19
Νύσης καὶ ὁ καλούμενος Χρεμέτης, καὶ πρός γε ἔτι ὁ Νεῖλος, ὃς οὐδὲ ποταμοῖς τὴν φύσιν ἔοικεν, ὅταν ἴσα θαλάσσῃ πελαγίζῃ τὴν Αἴγυπτον. Οὕτως ὁ τῆς καθ' ἡμᾶς οἰκουμένης τόπος ὕδατι περιείληπται, πελάγεσί τε ἀπλέτοις ἐνδεδεμένος καὶ μυρίοις ποταμοῖς ἀεννάοις κατάρρυτος, διὰ τὴν ἄρρητον σοφίαν τοῦ τὴν ἀντίπαλον τῷ πυρὶ φύσιν δυσεξανάλωτον εἶναι οἰκονομήσαντος. Ἔσται μέντοι ὅτε καὶ πάντα καταφρυ γήσεται τῷ πυρὶ, ὥς φησιν Ἡσαΐας ἐν οἷς πρὸς τὸν τῶν ὅλων Θεὸν διαλέγεται· Ὁ λέγων τῇ ἀβύσσῳ, ἐρημωθήσῃ, καὶ πάντας τοὺς ποταμούς σου ξηρανῶ. Ὥστε ἀπορρίψας τὴν μωρανθεῖσαν σοφίαν, κατάδεξαι μεθ' ἡμῶν τὸ διδασκάλιον τῆς ἀληθείας, ἰδιωτικὸν μὲν τῷ λόγῳ, ἀδιάπτωτον δὲ κατὰ τὴν γνῶσιν. 3.7 ∆ιὰ τοῦτο Γενηθήτω στερέωμα ἐν μέσῳ τοῦ ὕδατος, καὶ ἔστω διαχωρίζον ἀνὰ μέσον ὕδατος καὶ ὕδατος. Εἴρηται τί τὸ σημαινόμενον παρὰ τῇ Γραφῇ τὸ τοῦ στερεώματος ὄνομα. Ὅτι οὐχὶ τὴν ἀντίτυπον καὶ στερέμνιον φύσιν, τὴν ἔχουσαν βάρος καὶ ἀντέρεισιν, οὐ ταύτην λέγει στερέωμα. Ἢ οὕτω ἂν κυριώτερον ἡ γῆ τῆς τοιαύτης κλήσεως ἠξιώθη. Ἀλλὰ διὰ τὴν φύσιν τῶν ὑπερκειμένων λεπτὴν οὖσαν καὶ ἀραιὰν καὶ οὐδεμιᾷ αἰσθήσει καταληπτὴν, στερέωμα τοῦτο ὠνόμασε, συγκρίσει τῶν λεπτοτάτων καὶ τῇ αἰσθήσει ἀκαταλήπτων. Καὶ νόει μοι τόπον τινὰ διακριτικὸν τοῦ ὑγροῦ· τὸ μὲν λεπτὸν καὶ διηθούμενον ἐπὶ τὰ ἄνω διιέντα, τὸ δὲ παχύτατον καὶ γεῶδες ἐναφιέντα τοῖς κάτω, ἵν' ἐξ ἀρχῆς μέχρι τέλους ἡ αὐτὴ εὐκρασία συντηρηθῇ, κατὰ μέρος τῆς ὑφαιρέσεως τῶν ὑγρῶν γινομένης. Σὺ δὲ τῷ μὲν πλήθει τοῦ ὕδατος ἀπιστεῖς, πρὸς δὲ τοῦ θερμοῦ τὸ πλῆθος οὐκ ἀποβλέπεις· ὃ κἂν ὀλίγον ᾖ τῷ μεγέθει, πολλῆς ἐστι διὰ τὴν δύναμιν ἀναλωτικὸν ὑγρασίας. Ἐφέλκεται μὲν γὰρ τὸ παρακείμενον ὑγρὸν, ὡς δηλοῖ ἡ σικύα· δαπανητικὸν δέ ἐστι τοῦ ἑλκυσθέντος κατὰ τὴν εἰκόνα τοῦ λυχνιαίου πυρὸς, ὃ διὰ τῆς θρυαλλίδος τὴν παρακειμένην τροφὴν ἐπισπασά μενον, ταχέως διὰ τῆς μεταβολῆς ἀπῃθάλωσε. Τὸν δὲ αἰθέρα τίς ἀμφιβάλλει μὴ οὐχὶ πυρώδη