1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

19

πρόξενος· τοῦτο γὰρ τὰ ἐπαγόμενα δηλοῖ. "∆ιέλιπεν ὁ τρέχων ἀπὸ τοῦ δρόμου αὑτοῦ, ὡς ἵπ πος κάθιδρος ἐν χρεμετισμῷ αὑτοῦ." Τοῦτο δὲ ὁ Σύρος οὕτως ἡρμήνευσε· "Πάντες τῇ γνώμῃ αὑτῶν πορεύονται, ὡς ἵππος ὁρμῶν εἰς πόλεμον." Τὸν γὰρ θεῖον καταλιπόντες νόμον, τοῖς ἑαυτῶν ἕπον ται λογισμοῖς. Κατὰ μέντοι τὴν Ἑλλάδα φωνὴν, νοη τέον ὅτι καὶ τοῦ δρόμου οὐκ ἔστι καιρὸς καὶ κόρος· καὶ γὰρ ἵππος ὁρμῇ χρώμενος, καὶ χρεμετισμῷ, μετὰ τὸν κόπον ἱδροῖ· οὗτοι δὲ κόρον οὐκ ἔλαβον τῶν κακῶν. Ταύτῃ τῇ διανοίᾳ καὶ τὰ ἑξῆς συμφωνεῖ. ζʹ. Καὶ ἡ ἀσίδα ἐν τῷ οὐρανῷ ἔγνω τὸν και ρὸν αὑτῆς· τρυγὼν, καὶ τέττιξ, καὶ χελιδὼν, ἀγροῦ στρουθία, ἐφύλαξαν καιροὺς εἰσόδων αὑτῶν· ὁ δὲ λαός μου οὐκ ἔγνω τὰ ῥήματα Κυρίου. Ἀπὸ τῶν ἀλόγων τὴν κατηγορίαν ηὔξησεν· οἶδε γὰρ, φησὶ, τὰ πετεινὰ τῶν ὡρῶν τὴν διαφοράν· καὶ νῦν μὲν ὧδε, νῦν δὲ ἐκεῖ μεταβαίνει, φύσει τὸ χρειῶδες εὑρίσκοντα· οὗτοι δὲ, λόγου μεταλαχόντες, τοῦ νόμου τὴν ὠφέλειαν οὐ δρέπονται. Ἡ μέντοι ἀσίδα, ὄρνεόν ἐστι· τινὲς δέ φασι τὸν ἰκτῖνον οὕτω καλεῖσθαι. 81.557 ηʹ. Πῶς ἐρεῖτε, ὅτι Σοφοί ἐσμεν ἡμεῖς, καὶ νόμος Κυρίου ἔστι μεθ' ἡμῶν; Ἀνοίας ἐσχάτης τὸ τῆς οἰκείας παραφροσύνης αἴσθησιν μὴ λαμβάνειν, μηδὲ παρανομοῦντας εἰδέναι τὴν ἁμαρτίαν· "Εἰς μάτην ἐγενήθη σχοῖνος ψευδὴς Γραμματεῦσιν." Σχοῖνον καὶ σχοίνισμα τὴν κληρονομίαν πολλάκις καλεῖ· λέγει δὲ ταύτην μηδὲν ἀπὸ τῶν τοῦ νόμου γραμμάτων ὠφελεῖσθαι, διὰ τὸ ἠγαπηκέναι τὸ ψεῦδος. Τούτου χάριν, φησὶ, καταισχυνθήσονται οἱ σοφοὺς ἑαυτοὺς ὀνομάζοντες. ιʹ. Καὶ δώσω τὰς γυναῖκας αὐτῶν ἑτέροις, καὶ τοὺς ἀγροὺς αὐτῶν τοῖς κληρονόμοις. Κληρονό μους τοὺς πολεμίους ἐκάλεσεν, ὡς τῆς ἐκείνων κτή σεως δεξαμένους τὴν δεσποτείαν. Τοῦτο δὲ λέγει ποιήσειν, διὰ τὴν κοινὴν πάντων παρανομίαν ἱερέων τε καὶ ψευδοπροφητῶν, οἳ τὴν εἰρήνην ἐπαγγελλό μενοι, μετανοεῖν ἐκώλυον τὸν λαόν. Ἀπειλεῖ δὲ αὐ τοῖς καὶ ἀκαρπίαν γῆς, καὶ δειλίαν, καὶ φυγήν. Ὄφεις δὲ θανατοῦντας αὐτοὺς καλεῖ τοὺς πολεμίους, οἷς οὐκ ἔστι, φησὶν, ἐπᾷσαι· ταῖς γὰρ ἡμετέραις οὐκ εἴκουσι παρακλήσεσιν. Εἶτα καὶ τὴν αἰχμαλω σίαν προλέγει. ιθʹ. Ἰδοὺ φωνὴ κραυγῆς θυγατρὸς λαοῦ μου ἀπὸ γῆς μακρόθεν. Ἔπειτα κατ' ἐρώτησιν· "Μὴ Κύριος οὐκ ἔστιν ἐν Σιὼν, ἢ βασιλεὺς αὐτῆς οὐκ ἔστιν ἐκεῖ;" Πανταχοῦ, φησὶ, πάρεστιν ὁ τῶν ὅλων Θεός· τί δήποτε τοίνυν αὐτοὺς τοῖς πολεμίοις παρ έδωκε; "∆ιότι παρώργισάν με ἐν τοῖς γλυπτοῖς αὑ τῶν, καὶ ἐν ματαίοις ἀλλοτρίοις." Τούτων, φησὶν, αἰτία τῶν κακῶν ἡ παρὰ τὸν νόμον ὑμῖν ἐγένετο πολιτεία, καὶ ἡ δυσσεβὴς τῶν εἰδώλων λατρεία. κʹ. ∆ιῆλθε θέρος, καὶ παρῆλθεν ἀμητὸς, καὶ ἡμεῖς οὐ διεσώθημεν. Τὸν μακρὸν τῆς πολιορκίας χρόνον, καὶ τὴν ἑβδομηκοντοῦτιν δουλείαν διὰ τού των δεδήλωκεν. Ἡμᾶς δὲ προσήκει τὴν τούτων παιδείαν ἀφορμὴν ὠφελείας ποιήσασθαι. Ὅσα γὰρ προεγράφη, κατὰ τὸν θεῖον Ἀπόστολον, "Εἰς ἡμετέ ραν διδασκαλίαν προεγράφη, ἵνα διὰ τῆς ὑπομονῆς, καὶ τῆς παρακλήσεως τῶν Γραφῶν, τὴν ἐλπίδα ἔχωμεν·" ἧς ἐπιτύχωμεν ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν· μεθ' οὗ τῷ Πατρὶ δόξα πρέπει, καὶ τὸ κράτος, σὺν τῷ παναγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. ΤΟΜΟΣ Γʹ. καʹ. Ἐπὶ συντρίμματι θυγατρὸς λαοῦ μου συνετρίβην. Ἐσκοτώθην ἀπορίᾳ ἐγώ· κατ ίσχυσάν με ὠδῖνες, ὡς τικτούσης. Ὁ προφήτης ὀδύρεται καὶ τὰς τολμηθείσας ὑπὸ τοῦ λαοῦ παρα νομίας, καὶ τὰς ἐπενεχθείσας αὐτοῖς τούτων ἕνεκα 81.560 συμφορὰς διηγεῖται. Θυγατέρα δὲ λαοῦ τὴν πόλιν καλεῖ· αὐτοὶ γὰρ αὐτὴν ᾠκοδόμησαν· συντριβὴν δὲ, τὴν ἐκ τῆς ἁμαρτίας πληγήν. κβʹ. Μὴ ῥητίνη οὐκ ἔστιν ἐν Γαλαὰδ, ἢ ἰατροὶ οὐκ εἰσὶν ἐκεῖ; ∆ιατὶ οὐκ ἀνέβη ἴασις θυγατρὸς λαοῦ μου; Ἰατροὺς καλεῖ τοὺς ἱερέας, ῥητίνην δὲ τροπικῶς τὴν πνευματικὴν διδασκαλίαν. Γαλαὰδ δὲ πόλις ἦν ἱερατική· ἐπιμέμφεται τοίνυν, ὅτι καὶ ἱερέων ὄντων, καὶ νομικῶν ἐνταλμάτων, ἐπέμεινεν ἡ πόλις πλημμελοῦσα, καὶ