20
ἀπαράλλακτος; Μακ. Ὅτι ἄλλη τοιαύτη. Ὀρθ. Ἡ μὴ οὖσαἐξ αὐτῆς τῆς οὐσίας, Υἱὸς εἶναι οὐ δύναται, οὔτε μὴν ἄλλη τοιαύτη εἶναι, ἀπαραλλάκτως ἔχουσα. Μακ. Ποῦ γέγραπται, Θεὸς τὸ Πνεῦμα; Ὀρθ. Ὅταν σ' ἐξελέγξω μηδ' οὕτως ἔχοντα, ὡς ἣν προεβάλλου ἔκθεσιν, τότε λέγω, ποῦ γέγραπται. Τέως οὖν εἰπέ μοι, εἰ ὁμολογεῖς οὐσίας, καὶ βουλῆς, καὶ δυνάμεως, καὶ δόξης ἀπαράλλακτον εἰκόνα τὸν τοῦ Θεοῦ Υἱόν. Μακ. Ναὶ, ναὶ, ναί· τρίτον εἶπον. Ὀρθ. Εἰ οὖν αὐτὴν τὴν βουλὴν, καὶ δύναμιν, καὶ δόξαν λέγεις τοῦ Υἱοῦ καὶ τοῦ Πατρός; Μακ. Οὐ λέγω· οὐ γὰρ ἡ ἔκθεσις Λουκιανοῦ τὴν αὐτὴν λέγει βουλὴν, καὶ δύναμιν, καὶ δό ξαν. Ὀρθ. Οὐκ ἀληθῶς ἄρα τὴν δικαιοσύνην λαλεῖς. 28.1205 Βουλὴ γὰρ βουλῆς ἀπαράλλακτος οὖσα, ἡ αὐτή ἐστι βουλή· καὶ δύναμις δυνάμεως ἀπαράλλακτος οὖσα, ἡ αὐτή ἐστι δύναμις· καὶ δόξα δόξης ἀπαράλλακτος οὖσα, ἡ αὐτή ἐστι δόξα. Μακ. Ἀπαράλλακτον λέγω, τὴν αὐτὴν οὐ λέγω. Ὀρθ. Μᾶλλον οὖν καὶ τὸ ἀπαράλ λακτον φωνῇ λέγεις, ὡς οἱ Χριστὸν αὐτὸν καλοῦντες, καὶ μὴ πιστεύοντες, ὅτι Χριστός ἐστιν. Εἰ γὰρ ἐπί στευον, οὐκ ἂν τύπτοντες αὐτὸν ἔλεγον· «Προφήτευσον ἡμῖν, Χριστὲ, τίς ἐστιν ὁ παίσας σε;» Μακ. Εἶπον, ὅτι οὐσίας, καὶ βουλῆς, καὶ δυνάμεως, καὶ δό ξης ἀπαράλλακτον εἰκόνα λέγω τὸν Υἱὸν τῷ Πατρί. Ὀρθ. Ἄλλην τοιαύτην οὐσίαν λέγεις, καὶ ἄλλην τοιαύτην βουλὴν, καὶ ἄλλην τοιαύτην δύναμιν, καὶ ἄλλην τοιαύτην δόξαν; Μακ. Ναί. Ὀρθ. ∆ύο οὖν Θεοί; Μακ. Εἷς καὶ εἷς. Ὀρθ. Οὗτος ὁ τοιοῦτος εἷς ἐκ τούτου τοῦ ἑνός; Μακ. Ναί. Ὀρθ. Ἐκ τῆς οὐσίας ἆρα; Μακ. Οὔ. Ὀρθ. Ἀλλ' ἐκ μὴ ὄντων αὐτὸν ὑπεστήσατο;Μακ. Ἐκ μὴ ὄντων τι ἐστίν. Ὀρθ. Τοὺς ἀγγέλους λέγεις εἶναι, καὶ πᾶσαν τὴν κτίσιν, ἐκ τοῦ Θεοῦ; Μακ. Ναί. Γέγραπται γάρ· «Τὰ πάντα ἐκ τοῦ Θεοῦ.» Ὀρθ. Ἐκ τῆς οὐσίας αὐτοῦ; Μακ. Οὐχί. Μὴ γένοιτο! Ὀρθ. Οὕτως οὖν καὶ τὸν Υἱὸν λέγεις ὡς τὰ πάντα; Μακ. Μονογενῆ αὐτὸν λέγω, οὐ μὴν ἐκ τῆς οὐσίας. Ὀρθ. Ὁ μὴ ὢν ἐκ τῆς οὐσίας, Υἱὸς ἀπαράλλακτος κατ' οὐ σίαν εἶναι οὐ δύναται. Μακ. Οἱ ἄγγελοι οὐκ εἰσὶ κατ' οὐσίαν