1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

20

ἀνεῳγμένης ἐν Κυρίῳ, οὐκ ἔσχηκα ἄνεσιν τῷ πνεύματί μου, τῷ μὴ εὑρεῖν με Τίτον τὸν ἀδελφόν μου, ἀλλὰ ἀποταξάμενος αὐτοῖς ἐξῆλθον εἰς Μακεδονίαν.» Τί τοῦτο, ὦ Παῦλε; Ξύλῳ μὲν δεδεμένος καὶ δεσμωτήριον οἰκῶν καὶ μάστιγας ἔχων ἐπικειμένας καὶ τὰ νῶτα αἵμασι περιρρεόμενος καὶ ἐμυσταγώγεις καὶ ἐβάπτιζες καὶ θυσίαν προσῆγες καὶ ἑνὸς οὐ κατεφρόνησας μέλλοντος σώζεσθαι· εἰς δὲ τὴν Τρωάδα ἐλθὼν καὶ τὴν ἄρουραν ὁρῶν ἐκκεκαθαρμένην καὶ ἑτοίμην οὖσαν τὰ σπέρματα ὑποδέξασθαι καὶ τὴν ἁλιείαν πεπληρωμένην καὶ πολλὴν παρέχουσάν σοι τὴν εὐκολίαν, τοσοῦτον ἔρριψας ἀπὸ τῶν χειρῶν κέρδος ὡς καὶ διὰ τοῦτο παραγενόμενος. «Ἐλθὼν γάρ, φησίν, εἰς τὴν Τρωάδα εἰς τὸ εὐαγγέλιον», τοῦτ' ἔστι διὰ τὸ εὐαγγέλιον, καὶ οὐδενὸς ἀντιπίπτοντος· «Θύρας γάρ μοι, φησίν, ἀνεῳγμένης», ἀπεπήδησας εὐθέως; «Ναί, φησί· πολλῇ γὰρ κατεσχέθην ἀθυμίας τυραννίδι καὶ σφόδρα μου συνέχεε τὴν διάνοιαν ἡ Τίτου ἀπουσία καὶ οὕτω μου ἐκράτησε καὶ περιεγένετο ὡς ἀναγκάσαι τοῦτο ποιῆσαι.» Ὅτι γὰρ διὰ ἀθυμίαν τοῦτο ἔπαθεν οὐδὲν ἡμᾶς δεῖ στοχάζεσθαι, ἀλλὰ παρ' αὐτοῦ καὶ τοῦτο μανθάνειν. Καὶ γὰρ τὴν αἰτίαν τῆς ἀναχωρήσεως τέθεικεν εἰπών· «Οὐκ ἔσχηκα ἄνεσιν τῷ πνεύματί μου, τῷ μὴ εὑρεῖν με Τίτον, ἀλλὰ ἀποταξάμενος αὐτοῖς ἐξῆλθον.» 8.12 Εἶδες πῶς μέγιστος ἆθλος τὸ δυνηθῆναι ἐνεγκεῖν πρᾴως ἀγαπωμένου χωρισμόν; καὶ πῶς ὀδυνηρὸν πρᾶγμα καὶ πικρόν; πῶς ὑψηλῆς δεόμενον καὶ νεανικῆς ψυχῆς; Τοῦτον τὸν ἆθλον καὶ αὐτὴ διανύεις νῦν. Ὅσῳ δὲ μέγιστος ὁ ἆθλος, τοσούτῳ καὶ ὁ στέφανος μείζων καὶ τὰ βραβεῖα λαμπρότερα. Τοῦτό σοι τῆς μελλήσεως ἔστω παραμυθία καὶ τὸ πάντως ἡμᾶς ὄψεσθαί σε πάλιν βρύουσαν τῷ ἐντεῦθεν μισθῷ καὶ στεφανουμένην καὶ ἀνακηρυττομένην. Οὐδὲ γὰρ ἀρκεῖ τοῖς ἀγαπῶσι μόνον τὸ τῇ ψυχῇ συνδεδέσθαι οὐδὲ ἀποχρῶνται τούτῳ εἰς παραμυθίαν, ἀλλὰ καὶ σωματικῆς δέονται