1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

18

ἀνόμοιος· εἴγε τὸ μὲν μέρος αὐτοῦ ἀγέννητον, τὸ δὲ ἄλλο μή. Εἰ δὲ ὅλη ἡ φύσις ἀγέννητος, καθόλου δὲ μείζων ὁ Πατὴρ, εὐθὺς ἐπὶ τὴν παραλλαγὴν τῆς οὐσίας ὅλως ἐκπίπτει. Εἰ γὰρ ἡ οὐ σία ὅλη ἀγέννητος, καὶ οὐδὲν ἐπ' αὐτῇ μέρος γεννη 28.1169 τὸν, κατὰ δὲ τὸ ἀγέννητον ἀνόμοιος, καθ' ὅλην ἄρα τὴν οὐσίαν ἀνόμοιος. Πῶς οὖν λέγεις, πλὴν τῆς ἀγεν νησίας, ἐν δὲ τῷ γεννητῷ ἔχει τὴν ὑπεροχὴν κατὰ τοῦ Υἱοῦ; Τὸ δὲ ἀγέννητον οὐδὲν ἔσται τοῦ Υἱοῦ μεῖ ζον, ὅπερ ἔξω φασὶ τῆς οὐσίας τοῦ Πατρός. Εἰ δὲ ἡ ὑπεροχὴ ἔξω τῆς οὐσίας τοῦ Πατρὸς, ἡ ἰσότης ἐν τῇ οὐσίᾳ ἐστί. Μεῖζον δέ ἐστι τὸ ἀγέννητον τοῦ Υἱοῦ, ὅπερ πᾶσιν οὐδέν· καὶ τὸ ἴσον ἐν τῷ Υἱῷ ἔσται, ἐκεῖνο μὲν ἀγέννητον, ταῦτα δὲ γεννητά. Ὀρθ. Ἁρπάζειν δεῖ οὐ τὰ ἄγραφα, ἀλλὰ τὴν τῶν οὐρανῶν βασιλείαν. Τί οὖν σὺ ἁρπάζεις ὃ οὔτε ἡ Γραφή σοι δίδωσιν, οὔτε ἡμεῖς; Οὐδεὶς γὰρ ἡμῶν σοι δίδωσι κατὰ τὸ ἀγέννητον μείζονα τὸν Πατέρα. Οὐδὲ γὰρ ὁ Υἱὸς εἶπεν· Ὁ ἀγέννητος μείζων μού ἐστιν, ἀλλ' ὁ Πατὴρ, πρὸς ὃν πορεύεσθαι ἔμελλε. Λέγει γὰρ οὕ τως· «Εἰ γὰρ ἠγαπᾶτέ με, ἐχάρητε ἂν, ὅτι εἶπον, Πορεύομαι πρὸς τὸν Πατέρα· ὁ γὰρ Πατήρ μου μεί ζων μού ἐστι.» Πορεύεται δὲ, ὡς μορφὴν δούλου λαβών· ὡς δὲ Θεὸς, ἐν αὐτῷ τὸν Πατέρα ἔχει, λέ γων· «Ἐγὼ ἐν τῷ Πατρὶ, καὶ ὁ Πατὴρ ἐν ἐμοὶ,» καὶ, «Ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν· ὁ ἑωρακὼς ἐμὲ ἑώρακε τὸν Πατέρα. Ὁ Πατὴρ ὁ ἐν ἐμοὶ μένων ποιεῖ τὰ ἔργα αὐτός.» Μὴ οὖν ἐπίσπειρε ζιζάνια τῷ ἀγρῷ τῆς θείας Γραφῆς, τὸ ἀγέννητον καὶ τὸ ἀν όμοιον· ἀλλ' εἰ θέλεις φιλοσοφεῖν ταῦτα τὰ ῥήματα, ἐπὶ τοῦ ἀφθάρτου καὶ ἀθανάτου φιλοσόφει· ταῦτα γάρ εἰσι σπέρματα τοῦ ἀγροῦ τῆς Γραφῆς· οἷον, Εἰ ἔστι τὸ ἀθάνατον, ἢ ὅλον ἐστὶ τοῦτο ἢ μέρος. Ἀλλ' εἰ μὲν μέρος, πάλιν ἑαυτῷ ἔσται ἀνόμοιος, εἴ γε τὸ μὲν μέρος αὐτοῦ ἀθάνατον, τὰ δὲ ἄλλα μή. Εἰ δὲ ὅλη ἡ φύσις ἀθάνατος καὶ ἄφθαρτος, καθόλου δὲ ἀθάνατος ὁ Πατὴρ καὶ ἄφθαρτος, καὶ ὁ Υἱὸς εὐθὺς ἐπὶ τὸ ταυ τὸν τῆς οὐσίας ὅλον εὑρεθήσεται. Εἰ γὰρ ἡ οὐσία ὅλη ἀθάνατος καὶ ἄφθαρτος, καὶ οὐδὲν ἐν αὐτῇ μέρος ἐναντίον, καθ' ὅλην ἄρα τὴν οὐσίαν ἡ ταυτότης. Πῶς οὖν τολμᾷ τις λέγειν ἀνόμοιον; Λέγετε τῆς ἐνεργείας, φασὶν, εἰκόνα. Εἰ δὲ ἐνέργεια ταυτὸν τῇ οὐσίᾳ, τῆς ἄρα οὐσίας ἔσται εἰκὼν ὁ Υἱός. Ἐρωτῶμεν τοίνυν· Ἐγέννησεν ἢ οὔ; Φασὶ, ναί. Ἐκ τῆς οὐσίας, ἢ ἐκ τῆς θελήσεως; Οὐκ ἐκ τῆς οὐσίας, φησὶν, ἀλλ' ἐκ τῆς βουλήσεως· ἄλλο γὰρ λέ γεις αὐτὸς τὴν ἀγαθότητα καὶ τὴν βούλησιν παρὰ τὴν οὐσίαν, ἢ τὴν αὐτήν. Εἰ μὲν οὖν τὴν αὐτὴν λέ γεις, ἐκ δὲ τῆς θελήσεως καὶ τῆς ἀγαθότητος ἐγέννησεν, ἀλλ' ὡς ὁμοούσιον λέγεις τῷ Πατρὶ τὸν Υἱόν· ὅπερ οὐ βούλει. Λέγεις δὲ, ὅτι καὶ τὰ πάντα ἐκ τῆς βουλήσεως τοῦ Θεοῦ ἐγένετο διὰ Υἱοῦ. Εἰ δὲ θέλησις ταυτὸν τῇ οὐσίᾳ, ὁμοούσια ἔσται τὰ πάντα τῷ Θεῷ, εἴτε ἑρπετὰ, εἴτε νηκτὰ, καὶ τὰ λοιπὰ πάντα· «Πάντα γὰρ ὅσα ἠθέλησεν, ἐποίησεν ἐν τῷ οὐρανῷ καὶ ἐν τῇ γῇ·» οὕτως ἄρα, καὶ τῆς ἐνερ γείας εἰκὼν ὢν, ἐξ ὧν αὐτὸς λέγεις, οὐχὶ καὶ 28.1172 τῆς οὐσίας ἐστὶν ἀπαράλλακτος; Εἰ μὲν οὖν τοὺς ἑαυτοῦ διατρέπειν ὁμοδόξους ἐπιχειρεῖς, συνήγαγες· εἰ δὲ τὸν ἀληθῆ λόγον, οὐδὲ ἀκροατὴς γε γενῆσθαι τούτου φαίνῃ μοι. Ὅτι γὰρ τῆς οὐσίας εἰ κὼν ὁ Υἱὸς, ὁ Ἀπόστολος εἶπεν· «Ὃς ὢν ἀπαύγασμα τῆς δόξης, καὶ χαρακτὴρ τῆς ὑποστάσεως.» Τὸ γὰρ χαρακτὴρ τῆς ὑποστάσεως οὐδὲν ἄλλο ἐστὶν ἀλλ' ἡ εἰκὼν τῆς οὐσίας. Καὶ ὅτι οὐκ ἔστι ταυτὸν ἡ θέλησις καὶ ἡ οὐσία, ἡμῶν οὗτος ὁ λόγος. ∆ιὰ γὰρ τοῦτο τὸν μὲν Υἱὸν γέννημα τῆς οὐσίας λέγομεν εἶ ναι, ἑαυτοὺς δὲ τῆς θελήσεως. Ἔστιν δὲ καὶ κατὰ σὲ οὐ ταυτὸν τῇ οὐσίᾳ ἡ θέλησις· ἡ δὲ οὐσία οὔτε ἤρξατο, οὔτε παύεται. Οὔτε ἄρα ἤρξατο ἡ εἰκὼν, οὔτε ἐπαύσατο. Ἡ δὲ θέλησις καὶ ἄρχεται καὶ παύε ται. Τοὺς τοίνυν λέγοντας ταυτὸν εἶναι τῇ οὐσίᾳ τὴν θέλησιν, ἐκείνους ἔχε. Ἡμεῖς γὰρ καὶ βουλόμεθα, καὶ ὁμολογοῦμεν, καὶ πιστεύομεν ὁμοούσιον εἶναι τῷ Πατρὶ τὸν Υἱόν. ∆ιὰ γὰρ τοῦτο καὶ μονογενῆ αὐτὸν εἶναι πιστεύομεν· ὅτι μόνος αὐτὸς ἐκ τῆς οὐσίας γε γέννηται, καθὼς προείρηται· οἱ δὲ ἄλλοι πάντες ἐκ τῆς θελήσεως. Ὁμοούσιον δὲ λέγοντες τῷ Πατρὶ τὸν Υἱὸν, οὐκ αὐτὸν ἑαυτῷ λέγομεν ὁμοούσιον· οὐδεὶς γὰρ αὐτὸς