1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

19

ἑκατέροις τῆς τοῦ δόγματος ὑπολήψεως ὁ συνετὸς ἀκροατὴς ἐφ' ἑαυτοῦ κρινέτω τίς ὁ σχήματι πίστεως ἄπιστος.

Ἀλλά, φησί, λέγειν ἡμᾶς ὅτι ὁ σταυρωθεὶς οὐ δὲν εἶχε θεϊκὸν ἐν τῇ ἑαυτοῦ φύσει οὐδὲ αὐτὸ τὸ κυριώτατον, ὅ ἐστι πνεῦμα. πρὸς δὲ τὴν τοιαύτην συκοφαντίαν πρόχειρος ἡ ἐκ τῆς ἀρνήσεώς ἐστιν ἀπολογία. εἰ γὰρ τὸ πνεῦμα νοῦν ὁ Ἀπολινάριος οἴεται, οὐδεὶς τῶν Χριστιανῶν λέγει τὸν ἀνακραθέντα τῷ θεῷ ἄνθρωπον ἥμισυν εἶναι, ἀλλ' ὅλον προσφυῆναι τῇ θείᾳ δυνάμει. πᾶσιν οὖν ἂν ἐθέλοι τις τὰ μέρη τοῦ ἀνθρώπου προσαγορεύειν ὀνόμασιν, εἴτε νοῦν εἴτε πνεῦμα εἴτε καρδίαν· λέγεται γὰρ παρὰ τῆς γραφῆς ἐπὶ τοῦ ἡγεμονικοῦ τὰ τρία· τὸ Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ θεός· καὶ Ὁ νοήμων κυβέρνησιν κτήσεται· καὶ Οὐδεὶς οἶδε τὰ τοῦ ἀνθρώπου εἰ μὴ τὸ πνεῦμα τὸ ἐν αὐτῷ. οὔτε οὖν ἄπνους οὔτε ἄνους οὔτε ἀκάρδιος τῇ ἐπισκιάσει τῆς τοῦ ὑψίστου δυνάμεως καὶ τῇ ἐπελεύσει τοῦ ἁγίου πνεύματος. οὐκοῦν οὐ πρὸς ἡμᾶς ἂν βλέποι ἡ λοιδορία ὡς τὸν ἄνθρωπον ἐκεῖνον οὐκ ἔχοντα ἐν ἑαυτῷ τὸ πνεῦμα, 3,1.173 ὅ ἐστιν ὁ νοῦς, γεγενῆσθαι λέγοντας, ἀλλὰ πρὸς αὐτὸν ἐκεῖνον τὸν τῆς λοιδορίας ἐργάτην τὸν τοῖς ἰδίοις ὀνείδεσιν ἡμᾶς βάλλοντα. ὁ γὰρ πνεῦμα τὸν νοῦν ὀνομάζων, μὴ ἔχειν δὲ νοῦν τὸν κατὰ Χριστὸν ἄνθρωπον λέγων ἐκεῖνός ἐστιν ὁ μὴ ἔχειν πνεῦμα κατασκευάζων τὸν κύριον. ἀλλὰ τί τὸ ἐπαγόμενον ἔγκλημα; φησὶν ἐκεῖνος ἀδικεῖν ἡμᾶς τοῦτο λέγοντας, ὅτι ὑπὲρ τὴν ἑαυτοῦ φύσιν ὁ ἄνθρωπος ἔσχε τι μεῖζον ἕτερον, τὴν ἐν αὐτῷ κατοικοῦσαν θεότητα. εἰ δὲ τοῦτο ἐν ἐγκλήμασι τίθεται, οὐ φεύγομεν τὴν κατηγορίαν τῷ ἀποστόλῳ συνεκβαλλόμενοι. παρ' αὐτοῦ γὰρ τὸ τοιοῦτον μαθόντες πιστεύομεν, ὅτι θεοῦ μορφὴ κατὰ τὸ νοούμενον ὑπάρχων ἐν δούλου μορφῇ κατὰ τὸ φαινόμενον γίνεται. εἰ δὲ προτιμοτέρα ἡ θεία μορφὴ τοῦ δουλικοῦ προσώπου, οὐχ ὁμότιμον πάντως τῷ κρυπτῷ τὸ φαινόμενον. οὐκοῦν τὸ κατὰ σάρκα βλεπόμενον καὶ τοῖς ἀνθρώποις συναναστρε φόμενον εἶχέ τι ἐν ἑαυτῷ ἑαυτοῦ τιμιώτερον, ὅπερ ὁ λογο γράφος ἔγκλημα ποιεῖται κατὰ τῆς πίστεως. ἀλλὰ καὶ ἐν αὐτῷ φησιν ὁ ἀπόστολος κατοικεῖν πᾶν τὸ πλήρωμα τῆς θεότητος σωματικῶς· ὁ δὲ ἐν αὐτῷ εἰπὼν οὐ τὸ ἥμισυ τοῦ δηλουμένου ἐσήμανεν, ἀλλ' ὅλον τὸ ὑποκείμενον τῇ σημασίᾳ συμπεριέλαβεν. εἰ οὖν ἀνθρώπινον σῶμα, ἐν ᾧ κατῴκησεν ἡ θεότης, σῶμα δὲ οὐκ ἄψυχον, ἴδιον δὲ τῆς ἀνθρωπίνης ψυχῆς τὸ νοερόν ἐστι μέροςεἰ γὰρ τοῦτο χωρισθείη, καθὼς πολλάκις εἰρήκαμεν, κτηνῶδές ἐστι τὸ λειπόμενον ἄρ' οὐχ ἡμῶν ὁ γεννάδας, ἀλλὰ τοῦ ἀποστόλου ταῖς λοιδορίαις καθάπτεται· μᾶλλον δὲ καὶ τῆς μεγάλης τοῦ Ἰωάννου φωνῆς, ἥ φησιν ὅτι Ὁ λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν. οὐ γὰρ ἐν μέρει ἡμῶν, ἀλλὰ πάντα τὰ ἐν τῇ φύσει νοούμενα τῇ πληθυντικῇ φωνῇ συνεσήμανε καὶ τὸν λόγον τῆς σαρκὸς πρότερον μὲν προδιέστειλεν, εἶθ' οὕτως εἰς ἕνωσιν 3,1.174 ἤγαγεν. ἦν γὰρ ἐφ' ἑαυτοῦ ὁ λόγος καὶ πρὸς τὸν θεὸν ἦν. καὶ ὅπερ ὁ θεὸς ἦν, τοῦτο καὶ ὁ λόγος ἦν· θεὸς γὰρ καὶ οὗτος ἦν. ἀλλ' ὅτε εἰς τὰ ἴδια ἦλθε καὶ ἐν τῇ σκοτίᾳ ἔλαμψε, τότε ὁ λόγος σὰρξ ἐγένετο, τῇ ἑαυτοῦ δυνάμει ἐν τῇ παρθένῳ σὰρξ γενόμενος. οὐκοῦν φειδέσθω τῆς καθ' ἡμᾶς λοιδορίας, ὡς ἂν μὴ συμπεριλάβοι τοὺς ἁγίους διὰ τῆς ὕβρεως. Τὰ δὲ διὰ μέσου παρείς, δι' ὧν ἀρνήσασθαι τὰ κατὰ τὸ μυσ τήριον οἴεται τοὺς μὴ τὰ αὐτὰ φρονοῦντας αὐτῷ, ἑνὸς τῶν ἐν τῇ καταφορᾷ πρὸς διαβολὴν ἡμετέραν εἰρημένων ἐπι μνησθήσομαι. φησὶ γὰρ ἡμᾶς, εἰ μὴ ἐκεῖνο λέγομεν, μήτε προϋπάρχειν τῆς ἐν γῇ γεννήσεως μήτε πρὸ πάντων εἶναι λέγειν μήτε σύμφυλον εἶναι θεοῦ. ἀλλὰ τὸ μὲν προϋπάρχειν αὐτὸν τῆς γηΐνης αὐτοῦ γεννήσεως ὁμολογοῦμεν, εἴπερ ἐκ τῆς γηΐνης συστάσεως ἡ σὰρξ εἶναι οὐκ ἀμφιβάλλεται· τὸ δὲ σύμφυλον εἶναι θεοῦ, ἄπαγε, μηδεὶς οὕτως ἐν Χριστιανοῖς ταπεινά τε καὶ ἔκφυλα τῆς θείας μεγαλοπρεπείας ὀνοματοποιήσειε ῥήματα, ὥστε τὸν ὄντως ὄντα θεὸν σύμφυλον θεοῦ καὶ μὴ ἀληθινὸν ἀνακηρύσ σειν θεόν. οὐδ' ἂν ὁ Εὐνόμιος τῆς τοιαύτης που φείσαιτο ἐπὶ κυρίου φωνῆς. εἴποι γὰρ ἂν καὶ ἐκεῖνος μὴ παραδεχόμενος αὐτοῦ τὸ ἀληθινὸν τῆς