1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

18

κατακλωμένην ἐν τοῖς ἱματίοις, σύρουσαν τοὺς χιτῶνας-ὅπερ ὁ προφήτης ἐνεκάλεσε-, διαθρυπτομένην ἐν τῇ βαδίσει, καὶ διὰ φωνῆς καὶ διὰ ὀμμάτων καὶ διὰ στολῆς τὸ δηλητήριον κεραννῦσαν ποτήριον τοῖς ἀκολάστως ὁρῶσι καὶ τὰ βάραθρα ἐπιπλεῖον ἀνασκάπτουσαν τοῖς παριοῦσι καὶ παγίδας τιθεῖσαν ἐντεῦθεν, πῶς ταύτην λοιπὸν προσερεῖς παρθένον, ἀλλ' οὐ μετὰ τῶν πορνευομένων αὐτὴν ἀριθμήσεις γυναικῶν; Οὐ γὰρ τοσοῦτον ἐκεῖναι δέλεαρ ὅσον αὗται γίνονται, πανταχόθεν ἀναπεταννῦσαι τῆς ἡδονῆς τὰ πτερά. ∆ιὰ ταῦτά σε μακαρίζομεν, διὰ ταῦτά σε θαυμάζομεν, ὅτι πάντων ἀπαλλαγεῖσα τούτων καὶ ἐν τούτῳ τὴν νέκρωσιν ἐπεδείξω τῷ μέρει, οὐχ ὡραϊζομένη, ἀλλὰ νεανιευομένη, οὐ καλλωπιζομένη, ἀλλ' ὁπλιζομένη. 8.10 Ἀλλ' ἐπειδὴ ἀπὸ τοῦ ὄνυχος τὸν λέοντα τέως ἐδείξαμεν καὶ τοῦτο ἐν μέρει· οὐδὲ γὰρ τοῦτο ὅλον ἐπῆλθόν σου κατόρθωμα· καθάπερ γὰρ ἔφθην εἰπών, εἰς τὰ ἄπειρα τῶν ἄλλων σου κατορθωμάτων δέδοικα εἰσελθεῖν πελάγη· ἄλλως δὲ οὐδὲ ἐγκώμιον προεθέμεθα νῦν εἰπεῖν τῆς ἁγίας σου ψυχῆς, ἀλλὰ παραμυθίας κατασκευάσαι φάρμακον· φέρε πάλιν ἀναλάβωμεν τὰ ἔμπροσθεν εἰρημένα. Τί δὲ ἔμπροσθεν εἰρήκαμεν; Ἀπαλλαγεῖσα τοῦ λογίζεσθαι τί ὁ δεῖνα ἥμαρτε καὶ τί ὁ δεῖνα ἐπλημμέλησεν, ἐννόει σου τοὺς ἄθλους διηνεκῶς τῆς καρτερίας, τῆς ὑπομονῆς, τῆς νηστείας, τῶν εὐχῶν, τῶν παννυχίδων τῶν ἱερῶν, τῆς ἐγκρατείας, τῆς ἐλεημοσύνης, τῆς φιλοξενίας, τῶν ποικίλων καὶ χαλεπῶν καὶ πυκνῶν πειρασμῶν. Ἀναλόγισαι πῶς ἐκ πρώτης ἡλικίας ἕως τῆς παρούσης ἡμέρας οὐκ ἐπαύσω πεινῶντα τρέφουσα τὸν Χριστόν, διψῶντα ποτίζουσα, γυμνὸν ἐνδύουσα, ξένον συνάγουσα, ἀρρωστοῦντα ἐπισκοποῦσα, πρὸς δεδεμένον ἀπιοῦσα. Ἐννόησόν σου τῆς ἀγάπης τὸ πέλαγος, ὃ τοσοῦτον ἀνέῳξας ὡς πρὸς αὐτὰ τῆς οἰκουμένης τὰ πέρατα μετὰ πολλῆς ἀφικέσθαι τῆς ῥύμης. Οὐ γὰρ ἡ οἰκία σου παντὶ ἐλθόντι ἀνέῳκτο