παρουσίας· κἂν μὴ τοῦτο προσῇ, οὐ μικρὸν τῆς εὐφροσύνης ὑποτέτμηται μέρος. Καὶ τοῦτο πάλιν πρὸς τὸν τῆς ἀγάπης τρόφιμον ἐλθόντες εὑρήσομεν οὕτως ἔχον. Μακεδόσι γὰρ ἐπιστέλλων οὕτως ἔλεγεν· «Ἡμεῖς δέ, ἀδελφοί, ἀπορφανισθέντες ἀφ' ὑμῶν πρὸς καιρὸν ὥρας προσώπῳ οὐ καρδίᾳ, περισσοτέρως ἐσπουδάσαμεν τὸ πρόσωπον ὑμῶν ἰδεῖν· ἐγὼ μὲν Παῦλος καὶ ἅπαξ καὶ δὶς καὶ ἀνέκοψεν ἡμᾶς ὁ Σατανᾶς. ∆ιὸ μηκέτι στέγοντες ηὐδοκήσαμεν καταλειφθῆναι ἐν Ἀθήναις μόνοι καὶ ἐπέμψαμεν Τιμόθεον.» Ὢ λέξεως ἑκάστης δύναμις· τὴν γὰρ ἐναποκειμένην αὐτοῦ τῇ ψυχῇ φλόγα τῆς ἀγάπης μετὰ πολλῆς ἐνδείκνυται τῆς σαφηνείας. Οὐδὲ γὰρ εἶπε· «χωρισθέντες ὑμῶν», οὐδὲ «διασπασθέντες ὑμῶν», οὐδὲ «διαστάντες», οὐδὲ «ἀπολειφθέντες», ἀλλ' «ἀπορφανισθέντες ὑμῶν.» Λέξιν ἐζήτησεν ἱκανὴν ἐμφῆναι τὴν ὀδύνην αὐτοῦ τῆς ψυχῆς. Καίτοι γε ἐν τάξει πατέρος ἦν ἅπασιν αὐτός, ἀλλὰ παιδίων ὀρφανῶν ἐν τῇ ἀώρῳ ἡλικίᾳ τὸν γεγεννηκότα ἀποβαλόντων φθέγγεται ῥήματα τὴν ὑπερβολὴν τῆς ἀθυμίας ἐνδείξασθαι βουλόμενος. Οὐδὲν γὰρ ὀδυνηρότερον ὀρφανίας ἀώρου, ὅταν τῆς τε ἡλικίας πρὸς οὐδὲν αὐτοῖς ἀρκούσης, τῶν τε προστησομένων γνησίως οὐκ ὄντων καὶ τῶν ἐπιθησομένων καὶ ἐπιβουλευόντων πολλῶν ἀθρόον ἀναφαινομένων, ὥσπερ ἀρνειοί, οὕτως εἰς μέσον προκέωνται λύκοις οἳ πανταχόθεν σπαράττουσιν αὐτοὺς καὶ ξαίνουσιν. Οὐδεὶς δύναται παραστῆσαι τῆς συμφορᾶς ταύτης τῷ λόγῳ τὸ μέγεθος. ∆ιὰ τοῦτο καὶ Παῦλος περιελθὼν καὶ ζητήσας καὶ ἐρημίας καὶ συμφορᾶς χαλεπῆς ῥῆσιν ἐνδεικτικήν, ἵνα παραστήσῃ ὅπερ ἔπασχε τῶν ἀγαπωμένων χωριζόμενος, ταύτῃ ἐχρήσατο τῇ λέξει· εἶτα καὶ ἐπιτείνει πάλιν αὐτὴν διὰ τῶν ἑξῆς· «Ἀπορφανισθέντες γάρ, φησίν, οὐ χρόνον ἀλλὰ πρὸς καιρὸν ὥρας, καὶ χωρισθέντες οὐ διανοίᾳ ἀλλὰ προσώπῳ μόνῳ, οὐδὲ οὕτω φέρομεν τὴν ἐντεῦθεν ὀδύνην, καίτοι γε ἱκανὴν ἔχοντες παραμυθίαν, τὸ τῇ ψυχῇ συνδεδέσθαι, τὸ ἐν καρδίᾳ ὑμᾶς εἶναι τῇ ἡμετέρᾳ, τὸ χθὲς καὶ πρώην ὑμᾶς