18
γῆς; τί οὖν ἔστιν εἰπεῖν; Ἀπέσχιστο ἡ γῆ τοῦ οὐρανοῦ, ἐκπεπολεμωμένοι ἦσαν οἱ ἄγγελοι πρὸς τοὺς ἀνθρώπους, τὸν ∆εσπότην ὁρῶντες τὸν αὐτῶν ὑβριζόμενον. Ἀνακεφαλαιώσασθαί φησι τὰ πάντα ἐν τῷ Χριστῷ, τὰ ἐν τοῖς οὐρανοῖς, καὶ τὰ ἐπὶ τῆς γῆς. Πῶς; Τὰ μὲν ἐν τοῖς οὐρανοῖς οὕτω· μετέστησεν ἐκεῖ τὸν ἄνθρωπον, ἀνήγαγεν αὐτοῖς τὸν ἐχθρὸν, τὸν μισούμενον. Οὐ μόνον τὰ ἐπὶ τῆς γῆς ἐποίησεν εἰρηνεύειν, ἀλλ' ἀνήγαγεν αὐτὸν πρὸς αὐτοὺς, τὸν ἐχθρὸν καὶ πολέμιον. Τοῦτο εἰρήνη βαθεῖα. Ἄγγελοι πάλιν ἐπὶ γῆς ἐφαίνοντο λοιπὸν, ἐπειδὴ καὶ ἄνθρωπος ἐν οὐρανῷ ἐφάνη. ∆οκεῖ δέ μοι καὶ ἡ ἁρπαγὴ τοῦ Παύλου τούτου τε ἕνεκεν γεγενῆσθαι, καὶ τοῦ δεῖξαι ὅτι καὶ ὁ Υἱὸς ἐκεῖ ἀνελήφθη. Ἐν μὲν γὰρ τῇ γῇ διπλῆ ἡ εἰρήνη, καὶ πρὸς τὰ ἐπουράνια, καὶ πρὸς ἑαυτά· ἐν δὲ τοῖς οὐρανοῖς ἁπλῆ. Εἰ γὰρ ἐπὶ ἑνὶ ἁμαρτωλῷ μετανοοῦντι χαίρουσιν οἱ ἄγγελοι, πολλῷ μᾶλλον ἐπὶ τοσούτοις. Ταῦτα πάντα ἡ τοῦ Θεοῦ ἰσχὺς κατώρθωσε. Τί οὖν ἀγγέλοις θαῤῥεῖτε, φησί; Τοσοῦτον γὰρ ἀπέχουσιν ἐκεῖνοι προσάγειν ὑμᾶς, ὅτι καὶ ἐκπεπολεμωμένοι ἦσαν ποτὲ, καὶ, εἰ μὴ ὁ Θεὸς αὐτὸς ὑμᾶς ἐκείνοις κατήλλαξεν, οὐκ ἂν εἰρηνεύσατε. Τί τοίνυν ἐκείνοις προστρέχετε; Βούλει μαθεῖν τῶν ἀγγέλων τὸ μῖσος ὅσον εἶχον πρὸς ἡμᾶς, καὶ πῶς ἀπεστρέφοντο ἀεί; Εἰς τιμωρίαν ἐπέμποντο ἐπὶ τῶν Ἰσραηλιτῶν, ἐπὶ τοῦ ∆αυῒδ, ἐπὶ τῶν Σοδομιτῶν, ἐπὶ τῆς κοιλάδος τοῦ κλαυθμῶνος. Ἀλλ' οὐ νῦν· ἀλλ' ἐξ ἐναντίας, ἐπὶ γῆς ᾖδον σφόδρα χαίροντες· καὶ τούτους κατήγαγε πρὸς αὐτοὺς, καὶ τοὺς ἀνθρώπους ἀνήγαγεν ἐκεῖ. δʹ. Καὶ θέα μοι τὸ παράδοξον. Τούτους πρώτους κατήγαγεν ὧδε, καὶ τότε τὸν ἄνθρωπον ἀνήγαγε πρὸς αὐτούς· οὐρανὸς ἡ γῆ γέγονεν, ἐπειδὴ τὰ τῆς γῆς ἔμελλεν οὐρανὸς δέχεσθαι. ∆ιὰ τοῦτο εὐχαριστοῦντες λέγομεν, ∆όξα ἐν ὑψίστοις Θεῷ, καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία. Ἰδοὺ, φησὶ, καὶ 62.322 ἄνθρωποι ἐφάνησαν εὐαρεστοῦντες λοιπόν. Τί ἐστιν, Εὐδοκία; Καταλλαγή· οὐκέτι μεσότοιχόν