19
ἀνασχόμενοι ταύτην ἐλθεῖν, ἣν ὁ Θεὸς ἐκέλευσεν αὐτοῖς, ἐβαπτίσθησαν τοῖς τῆς ἀνοίας λογισμοῖς. Εἶτα δεικνὺς καὶ ὑπογράφων τὸ κλυδώνιον, πῶς χαλεπὸν καὶ συγγνώμης ἁπάσης ἐστερημένον, ἐπήγαγε, λέγων· Καὶ ἤλλαξαν τὴν δόξαν τοῦ ἀφθάρτου Θεοῦ ἐν ὁμοιώματι εἰκόνος φθαρτοῦ ἀνθρώπου, καὶ πετεινῶν καὶ τετραπόδων καὶ ἑρπετῶν. γʹ. Πρῶτον ἔγκλημα, ὅτι Θεὸν οὐχ εὗρον· δεύτερον, ὅτι καὶ ἀφορμὰς ἔχοντες μεγάλας καὶ σαφεῖς· τρίτον, ὅτι σοφοὶ λέγοντες εἶναι· τέταρτον, ὅτι οὐ μόνον οὐχ εὗρον, ἀλλὰ καὶ εἰς δαίμονας κατήγαγον καὶ λίθους καὶ ξύλα τὸ σέβας ἐκεῖνο. Καθαιρεῖ μὲν οὖν αὐτῶν καὶ ἐν τῇ πρὸς Κορινθίους Ἐπιστολῇ τὸν τῦφον, ἀλλ' οὐχ ὁμοίως ἐκεῖ καὶ ἐνταῦθα. Ἐκεῖ μὲν γὰρ ἀπὸ τοῦ σταυροῦ δίδωσιν αὐτοῖς πληγὴν, λέγων, ὅτι Τὸ μωρὸν τοῦ Θεοῦ σοφώτερον τῶν ἀνθρώπων ἐστίν· ἐνταῦθα δὲ καὶ χωρὶς συγκρίσεως αὐτὴν καθ' ἑαυτὴν κωμῳδεῖ τὴν σοφίαν αὐτῶν, δεικνὺς μωρίαν οὖσαν, καὶ ἀλαζονείας ἐπίδειξιν μόνον. Εἶτα ἵνα μάθῃς, ὅτι ἔχοντες τὴν περὶ Θεοῦ γνῶ 60.414 σιν, οὕτως αὐτὴν προὔδωκαν, Ἤλλαξαν, εἶπεν· ὁ δὲ ἀλλάσσων, ὡς ἄλλο ἔχων ἀλλάσσει. Ἤθελον γάρ τι πλέον εὑρεῖν, καὶ οὐκ ἠνέσχοντο τῶν δοθέντων ὅρων· διὸ καὶ τούτων ἐξέπεσον· καινοτομίας γὰρ ἦσαν ἐπιθυμηταί. Καὶ γὰρ τοιαῦτα πάντα τὰ Ἑλληνικά. ∆ιὰ τοῦτο καὶ κατ' ἀλλήλων ἔστησαν, καὶ Ἀριστοτέλης μὲν ἐπανέστη Πλάτωνι, οἱ Στωϊκοὶ δὲ πρὸς τοῦτον ἐφρυάξαντο, καὶ ἄλλος ἄλλῳ πολέμιος γέγονεν· ὥστε οὐχ οὕτως αὐτοὺς χρὴ θαυμάζειν διὰ τὴν σοφίαν, ὡς ἀποστρέφεσθαι καὶ μισεῖν, ὅτι δι' αὐτὸ τοῦτο μωροὶ γεγόνασιν. Εἰ γὰρ μὴ λογισμοῖς ἐπέτρεψαν καὶ συλλογισμοῖς καὶ σοφίσμασι τὰ καθ' ἑαυτοὺς, οὐκ ἂν ἔπαθον, ὅπερ ἔπαθον. Εἶτα ἐπιτείνων αὐτῶν τὴν κατηγορίαν, κωμῳδεῖ τὴν εἰδωλολατρείαν αὐτῶν ἅπασαν. Μάλιστα μὲν οὖν καὶ τὸ ἀλλάξαι, καταγέλαστον· τὸ δὲ καὶ εἰς τοιαῦτα ἀλλάξαι, πάσης ἀπολογίας ἐκτός. Εἰς τίνα οὖν ἤλλαξαν, καὶ τίσι περιέθηκαν τὴν δόξαν, σκόπει· Φαντασθῆναι ἔδει περὶ ἐκείνου, οἷον, ὅτι Θεὸς, ὅτι πάντων Κύριος, ὅτι οὐκ ὄντας ἐποίησεν, ὅτι