1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

18

Βύζαντος, ἀντικρὺ τούτου καὶ ἄνωθεν καθεστήκασιν) οὐκ ἐκ τῶν ἐκτὸς μόνον κατὰ συμβεβηκὸς εἰκασμάτων, ἀλλὰ μὴν καὶ ἐξ αὐτῶν τῶν ἐπουσιωδῶν ἰνδαλμάτων καὶ φρενῶν καὶ ψυχῆς ἕξεώς τε καὶ καταστάσεως, τὸ κατ' εὐγένειαν βασιλικόν τε καὶ εὐπρεπὲς συνῳδὰ παριστώντων, καὶ τῆς κατὰ γειτονίαν ἐπιμαρτυρούσης τὸ ἀληθὲς ὁμιλίας, ἐπειδὴ τὰ κατ' αὐτὸν εὐθέως καὶ μέχρι τῶν δεσποτικῶν ἀκοῶν ἐληλύθει, εὐδόκησάν τε χάριν τῆς τοιαύτης γε σκήψεως τοῖς Ῥωμαίοις ἐπικηρυκεύεσθαι ἔθνος τὸ Περσικὸν ἀναγκαίως, καὶ ὑποτετάχθαι αὐτοῖς εἰς σπονδὰς ἧκον εἰρηνικῆς τελειότητος. ὧνπερ ἠκουτισμένων τοῖς ἐν Περσίδι ἔκ τε τῶν εἰς ἀποστολὴν προσηκόντων καὶ τῶν διὰ τὸν Θεόφοβον δῆθεν βασιλεῖ γε συναξιούντων, ἀσπαστὸν ἐλογίσαντο τῆς οἰκείας χώρας ἀπαναστεῦσαι καὶ προσχωρήσειν τῇ Ῥωμαΐδι, ὅπως τοῦ κατὰ γένος ἀρχηγοῦ ἐπιτεύξοιντο, καὶ μάλιστα, ὅτι καὶ ὁ Περσῶν ἀρχηγὸς Βάβεκ ἀποστάσει τῇ πρὸς τὸν ἀμεραμνουνῆ ἐπὶ εʹ ἔτεσι κεκορύφωτο, ὧν ἀναμεταξὺ μέγιστοι πόλεμοι συμβεβηκότες καὶ ἡττηθεὶς ὁ Βάβεκ εἰσῄει ἐν χιλιάσιν ἑπτὰ πρὸς τὴν Ῥωμαϊκὴν ἐπικράτειαν, κατὰ πόλιν Σινώπην ἀνερευνῶν τὸν Θεοφόβου πατέρα, παρὰ Πέρσαις πάνυ τιμώμενον, Ῥωμαίων ὄντα τοῖς καταλόγοις· ὃν ὁ Βάβεκ κατειληφὼς ἐγγύας τε παρὰ βασιλέως δεξάμενος τὸν ὑπ' αὐτόν γε λαὸν καὶ ἑαυτὸν τῷ βασιλεῖ ὑπήκοον τέθεικεν. ὁ δὲ βασιλεὺς Θεόφιλος τὸν μὲν εὐγενῆ νεανίαν Θεόφοβον καταγεραίρει πατρικιότητι καὶ τὴν ἑαυτοῦ ἀδελφὴν τούτῳ πρὸς γάμον ἐκδίδωσιν, τῷ τε Ῥωμαϊκῷ πολιτεύματι τοὺς Πέρσας συναριθμήσας ἀξιωμάτων τε βαθμοῖς καὶ στρατείας πρὸς ἀγχιστείαν τε Ῥωμαίων ἐν γάμοις ἁρμόζεται, εἰ καὶ τὸν Θεόφοβον ἀναιρεῖ μετὰ ταῦτα δολιωσάμενος. 