1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

19

χοροὺς καὶ ἐνδεδυμένους γυμνώσαντες καὶ ξένους ὄντας οὐ μόνον οὐ συναγαγόντες, ἀλλὰ καὶ ἐλάσαντες, καὶ ἀρρωστοῦντας οὐ μόνον οὐκ ἐπισκεψάμενοι, ἀλλὰ καὶ ἐπιπλεῖον συντρίψαντες, καὶ οὐ μόνον δεδεμένους οὐκ ἰδόντες, ἀλλὰ καὶ λελυμένους εἰς δεσμωτήριον παρασκευάσαντες ἐμβαλέσθαι, ἐννόησον ὅσην ὑποστήσονται τιμωρίαν. Τότε τοίνυν ὄψει αὐτοὺς ἀποτηγανιζομένους, κατακαιομένους, δεδεμένους, τοὺς ὀδόντας βρύχοντας, ὀλοφυρομένους, ἀνόνητα λοιπὸν θρηνοῦντας καὶ ἀνωφελῆ μετανοοῦντας καὶ ἀκερδῆ, καθάπερ ὁ πλούσιος ἐκεῖνος. Ὄψονταί σε καὶ οὗτοι πάλιν ἐν τῇ μακαρίᾳ λήξει ἐκείνῃ στεφανηφοροῦσαν, μετὰ τῶν ἀγγέλων χορεύουσαν, τῷ Χριστῷ συμβασιλεύουσαν, καὶ βοήσονται πολλὰ καὶ θρηνήσουσι μεταγινώσκοντες ἐφ' οἷς εἰς σὲ ἐπαροίνησαν καὶ ἱκετηρίαν σοι προστιθέντες καὶ ἐλέους μεμνημένοι καὶ φιλανθρωπίας, καὶ οὐδὲν ἔσται πλέον αὐτοῖς. 8.11 Ταῦτα οὖν ἅπαντα λογιζομένη ἔπᾳδε συνεχῶς σου τῇ ψυχῇ καὶ τὴν κόνιν ταύτην διασκεδάσαι δυνήσῃ. Ἐπειδὴ δὲ καὶ ἕτερόν τί ἐστι, ὡς ἔγωγε οἶμαι, τὸ μάλιστά σε ὀδυνῶν φέρε καὶ τούτῳ τῷ λογισμῷ κατασκευάσωμεν τὸ φάρμακον μετὰ τῶν εἰρημένων καὶ ἃ νῦν ἐροῦμεν. Καὶ γὰρ οἶμαί σε ἀλγεῖν οὐ διὰ ταῦτα μόνον, ἀλλὰ καὶ διὰ τὸ κεχωρίσθαι τῆς οὐδενείας τῆς ἡμετέρας, καὶ τοῦτο διηνεκῶς θρηνεῖν σε καὶ πρὸς ἅπαντας λέγειν· «Οὐκ ἀκούομεν τῆς γλώσσης ἐκείνης, οὐδὲ ἀπολαύομεν τῆς συνήθους διδασκαλίας, ἀλλὰ ἐν λιμῷ κατακεκλείσμεθα· καὶ ὅπερ ἠπείλησεν ὁ Θεὸς τοῖς Ἑβραίοις τότε, τοῦτο νῦν ὑπομένομεν, οὐ λιμὸν ἄρτου, οὐδὲ δίψαν ὕδατος, ἀλλὰ λιμὸν θείας διδασκαλίας.» Τί οὖν ἡμεῖς πρὸς ταῦτα ἐροῦμεν; Ὅτι μάλιστα μὲν ἔξεστί σοι καὶ ἀπόντων ἡμῶν ὁμιλεῖν τοῖς βιβλίοις τοῖς ἡμετέροις. Καὶ ἡμεῖς δὲ σπουδὴν ποιησόμεθα, ἂν ἐπιτυγχάνωμεν γραμματηφόρων, συνεχεῖς σοι καὶ πυκνὰς καὶ μακρὰς πέμπειν ἐπιστολάς. Εἰ δὲ καὶ παρὰ ζώσης φωνῆς