18
πλασματώδη ὑποτιθεμένων κατὰ τὸν λόγον· οὐδὲ ἀπαιτήσει ἡμᾶς εὐθύνας, ἐπὶ τίνος ἡ τῶν ὑδάτων ἥδραστο φύσις. Ὧ γὰρ λόγῳ τὴν γῆν βαρυτέραν οὖσαν τοῦ ὕδατος ἀπαιωροῦσι τοῦ μέσου τῶν ἐσχάτων ἀπάγοντες, τῷ αὐτῷ δήπου πάντως καὶ τὸ μυρίον ὕδωρ ἐκεῖνο, διά τε τὴν κατὰ φύσιν ἐπὶ τὸ κάτω φορὰν, καὶ διὰ τὴν πανταχόθεν ἰσορροπίαν, περὶ τὴν γῆν ἀτρεμεῖν συγχω ρήσουσιν. Οὐκοῦν ἄπλετος ἡ τοῦ ὕδατος φύσις τῇ γῇ περιεκέ χυτο, οὐχὶ συμμέτρως ἔχουσα πρὸς αὐτὴν, ἀλλ' εἰς τὸ πολλαπλάσιον ὑπερβάλλουσα, οὕτως ἐξ ἀρχῆς τοῦ μεγάλου τεχνίτου προβλεψαμένου τὸ μέλλον, καὶ διὰ τὴν ἐφεξῆς χρείαν τὰ πρῶτα διαθεμένου. Τίς οὖν χρεία τοῦ ἀμύθητον ὅσον ὑπερβάλλειν τὸ ὕδωρ; Ἐπειδὴ ἀναγκαία τῷ παντὶ τοῦ πυρὸς ἡ οὐσία, οὐ μόνον πρὸς τὴν τῶν περιγείων οἰκονομίαν, ἀλλὰ καὶ πρὸς τὴν συμπλήρωσιν τοῦ παντός. Κολοβὸν γὰρ ἂν ἦν τὸ ὅλον ἑνὶ τῷ μεγίστῳ καὶ καιριωτάτῳ πάντων ἐλλεῖπον. Ἀντικείμενα δὲ ταῦτα ἀλλήλοις, καὶ φθαρτικὸν ἕτερον τοῦ ἑτέρου· πῦρ μὲν τοῦ ὕδατος, ὅταν ἐπικρατῇ δυνάμει· ὕδωρ δὲ πυρὸς, ὅταν ὑπερβάλλῃ τῷ πλήθει. Ἔδει δὲ μήτε στάσιν εἶναι πρὸς ἄλληλα, μήτε ἐν τῇ παντελεῖ τοῦ ἑτέρου ἐκλείψει ἀφορμὴν παρασχεθῆναι τῷ παντὶ πρὸς διάλυσιν. Τοσαύτην τοῦ ὑγροῦ τὴν φύσιν οἰκονομῶν τὸ πᾶν προαπέθετο, ὥστε μέχρι τῶν τεταγμένων ὅρων τῆς τοῦ κόσμου συστάσεως κατὰ μικρὸν τῇ δυνάμει τοῦ πυρὸς ἐξαναλισκόμενον ἀντισχεῖν. Ὁ τοίνυν ἅπαντα σταθμῷ καὶ μέτρῳ διαταξάμενος (ἀριθμηταὶ γὰρ αὐτῷ, κατὰ τὸν Ἰὼβ, καὶ σταγόνες εἰσὶν ὑετοῦ) ᾔδει πόσον τῷ κόσμῳ χρόνον ἀφώρισεν εἰς διαμονὴν, καὶ πόσην χρὴ τῷ πυρὶ προαποθέσθαι δαπάνην. Οὗτος ὁ λόγος τῆς τοῦ ὕδατος περιουσίας κατὰ τὴν κτίσιν. Ἀλλὰ μὴν τό γε τοῦ πυρὸς ἀναγκαῖον τῷ κόσμῳ, οὐδεὶς οὕτως ἔξω τοῦ βίου παντάπασιν, ὥστε τῆς ἐκ τοῦ λόγου διδασκαλίας προσδεῖσθαι· οὐ μόνον ὅτι αἱ συνεκτικαὶ τῆς ζωῆς ἡμῶν τέχναι τῆς ἐμπύρου ἐργασίας ἐπιδέονται πᾶσαι, ὑφαντικὴ, λέγω, καὶ σκυτοτομικὴ, καὶ οἰκοδομικὴ, καὶ γεωργία, ἀλλ' ὅτι οὔτε δένδρων βλάστησις, οὐ καρπῶν πέψις, οὐ ζῴων ἐγγείων ἢ τῶν ἐνύδρων γένεσις, οὐχ αἱ τούτων τροφαὶ ἢ ἐξ ἀρχῆς ἂν συνέστησαν, ἢ πρὸς χρόνον διήρκεσαν, τοῦ θερμοῦ μὴ παρόντος. Οὐκοῦν ἀναγκαία μὲν τοῦ θερμοῦ ἡ κτίσις διὰ τὴν τῶν γιγνομένων σύστασίν τε καὶ διαμονήν· ἀναγκαία δὲ τοῦ ὑγροῦ ἡ δαψίλεια διὰ τὸ ἄπαυστον εἶναι καὶ ἀπαραίτητον τοῦ πυρὸς τὴν δαπάνην. 3.6 Περίβλεψαι πᾶσαν τὴν κτίσιν, καὶ ὄψει τοῦ θερμοῦ τὴν δύναμιν τοῖς ἐν γενέσει καὶ φθορᾷ πᾶσιν ἐνδυναστεύουσαν. ∆ιὰ τοῦτο πολὺ τὸ ὕδωρ ὑπὲρ γῆς κεχυμένον, καὶ ὑπερέκεινα τῶν ὁρωμένων ἀπενεχθὲν, καὶ προσέτι παντὶ τῷ βάθει τῆς γῆς ἐνεσπαρμένον. Ὅθεν πηγῶν ἀφθονίαι, καὶ φρεάτων σύρροιαι, καὶ ποταμῶν ῥεύματα, χειμάρρων τε καὶ ἀεννάων, ὑπὲρ τοῦ ἐν πολλοῖς καὶ ποικίλοις ταμείοις διατηρεῖσθαι τὴν ὑγρασίαν. Ἐκ μέν γε τῆς ἕω, ἀπὸ μὲν χειμερινῶν τροπῶν ὁ Ἰνδὸς ῥεῖ ποταμὸς ῥεῦμα πάντων ποταμίων ὑδάτων πλεῖστον, ὡς οἱ τὰς περιόδους τῆς γῆς ἀναγράφοντες ἱστορήκασιν· ἀπὸ δὲ τῶν μέσων τῆς ἀνατολῆς ὅ τε Βάκτρος, καὶ ὁ Χοάσπης, καὶ ὁ Ἀράξης, ἀφ' οὗ καὶ ὁ Τάναϊς ἀποσχιζόμενος εἰς τὴν Μαιῶτιν ἔξεισι λίμνην. Καὶ πρὸς τούτοις ὁ Φάσις τῶν Καυκασίων ὀρῶν ἀπορρέων, καὶ μυρίοι ἕτεροι ἀπὸ τῶν ἀρκτῴων τόπων ἐπὶ τὸν Εὔξεινον Πόντον φέρονται. Ἀπὸ δὲ δυσμῶν τῶν θερινῶν ὑπὸ τὸ Πυρηναῖον ὄρος Ταρτησός τε καὶ Ἴστρος· ὧν ὁ μὲν ἐπὶ τὴν ἔξω Στηλῶν ἀφίεται θάλασσαν· ὁ δὲ Ἴστρος διὰ τῆς Εὐρώπης ῥέων, ἐπὶ τὸν Πόντον ἐκδίδωσι. Καὶ τί δεῖ τοὺς ἄλλους ἀπαριθμεῖσθαι οὓς αἱ Ῥιπαὶ γεννῶσι, τὰ ὑπὲρ τῆς ἐνδοτάτω Σκυθίας ὄρη; Ὧν ἐστὶ καὶ ὁ Ῥοδανὸς μετὰ μυρίων ἄλλων ποταμῶν, καὶ αὐτῶν ναυσιπόρων, οἳ τοὺς ἑσπερίους Γαλάτας καὶ Κελτοὺς, καὶ τοὺς προσεχεῖς αὐτοῖς βαρβάρους παραμειψάμενοι, ἐπὶ τὸ ἑσπέριον πάντες εἰσχέονται πέλαγος. Ἄλλοι ἐκ τῆς μεσημβρίας ἄνωθεν διὰ τῆς Αἰθιοπίας, οἱ μὲν ἐπὶ τὴν πρὸς ἡμᾶς ἔρχονται θάλασσαν· οἱ δὲ ἐπὶ τὴν ἔξω τῆς πλεομένης ἀποκενοῦνται· ὅ τε Αἰγὼν καὶ ὁ