1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

17

παράπαν οὐκ ὠφε λήσουσιν ὑμᾶς λέγοντες, Ναὸς Κυρίου, ναὸς Κυρίου, ναὸς Κυρίου ἐστίν. Ἐξαπατῶντες γὰρ αὐτοὺς ἔλεγον, Πῶς δυνατόν τινα τοῦ θείου μὲν νεὼ περιγενέσθαι; Αὐτὸς δὲ αὐτοῖς παρεγγυᾷ μὴ τούτοις τοῖς λόγοις θαῤῥεῖν· ἀλλ' ἀσπάσασθαι τὴν ἐπὶ τὸ κρεῖττον τοῦ βίου μεταβολὴν, καὶ κρίσεις φοβεῖσθαι, καὶ κηδεμονίας ἀξιῶσαι τοὺς ταύτης δεο μένους, καὶ παύσασθαι τῆς προτέρας μιαιφονίας, καὶ τῆς τῶν εἰδώλων θεραπείας. Ταῦτα γὰρ, φησὶ, ποιοῦντες, οὐκ ἔσεσθε μέτοικοι, ἀλλ' ἐπὶ τῆς πα τρῴας μενεῖτε γῆς. Τἀναντία δὲ τολμῶντες, καὶ διὰ πάσης παρανομίας ὁδεύοντες, τρυγήσετε καταλλή λους τῶν ἐπιτηδευμάτων καρπούς· οὐ γὰρ εἰς τὴν ψευδῆ μεταμέλειαν ἀποβλέπω, ἀλλ' οὐδὲ τῶν ψευδῶν ἀνέχομαι λόγων· ὁρῶ γὰρ ἅπαντα τὰ γινόμενα. "Ἰδοὺ γὰρ, φησὶν, ἐγὼ ἑώρακα, λέγει Κύριος." Οὐκ ἀνέξομαι δὲ οὐδὲ τὸν ἀφιερωμένον μοι οἶκον λῃστῶν εἶναι καταγώγιον. Εἶτα ἀπὸ τῶν γεγενημένων πι στοῦται τὰ εἰρημένα. ιβʹ. Ὅτι πορεύθητε εἰς τὸν οἶκόν μου τὸν ἐν Σιλὼμ, οὗ κατεσκήνωσα τὸ ὄνομά μου ἐκεῖ ἔμπροσθεν, καὶ ἴδετε ἃ ἐποίησα αὐτῷ ἀπὸ προσ ώπου κακίας λαοῦ μου Ἰσραήλ. Ὁ Σιλὼμ χωρίον ἐστὶν ἐν ταῖς δέκα φυλαῖς διακείμενον· τῶν δὲ Ἀσσυρίων ἐπιστρατευσάντων ἐκείναις, ἠφανίσθη καὶ τοῦτο. Παρακελεύεται τοίνυν ὁ ∆εσπότης, μὴ τῷ ναῷ θαῤῥεῖν, ἀλλὰ τῇ κατὰ νόμον ζωῇ. Οὗ δὴ χάριν ἐπάγει, ὅτι καὶ ὁ οἶκος τὰ αὐτὰ πείσεται καὶ αὐτοὶ τὴν τῶν ἀδελφῶν αὑτῶν δέξονται τιμωρίαν. ιεʹ. Ἀποῤῥίψω γὰρ ὑμᾶς ἀπὸ προσώπου μου, καθὼς ἀπέῤῥιψα τοὺς ἀδελφοὺς ὑμῶν, ἅπαν τὸ σπέρμα τῶν υἱῶν Ἰσραήλ. Ἀπαγορεύει δὲ καὶ τῷ 81.552 προφήτῃ μηδεμίαν ὑπὲρ αὐτῶν πρεσβείαν προσενεγ κεῖν. "Οὐ γὰρ ἀκούσομαί σου, φησί" Καὶ διδά σκων, ὡς δικαίως αὐτοὺς ἀποστρέφεται, ἐπ ήγαγεν· ιζʹ, ιηʹ. Ἦ οὐχ ὁρᾷς, τί οὗτοι ποιοῦσιν ἐν ταῖς πόλεσιν Ἰούδα, καὶ ἐν ταῖς διόδοις Ἱερουσαλήμ; Οἱ υἱοὶ αὐτῶν συλλέγουσι ξύλα, καὶ οἱ πατέρες αὐτῶν καίουσι