βούλει τὰ παρ' ἡμῶν ἀκούειν, ἴσως καὶ τοῦτο ἔσται καὶ ἡμᾶς ὄψει πάλιν, τοῦ Θεοῦ ἐπιτρέποντος· μᾶλλον δὲ οὐκ ἴσως, ἀλλὰ πάντως· καὶ μηδὲν ἀμφίβαλλε. Ἀναμνήσομεν γάρ σε ὅτι οὐκ εἰκῆ ταῦτα εἰρήκαμεν, οὐδὲ ἀπατῶντές σε καὶ παραλογιζόμενοι, ἀλλὰ καὶ παρὰ ζώσης ἀκούσῃ φωνῆς ἃ διὰ τῶν γραμμάτων νῦν. Εἰ δὲ ἡ μέλλησίς σε λυπεῖ, ἐννόησον ὅτι οὐδὲ αὕτη ἀκερδής σοι γίνεται, ἀλλὰ πολὺν οἴσει σοι τὸν μισθὸν καρτερούσῃ καὶ μηδὲν ἐκφερούσῃ πικρὸν ῥῆμα, ἀλλὰ καὶ ὑπὲρ τούτων τὸν Θεὸν δοξαζούσῃ, ὃ δὲ καὶ διατελοῦσα ποιεῖς. Οὐδὲ γὰρ μικρὸς οὗτος ἆθλος, ἀλλὰ καὶ σφόδρα νεανικῆς δεόμενος ψυχῆς καὶ φιλοσόφου διανοίας, ὥστε ἀγαπωμένης ψυχῆς ἐνεγκεῖν χωρισμόν. Τίς ταῦτά φησιν; Εἴ τις οἶδε φιλεῖν γνησίως, εἴ τις ἐπίσταται δύναμιν ἀγάπης, οἶδεν ὃ λέγω. Ἀλλ' ἵνα μὴ περιιόντες ζητῶμεν τοὺς γνησίως φιλοῦντας-καὶ γὰρ σπάνιον τοῦτο-, δράμωμεν ἐπὶ τὸν μακάριον Παῦλον κἀκεῖνος ἡμῖν ἐρεῖ ἡλίκος οὗτος ὁ ἆθλος καὶ ἡλίκης δεόμενος ψυχῆς. Οὗτος γὰρ ὁ Παῦλος ὁ τὴν σάρκα ἀποδυσάμενος καὶ τὸ σῶμα ἀποθέμενος καὶ γυμνῇ σχεδὸν τὴν οἰκουμένην περιιὼν τῇ ψυχῇ καὶ πᾶν πάθος ἐξορίσας τῆς διανοίας καὶ τῶν ἀσωμάτων δυνάμεων τὴν ἀπάθειαν μιμούμενος καὶ τὴν γῆν ὡς τὸν οὐρανὸν οἰκῶν καὶ μετὰ τῶν Χερουβὶμ ἑστὼς ἄνω καὶ τῆς μυστικῆς ἐκείνης μελῳδίας αὐτοῖς κοινωνῶν, τὰ μὲν ἄλλα πάντα ῥᾳδίως ἔφερεν, ὡς ἐν ἀλλοτρίῳ πάσχων σώματι, καὶ δεσμωτήρια καὶ ἁλύσεις καὶ ἀπαγωγὰς καὶ μάστι γας καὶ ἀπειλὰς καὶ θάνατον καὶ τὸ καταλεύεσθαι καὶ τὸ καταποντίζεσθαι καὶ πᾶν κολάσεως εἶδος. Μιᾶς δὲ ψυχῆς ἀγαπωμένης παρ' αὐτοῦ χωρισθείς, οὕτω συνεχύθη καὶ διεταράχθη ὡς εὐθέως καὶ τῆς πόλεως ἀποπηδῆσαι ἐν ᾗ τὸν ἀγαπώμενον προσδοκῶν ἰδεῖν οὐχ εὗρεν. Καὶ ταῦτα αὐτῷ σύνοιδεν ἡ Τρωὰς ἡ διὰ τοῦτο καταλειφθεῖσα παρ' αὐτοῦ, ἐπειδὴ οὐκ ἔσχεν ἐπιδεῖξαι αὐτῷ τότε ἐκεῖνον. «Ἐλθὼν γάρ, φησίν, εἰς τὴν Τρωάδα εἰς τὸ εὐαγγέλιον τοῦ Χριστοῦ καὶ θύρας μοι