εἶναι καὶ διακαῆ; ὃς εἰ μὴ τῷ ἀναγκαίῳ τοῦ ποιήσαντος αὐτὸν ὅρῳ κατείχετο, τί ἂν ἐκώλυσεν αὐτὸν πάντα φλογίζοντα καὶ καταπιμπρῶντα τὰ συνεχῆ, πᾶσαν ὁμοῦ τὴν ἐν τοῖς οὖσιν ἐξαναλῶσαι νοτίδα; ∆ιὰ ταῦτα ὕδωρ ἀέριον, νεφουμένου τοῦ ἄνω τόπου ἐκ τῆς ἀναφορᾶς τῶν ἀτμῶν, οὓς ποταμοὶ, καὶ κρῆναι, καὶ τενάγη, καὶ λίμναι, καὶ πελάγη πάντα προΐενται, ὡς ἂν μὴ πάντα πυρακτῶν ὁ αἰθὴρ ἐπιλάβοι· ὅπου γε καὶ τὸν ἥλιον τοῦτον ὁρῶμεν, ὥρᾳ θέρους διάβροχον πολλάκις καὶ τεναγώδη χώραν ἐν βραχυτάτῃ χρόνου ῥοπῇ ἄνικμον παντελῶς καὶ ξηρὰν καταλιμπάνοντα. Ποῦ τοίνυν ἐκεῖνο τὸ ὕδωρ; ∆εικνύ τωσαν ἡμῖν οἱ τὰ πάντα δεινοί. Ἆρ' οὐχὶ παντὶ δῆλον, ὅτι τῇ θερμότητι τοῦ ἡλίου διατμηθὲν ἀνηλώθη; Καίτοιγε οὐδὲ θερμὸν εἶναι τὸν ἥλιον ἐκεῖνοι λέγουσι· τοσοῦτον αὐτοῖς τοῦ λέγειν περίεστι. Καὶ σκοπεῖτε ποταπῇ ἀποδείξει ἐπερειδόμενοι πρὸς τὴν ἐνάργειαν ἀντιβαίνουσιν. Ἐπειδὴ λευκός ἐστι, φασὶ, τὴν χροίαν, ἀλλ' οὐχὶ ὑπέρυθρος, οὐδὲ ξανθὸς, τούτου ἕνεκεν οὐδὲ πυρώδης τὴν φύσιν· ἀλλὰ καὶ τούτου φασὶ τὸ θερμὸν ἐκ τῆς ταχείας εἶναι περιστροφῆς. Τί ἐντεῦθεν ἑαυτοῖς διοικούμενοι; Ὡς μηδὲν δόξαι τῶν ὑγρῶν ἀπαναλίσκειν τὸν ἥλιον. Ἐγὼ δὲ κἂν μὴ ἀληθὲς ᾖ τὸ λεγόμενον, ἀλλ' ὡς συγκατασκευάζον ἐμοὶ τὸν λόγον οὐκ ἀπωθοῦμαι. Ἐλέγετο γὰρ, διὰ τὴν ἐκ τοῦ θερμοῦ δαπάνην ἀναγκαῖον εἶναι τῶν ὑδάτων τὸ πλῆθος. ∆ιαφέρει δὲ οὐδὲν, ἐκ φύσεως εἶναι θερμὸν, ἢ ἐκ πάθους ἔχειν τὴν πύρωσιν πρός γε τὸ τὰ αὐτὰ συμπτώματα περὶ τὰς αὐτὰς ὕλας ἀπογεννᾶν. Ἐάν τε γὰρ τριβόμενα ξύλα πρὸς ἄλληλα πῦρ καὶ φλόγα ἀνάψῃ, ἐάν τε ἐκ φλογὸς ἀναπτομένης κατακαυθῇ, ἴσον ἐστὶ καὶ παραπλήσιον ἐξ ἀμφοτέρων τὸ τέλος. Καίτοιγε ὁρῶμεν τὴν μεγάλην τοῦ τὰ πάντα κυβερνῶντος σοφίαν, μετατιθεῖσαν τὸν ἥλιον ἐξ ἑτέρων εἰς ἕτερα, ἵνα μὴ τοῖς αὐτοῖς ἀεὶ προσδιατρίβων, τῇ πλεονεξίᾳ τοῦ θερμοῦ λυμήνηται τὴν διακόσμησιν· ἀλλὰ νῦν μὲν αὐτὸν ἐπὶ τὸ νότιον μέρος κατὰ τὰς χειμερινὰς τροπὰς ἀπάγοντα, νῦν δὲ ἐπὶ τὰ ἰσημερινὰ σημεῖα μετατιθέντα,