μόνον, ἀλλὰ καὶ πανταχοῦ γῆς καὶ θαλάσσης πολλοὶ ταύτης ἀπήλαυσαν τῆς φιλοτιμίας διὰ τῆς φιλοξενίας. Ταῦτα δὴ πάντα συνάγουσα, τρύφα καὶ εὐφραίνου τῇ ἐλπίδι τῶν στεφάνων τούτων καὶ τῶν βραβείων. Εἰ δὲ καὶ τοὺς παρανόμους τούτους καὶ αἱμοβόρους καὶ πολλῶ τούτων χαλεπώτερα ἐργασαμένους ἐπιθυμεῖς δίκην διδόντας ἰδεῖν, ὄψει καὶ τοῦτο τότε. Ἐπεὶ καὶ ὁ Λάζαρος τὸν πλούσιον εἶδεν ἀποτηγανιζόμενον. Εἰ γὰρ καὶ ὁ τόπος αὐτοῖς διώριστο διὰ τὴν τοῦ βίου διαφορὰν καὶ τὸ χάος αὐτοὺς διεῖργεν καὶ ὁ μὲν ἦν ἐν τοῖς κόλποις τοῦ Ἀβραάμ, ὁ δὲ ἐν ταῖς καμίνοις ταῖς ἀφορήτοις, ἀλλ' ὅμως καὶ εἶδεν αὐτὸν ὁ Λάζαρος καὶ φωνῆς ἤκουσε καὶ ἀπεκρίνατο. Ταῦτα καὶ ἐπὶ σοῦ ἔσται τότε. Εἰ γὰρ ἕνα παριδὼν ἄνθρωπον τοιαύτας δίδωσι τιμωρίας, καὶ τῷ σκανδαλίσαντι πάλιν ἕνα λυσιτελὲς μύλην ἐκκρεμασθῆναι κατὰ τοῦ τραχήλου καὶ εἰς τὴν θάλασσαν καταποντισθῆναι, οἱ τοσαύτην οἰκουμένην σκανδαλίσαντες καὶ τοσαύτας ἀνατρέψαντες Ἐκκλησίας καὶ πάντα θορύβων καὶ ταραχῆς ἐμπλήσαντες καὶ λῃστῶν καὶ βαρβάρων νικήσαντες ὠμότητα καὶ ἀπανθρωπίαν καὶ οὕτω κατὰ κράτος ἐκβακχευθέντες ὑπὸ τοῦ στρατηγοῦντος αὐτοῖς διαβόλου καὶ τῶν συνεργούντων αὐτοῖς δαιμόνων, ὡς τὸ φρικτὸν τοῦτο δόγμα καὶ ἁγιωσύνης γέμον καὶ τοῦ δεδωκότος ἄξιον καταγέλαστον καὶ Ἰουδαίοις καὶ Ἕλλησι ποιῆσαι, οἱ μυρίας καταδύσαντες ψυχὰς καὶ μυρία ναυάγια πανταχοῦ τῆς οἰκουμένης ἐργασάμενοι, οἱ τοσαύτην ἀνάψαντες πυρὰν καὶ τὸ σῶμα τοῦ Χριστοῦ σχίσαντες καὶ τὰ μέλη αὐτοῦ πολλαχοῦ διασπείραντες· «Ὑμεῖς γάρ, φησίν, ἐστὲ σῶμα Χριστοῦ καὶ μέλη ἐκ μέρους.» Μᾶλλον δὲ τί φιλονεικῶ παραστῆσαι τὴν μανίαν αὐτῶν, ἑρμηνευθῆναι λόγῳ μὴ δυναμένην; Πόσην τοίνυν οἴει ὑποστήσεσθαι τιμωρίαν τότε τοὺς λυμεῶνας τούτους καὶ αἱμοβόρους; Εἰ γὰρ οἱ μὴ θρέψαντες πεινῶντα τὸν Χριστὸν μετὰ τοῦ διαβόλου καταδικάζονται τῷ πυρὶ τῷ ἀσβέστῳ, οἱ καὶ λιμῷ παραδόντες μοναχῶν καὶ παρθένων