ἐστιν ὁ οὐρανός. Τὸ πρῶτον κατὰ ἀριθμὸν ἐθνῶν ἦσαν οἱ ἄγγελοι· νῦν δὲ οὐ κατὰ ἀριθμὸν ἐθνῶν, ἀλλὰ κατὰ ἀριθμὸν πιστῶν. Πόθεν δῆλον; Ἄκουε τοῦ Χριστοῦ λέγοντος· Ὁρᾶτε μὴ καταφρονήσητε ἑνὸς τῶν μικρῶν τούτων. Οἱ γὰρ ἄγγελοι αὐτῶν διαπαντὸς βλέπουσι τὸ πρόσωπον τοῦ Πατρός μου τοῦ ἐν τοῖς οὐρανοῖς. Ἕκαστος γὰρ πιστὸς ἄγγελον ἔχει, ἐπεὶ καὶ ἐξ ἀρχῆς ἕκαστος ἀνὴρ τῶν εὐδοκίμων ἄγγελον εἶχε· καθώς φησιν ὁ Ἰακώβ, Ὁ ἄγγελος ὁ τρέφων με, καὶ ὁ ῥυόμενός με ἐκ νεότητός μου. Εἰ τοίνυν ἀγγέλους ἔχομεν, νήφωμεν, καθάπερ παιδαγωγῶν τινων ἡμῖν παρόντων· πάρεστι γὰρ καὶ δαίμων. ∆ιὰ τοῦτο εὐχόμεθα, καὶ λέγομεν αἰτοῦντες τὸν ἄγγελον τῆς εἰρήνης, καὶ πανταχοῦ εἰρήνην αἰτοῦμεν. Οὐδὲν γὰρ ταύτης ἴσον· ἐν ταῖς ἐκκλησίαις εἰρήνην, ἐν ταῖς εὐχαῖς, ἐν ταῖς λιταῖς, ἐν ταῖς προσρήσεσι· καὶ ἅπαξ, καὶ δὶς, καὶ τρὶς, καὶ πολλάκις αὐτὴν δίδωσιν ὁ τῆς Ἐκκλησίας προεστὼς, Εἰρήνη ὑμῖν, ἐπιλέγων. ∆ιὰ τί; Ὅτι αὕτη μήτηρ πάντων τῶν ἀγαθῶν ἐστιν, αὕτη τῆς χαρᾶς ὑπόθεσις. ∆ιὰ τοῦτο καὶ ὁ Χριστὸς εἰσιοῦσιν εἰς τὰς οἰκίας τοῖς ἀποστόλοις τοῦτο λέγειν προσέταξεν εὐθέως, καθάπερ τι σύμβολον τῶν ἀγαθῶν· Εἰσερχόμενοι γὰρ, φησὶν, εἰς τὰς οἰκίας, λέγετε, Εἰρήνη ὑμῖν. Ταύτης γὰρ οὐκ οὔσης, πάντα περιττά. Καὶ πάλιν τοῖς μαθηταῖς ἔλεγεν, Εἰρήνην ἀφίημι ὑμῖν, εἰρήνην τὴν ἐμὴν δίδωμι ὑμῖν. Αὕτη τῇ ἀγάπῃ προοδοποιεῖ. Καὶ οὐ λέγει ὁ τῆς Ἐκκλησίας προεστὼς, Εἰρήνη ὑμῖν ἁπλῶς, ἀλλ', Εἰρήνη πᾶσι. Τί γὰρ ὄφελος, ἂν μετὰ τοῦδε μὲν εἰρήνην ἔχωμεν, μεθ' ἑτέρου δὲ πόλεμον καὶ μάχην; τί τὸ κέρδος; Οὐδὲ γὰρ ἐν τῷ σώματι, ἂν τὰ μὲν ἡσυχάζῃ τῶν στοιχείων, τὰ δὲ διαστασιάζῃ, δυνατὸν ὑγίειαν συνεστάναι ποτὲ, ἀλλὰ διὰ τῆς ἁπάντων εὐταξίας καὶ συμφωνίας καὶ εἰρήνης· κἂν μὴ πάντα ἡσυχάζῃ, καὶ ἐπὶ τῶν οἰκείων ὅρων μένῃ, πάντα ἀνατραπήσεται. Καὶ ἐν τῇ διανοίᾳ δὲ τῇ ἡμετέρᾳ, ἐὰν μὴ πάντες ἡσυχάζωσιν οἱ λογισμοὶ, εἰρήνη οὐκ ἔσται. Τοσοῦτόν ἐστιν ἀγαθὸν ἡ εἰρήνη, ὡς