ἀλλήλοις ἀπαράλλακτοι; Ὀρθ. Ναί. Μακ. Μὴ κατ' οὐσίαν ἄγγελος ἐξ ἄλλου ἐστίν; Ὀρθ. Ἀλλ' οὐδεὶς ἀγγέλων ἀγγέλου πατὴρ ἢ υἱός. Ὁ δὲ μακάριος Λουκιανὸς, Υἱὸν Πατρὸς οὐσίας, καὶ βουλῆς, καὶ δυνά μεως, καὶ δόξης ἀπαράλλακτον εἰκόνα εἰρηκὼς, διὰ τοῦ Υἱοῦ τὸ ἐξ αὐτῆς ἔδειξε, καὶ διὰ τοῦ ἀπαραλλάκτου τὸ αὐτόν. Μακ. Ἐγὼ ἀπαράλλακτον λέγω· οὔτε δὲ ἐκ τῆς οὐσίας, οὔτε τὴν αὐτὴν οὐσίαν, οὔτε τὴν αὐτὴν δύναμιν, οὔτε τὴν αὐτὴν δόξαν. Ὀρθ. Ἄλλην οὖν ἔχει δύναμιν ὁ Υἱὸς, καὶ ἄλλην δόξαν παρὰ τὸν Πατέρα; Μακ. Ἄλλην τοιαύτην. Ὀρθ. Πῶς οὖν εἴρηται· «Χριστὸς Θεοῦ δύναμις, καὶ Θεοῦ σοφία;» καὶ πῶς ὁ Υἱὸς λέγει· «Ὅταν δὲ ἔλθῃ ὁ Υἱὸς τοῦ ἀνθρώπου ἐν τῇ δόξῃ τοῦ Πατρὸς αὐτοῦ;» Μακ. Καὶ ὁ Πατὴρ ἰδίαν ἔχει δόξαν, καὶ βουλὴν, καὶ δύναμιν, ἢ οὔ; Ὀρθ. Ναί. Μακ. Καὶ ὁ Υἱὸς ἰδίαν, ἢ οὔ; Ὀρθ. Αὐτὴ ἡ τοῦ Πατρὸς δόξα, καὶ βουλὴ, καὶ δύνα μις, τοῦ Υἱοῦ ἐστιν. ∆ιὰ τοῦτο λέγει ὁ Υἱός· «Πάντα, ὅσα ἔχει ὁ Πατὴρ, ἐμά ἐστιν.» Μακ. Ὁ Υἱὸς οὖν οὐκ ἔχει δόξαν, οὐκ ἔχει βουλὴν, οὐκ ἔχει δύναμιν, οὐκ ἔχει θεότητα, ἐὰν μὴ λάβῃ παρὰ τοῦ Πατρός. Ὀρθ. Αὕτη ἡ δόξα, καὶ βουλὴ, καὶ δύναμις, καὶ ἡ θεότης, τοῦ Πατρός ἐστι καὶ τοῦ Υἱοῦ; Μακ. Μὴ γέ νοιτο εἰπεῖν! Ὀρθ. Πῶς οὖν λέγει ὁ Υἱός· «Πάντα τὰ ἐμὰ σά ἐστιν, καὶ τὰ σὰ ἐμά;» Μακ. Περὶ τῶν ἀπο στόλων λέγει. Ὀρθ. Οἶδα κἀγὼ, ὅτι περὶ τῶν μαθη 28.1208 τῶν διαλαλῶν εἶπε ταῦτα· ἀλλὰ συνῆψε τοῖς μαθη ταῖς πάντα, οὐκ ἔτι εἰπὼν, Οἱ ἐμοὶ σοί εἰσιν, ἀλλὰ, «Πάντα τὰ ἐμὰ σά ἐστι, καὶ τὰ σὰ ἐμά.» Ἐπεὶ, εἰ πρὸ τῆς κτίσεως οὐδὲν εἶχεν ὁ Πατὴρ τῶν προειρη μένων; Μακ. Ναὶ, εἶχεν θεότητα, δόξαν, δύναμιν, βουλὴν, ἀφθαρσίαν· ἀλλ' οὐ περὶ αὐτῶν ἔλεγεν. Ὀρθ. Ἄκουε τῶν τοῦ Κυρίου φωνῶν· ἔχουσι δὲ οὕτως· «Πάντα τὰ ἐμὰ σὰ, καὶ τὰ σὰ ἐμὰ, καὶ δεδόξασμαι ἐν αὐτοῖς.» Μακ. Ἐν γὰρ τοῖς μαθηταῖς δεδόξασται. Ὀρθ. Οὐκ εἶχεν οὖν δόξαν πρὸ τοῦ τὸν κόσμον εἶναι; Μακ. Ναὶ, εἶχεν· γέγραπται γάρ· «Πάτερ, δόξασόν με τῇ δόξῃ, ᾗ εἶχον πρὸ τοῦ τὸν κόσμον εἶναι, παρὰ σοί.» Ὀρθ. Ἐν αὐτῇ δὲ ἔρχεται