἄνδρα θεοσεβῆ καὶ πολλῆς ἐχόμενον ἀρρενωποῦ καὶ παλαιᾶς λογιότητος, ὡς πάλαι Μωυσῆς Ἰησοῦν τοῦ Ναυὴ καὶ Χάλεβ τοὺς γενναιόφρονας, κἂν τούτοις τῇ καθ' ἡμᾶς εὐσεβείᾳ οὐ θεοφιλῶς ἐπεκέχρητο· δι' ὧν ποτὲ μὲν τῶν ἐξ Ἄγαρ κατίσχυεν, ποτὲ δὲ τῶν δυστυχημάτων ἀντείχετο, ἀφράστοις θεοῦ προμηθεύσεσι τοῦ πάντα σοφῶς διϊθύνοντος. ὅθεν τῶν Ἀγαρηνῶν ποτε περιγεγονότων τοῦ βασιλέως, ἐπείπερ νίκη θεοῦ ἐν γούνασι κεῖται, καθάπερ ὁ ποιητὴς ἀπεφήνατο, μόλις παρ' αὐτῶν διασέσῳστο, εἰ καὶ πολλοὶ τῶν Περσῶν διά γε τὰς ἥττας τοῖς Ἀγαρηνοῖς προσετίθεντο, κἂν ἐπαλινόστουν τῷ ἄνακτι, αὐτὸς ὁπηνίκα πρὸς ἀντιπάλους ἐξῄει, οὐχ ἥκιστα τῷ στέργειν αὐτοὺς τὸν Θεόφοβον. 3.3 Τοιαύτη δὲ ἡ κατὰ τοῦτον ἀπὸ διαφόρων κατὰ διαδοχὴν διάφορος κατά τι πάντως ἀπομνημόνευσις, ὡς τοῖς ἱστοροῦσι πρὸς ἀκριβολογίαν ἐξείθιστο. ἐπειδὴ τὰ ἐγκόσμια πάντως κατὰ ῥοὴν καὶ ἀπορροὴν καθεστήκεσαν, καὶ διαφθοραὶ φύλων αἰτίαις τισὶ κατὰ διασπορὰς παρυφίστανται, ὅθεν καὶ τοῦ Περσικοῦ ἔθνους, πάλαι μὲν τὸν σκηνίτην βίον περιπεποιημένου καὶ δέρρεσι κατὰ περιστολὴν τὴν ἀπορίαν ἢ τὸ γενναῖον ἐπιδεικνυμένου, ἔτι δὲ <καὶ> ταῖς ἀνδραγαθίαις πολλῶν ἐθνῶν κυριεύσαντος, καὶ εἰς παροινίαν ἐξ εὐτυχίας ἀρθέντος, καὶ μετὰ τοῦτο τὰ μέγιστα δυστυχήσαντος καὶ διανεμηθέντος, οἷα τοῖς Ἰουδαίοις καὶ ἑτέροις συμβέβηκεν ἔθνεσιν. ἐξείθιστο δὲ τοῖς Πέρσαις τοὺς ἑαυτῶν βασιλέας ἐκ βασιλείου φυλῆς ὑπέχειν ἀνάρρησιν· ἀλλὰ πολέμοις ἐν ἐπαλλήλοις καὶ ταῖς τῶν ἐξ ὁμογενῶν ἄλλαις ἐπαγωγαῖς κατὰ τὴν πατρίδα παντελῶς τῆς βασιλικῆς σειρᾶς ἐκλιπούσης, ἐν ἀμηχανίᾳ τε περὶ τούτου διατιθεμένων καὶ δι' ἐρεύνης ἐμμεριμνώντων, παρά τινος ἐδηλοποιήθη αὐτοῖς τῶν ποτε ὑπηρετησαμένων τινὶ τῶν κατὰ βασιλικοῦ γένους συνάφειαν πολλαχῶς εἰς πρεσβείαν ἡκόντων Κωνσταντίνου τῇ πόλει, ἐκεῖσέ γε τὸν εἰς ζήτησιν εὑρηκέναι, εἰ καὶ μὴ ἐκ νομίμων γάμων, ἀλλ' ὅμως γεννηθέντα τοῦ πρέσβεως. ὅθεν παρεισδύντων αὐτῇ τῶν περὶ τούτου διατεταγμένων κρύφα καταστοχάσασθαι, καὶ ἀναγνωρισάντων τὸν νεανίαν (συγκατῴκει γὰρ τῇ τεκούσῃ ἐν ταῖς κατὰ τὴν Ὀξείαν διατριβαῖς, αἳ τοῦ Βοοσπόρου καὶ τοῦ Κέρως Βύζης, θυγατρὸς