3.4 Ὡς δέ τινες, καὶ ἄλλως τὰ κατὰ Θεόφοβον διϊστόρηται, ἃ τῶν λεχθέντων τελοῦσι παρόμοια, ἀπαράλλακτα δὲ οὐδαμῶς, κατὰ τὸ διάφορον τῶν ταῦτα διεξιόντων τῆς τε αὐτοψίας καὶ τῆς πρὸς ἑτέρους ἐν διηγήσει μετοχετεύσεως. ἐκ Περσῶν τοίνυν ἀπαναστὰς ὁ πατὴρ Θεοφόβου βασιλικοῦ αἵματος προηγμένος εἰσῄει τῷ Βυζαντίῳ πενόμενος, καὶ κατὰ μισθαρνίαν ἐξυπηρέτει τινὶ γυναικῶν, ᾗ τὸ καπηλεύειν εἰς ἐργασίαν παρῆν. ἐπὶ μακρὸν δὲ καθυπουργήσας αὐτῇ, ἔρωτι τούτου περικατάληπτος γίνεται καὶ πρὸς ἡδονὴν συμβιβάζονται· ἐξ οὗ συνειληφυῖα ἐγγάστριον ἄρρεν ἐκτέτοκεν. τῶν οὖν ἐκ Περσίδος κατὰ διαφόρους χώρας μεμερισμένων, τούτων τινὲς ἀστρονομίαν μετῄεσαν· αὕτη γὰρ τούτοις τῶν ἄλλων τεχνῶν καὶ ἐπιστημῶν προτετίμηται εἰς τὸ ἀκριβὲς ἐκπεπονημένη, καὶ ἄλλαι τυχὸν μαντικαί τε καὶ προγνωστικαὶ μέθοδοι· δι' ὧν ἴσως διεγνώκεσαν περιεῖναι Κωνσταντίνου τῇ πόλει Θεόφοβον. ἐνθένδε προσιόντες τῷ τηνικαῦτα διέποντι Θεοφίλῳ τὸ βασίλειον κράτος, συνεχῶς ἐδεδέηντο τοῦ ἐρεύνης τυχεῖν ἐν αὐτῇ φανερῶς μὴ διάγοντα, καὶ τούτοις εἰς βασιλέα φανερωθήσεσθαι. ὡς οὖν ἀσμένως τοῦτο διηκηκόει ὁ βασιλεύς, διὰ πάσης ἠκριβολογεῖτο τῆς πόλεως. τῆς δὲ περὶ τούτου φήμης πανταχόσε διαδεδραμηκυίας ἐπὶ παρεκτάσει πολλῶν ἡμερῶν, καὶ εἰς ἀμηχανίαν τοῦ ἐρευνωμένου συνεστηκότων, τῶν κατὰ γειτονίαν τις τῷ ῥηθέντι γυναίῳ συνών, ὅτῳ συνειληφέναι παρὰ τοῦ Πέρσου διετετράνωτο, καθ' ὁμιλίαν τε πολλαχῶς αὐτῷ συνελθεῖν τὰ πρὸς ὑπηρεσίαν διενεργοῦντι, πυθέσθαι τε καὶ σαφῶς διαγνῶναι, ὅτι περ ἐκ Περσῶν εἴη, βασιλικοῦ δὲ πέφυκεν αἵματος· καὶ τοῖς ἐρευνῶσι τὰ περὶ τούτου κατασημήνασθαι. τῶν δὲ τὸ μὲν γύναιον κατασχόντων, μεθ' οὗ ὁ Πέρσης τὴν ἀναστροφὴν ἐπεποίητο, καὶ ἐνδελεχέστερον ἀσφαλῶς διεξετασάντων τὴν τοῦ ἐρευνωμένου διαγωγήν, τὸν μὲν τῇ γυναικὶ συνελθόντα προτετελευτηκέναι διεμαρτύρατο, τὸν δὲ ἐκ τούτου προενηνεγμένον κατὰ συζυγίαν ἄρρενα παῖδα τούτοις ἐδείκνυεν ἐπὶ δυσὶ καὶ ιʹ καθ' ἡλικίαν χρονίζοντα ἔτεσιν. ὅνπερ κατ' ὄψιν ἰόντα μετὰ καὶ τῶν συνόντων αὐτοῖς κατειληφότες Περσῶν, ἐπείπερ αὐτὸν ἔκ τε τοῦ βασιλικοῦ ὁμοιώματος ἔκ τε τῆς κατὰ Κῦρον γρυπότητος συμβολαιωσάμενοι καὶ ἐξ ἄλλων τινῶν τῶν ἐφωμαρτηκότων αὐτῷ, τοῖς τούτου ποσὶ προσεκύνησαν καὶ