προνοεῖ, ὅτι κήδεται· ταῦτα γὰρ δόξα Θεοῦ. Τίσιν οὖν ταύτην ἀνέθηκαν; Οὐκ ἀνθρώποις, ἀλλ' ὁμοιώματι εἰκόνος φθαρτοῦ ἀνθρώπου. Καὶ οὐδὲ ἐνταῦθα ἔστησαν, ἀλλὰ καὶ εἰς κνώδαλα κατηνέχθησαν, μᾶλλον δὲ καὶ εἰς τὰς τούτων εἰκόνας. Σὺ δέ μοι σκόπει τὴν σοφίαν τοῦ Παύλου, πῶς τὰ δύο ἄκρα τέθεικε, Θεὸν τὸν ἀνωτάτω, καὶ τὰ ἑρπετὰ τὰ κατωτάτω· μᾶλλον δὲ οὐδὲ τὰ ἑρπετὰ, ἀλλὰ τούτων ὁμοιώματα, ἵνα σαφῶς δείξῃ τὴν λαμπρὰν αὐτῶν μανίαν. Τὴν γὰρ γνῶσιν, ἣν ἔδει περὶ τοῦ πάντων ἀσυγκρίτως ὑπερέχοντος ἔχειν, ταύτην τῷ πάντων ἀσυγκρίτως εὐτελεστέρῳ περιέθηκαν. Καὶ τί ταῦτα πρὸς τοὺς φιλοσόφους, φησί; Πρὸς αὐτοὺς μὲν οὖν μάλιστα πάντα τὰ εἰρημένα. Καὶ γὰρ οὗτοι τοὺς ταῦτα ἐφευρόντας Αἰγυπτίους διδασκάλους ἔχουσι· καὶ Πλάτων ὁ δοκῶν εἶναι τῶν ἄλλων σεμνότερος, ἐγκαλλωπίζεται τούτοις, καὶ ὁ τούτου διδάσκαλος περὶ τὰ εἴδωλα ταῦτα ἐπτόηται· τὸν γοῦν ἀλεκτρυόνα ὁ κελεύων τῷ Ἀσκληπιῷ θύειν, οὗτός ἐστιν. Ἔνθα τῶν κνωδάλων τούτων καὶ τῶν ἑρπετῶν εἰκόνας, καὶ τὸν Ἀπόλλωνα δὲ καὶ τὸν ∆ιόνυσον μετὰ τούτων θεραπευομένους τῶν ἑρπετῶν ἴδοι τις ἄν. Τινὲς δὲ τῶν φιλοσόφων καὶ εἰς τὸν οὐρανὸν ἀνήγαγον ταύρους καὶ σκορπίους καὶ δράκοντας καὶ τὸν ἄλλον ἅπαντα λῆρον· πανταχοῦ γὰρ ὁ διάβολος ἐσπούδασεν εἰς τὰ τῶν ἑρπετῶν ὁμοιώματα τοὺς ἀνθρώπους καταγαγεῖν, καὶ ὑποτάξαι τοῖς πάντων ἀλογωτέροις αὐτοὺς, οὓς ὁ Θεὸς ὑπὲρ τὸν οὐρανὸν ἀναγαγεῖν ἠθέλησεν. Οὐκ ἐντεῦθεν δὲ μόνον, ἀλλὰ καὶ ἑτέρωθεν ὄψει τὸν κορυφαῖον αὐτῶν ὑπεύθυνον τοῖς λεγομένοις ὄντα. Ὅταν γὰρ τοὺς ποιητὰς συνάγῃ, καὶ λέγῃ χρῆναι πιστεύειν αὐτοῖς ἐν τοῖς περὶ Θεὸν λόγοις, ὡς ἀκριβῶς εἰδόσιν, οὐδὲν ἕτερον ἢ τὸν ὁρμαθὸν τῶν λήρων τούτων εἰσάγει, καὶ τὸν πολὺν γέλωτα τοῦτον ὅτι ἀληθῆ χρὴ νομίζειν εἶναί φησι. ∆ιὸ καὶ παρέδωκεν ὁ Θεὸς αὐτοὺς ἐν ταῖς ἐπιθυμίαις τῶν καρδιῶν αὐτῶν εἰς ἀκαθαρσίαν, τοῦ ἀτιμάζεσθαι τὰ σώματα αὐτῶν ἐν ἑαυτοῖς. ∆είκνυσιν ἐντεῦθεν, ὅτι καὶ τῆς τῶν νόμων διαστροφῆς ἡ ἀσέβεια γέγονεν αἰτία. Τὸ δὲ, Παρέδωκεν, ἐνταῦθα