πῦρ, καὶ αἱ γυναῖκες αὐ τῶν τρίβουσι στέαρ, τοῦ ποιῆσαι χαυῶνας τῇ στρατιᾷ τοῦ οὐρανοῦ· καὶ ἔσπεισαν σπονδὰς θεοῖς ἑτέροις, ἵνα παροργίσωσί με. Οἳ ἔνδον εἶχον ἀσταφίδας, καὶ φοίνικας, καὶ ἕτερά τινα τοιαῦτα, ταῦτα δὲ τοῖς εἰδώλοις προσέφερον. Περὶ τούτων δὲ καὶ δι' ἑτέρου προφήτου φησί· "Καὶ ἐφίλουν πέμματα μετὰ σταφίδων." Λέγει τοίνυν τῷ προφήτῃ, Μὴ δυσχεράνῃς, ὡς μὴ πείθων με τῇ πρεσβείᾳ. Σοῦ γὰρ ἀντιβολοῦντος ἐκεῖνοι παροξύνουσι πανδημεὶ τῆς τῶν δαιμόνων θεραπείας φροντίζοντες. Ἔπειτα δείκνυσιν, ὡς αὐτὸς μὲν οὐδεμίαν ἐκ τῆς τούτων παρανομίας δέχεται βλάβην, αὐτοὶ δὲ διὰ ταύτης ἐπισπῶνται τὸν ὄλεθρον. Καί φησι· ιθʹ. Μὴ ἐμὲ παροργίζουσι, λέγει Κύριος, οὐχὶ ἑαυτοὺς, ὅπως καταισχυνθῇ τὰ πρόσωπα αὐτῶν; Λέγει δὲ καὶ τῆς αἰσχύνης τὸν τρόπον· ἀπειλεῖ γὰρ, οὐ μόνον ἀνθρώπων ὄλεθρον, ἀλλὰ καὶ κτηνῶν, καὶ φυτῶν διαφθορὰν, καὶ γῆς ἐρημίαν· ἀπαγορεύει δὲ καὶ τὴν κατὰ νόμον λατρείαν. καʹ, κβʹ, κγʹ. Τάδε λέγει Κύριος τῶν δυνάμεων, ὁ Θεὸς Ἰσραήλ· Τὰ ὁλοκαυτώματα ὑμῶν συναγά γετε μετὰ τῶν θυσιῶν ὑμῶν, καὶ φάγετε κρέα. Ὅτι οὐκ ἐλάλησα πρὸς τοὺς πατέρας ὑμῶν, οὐδὲ ἐνετειλάμην αὐτοῖς ἐν ἡμέρᾳ ᾗ ἀνήγαγον αὐτοὺς ἐκ γῆς Αἰγύπτου, περὶ λόγου ὁλοκαυτωμάτων, καὶ θυσιῶν. Ἀλλ' ἢ τὸ ῥῆμα τοῦτο ἐνετειλάμην αὐτοῖς, λέγων· Ἀκούσατε τῆς φωνῆς μου, καὶ ἔσομαι ὑμῖν εἰς Θεὸν, καὶ ὑμεῖς ἔσεσθέ μοι εἰς λαὸν, καὶ πορεύσεσθε ἐν πάσαις ταῖς ὁδοῖς μου, αἷς ἐντέλλομαι ὑμῖν, ὅπως ἂν εὖ ᾖ ὑμῖν. ∆έδεικται δὲ καὶ διὰ τούτων, ὡς τοῦ νόμου τὰ πε ριττὰ προσετέθη διὰ τὴν τῶν Ἰουδαίων ἀσθένειαν. Ἐπειδὴ γὰρ ἔμαθον ἐν Αἰγύπτῳ θύειν εἰδώλοις, ἐκείνων αὐτοὺς ἀποστῆσαι βουλόμενος (διὰ πάντων γὰρ αὐτὰ ἐκβάλλει τῶν προφητῶν ἀλλὰ) τῇ τούτων ἀσθενείᾳ συγκαταβαίνων, τὸ, "Φάγετε κρέα, φησὶν, ἀντὶ τοῦ, Καὶ τὰς θυσίας ἐκβάλλων, οὐ κωλύσω ὑμᾶς μεταλαμβάνειν κρεῶν. Καὶ γὰρ ἐν τῷ 81.553 νόμῳ διαγορεύει, τοὺς βουλομένους ἐν ταῖς ἑαυτῶν πόλεσιν ἢ κώμαις κρεῶν