20
Εἴασεν ἐστίν. Ὥσπερ γὰρ ὁ στρατοπέδου προηγούμενος ἂν τοῦ πολέμου βαρήσαντος ἀναχωρήσας ἀπέλθοι, παραδίδωσι τοῖς πολεμίοις τοὺς στρατιώτας, οὐχὶ αὐτὸς ὠθῶν, ἀλλὰ γυμνῶν τῆς ἑαυτοῦ βοηθείας· 60.415 οὕτω καὶ ὁ Θεὸς τοὺς οὐ βουληθέντας δέξασθαι τὰ παρ' αὐτοῦ, ἀλλὰ πρώτους ἀποπηδήσαντας, ἀφῆκεν, αὐτὸς τὰ παρ' ἑαυτοῦ πάντα πληρώσας. Σκόπει δέ· Προὔθηκεν ἀντὶ διδασκαλίας εἰς μέσον τὸν κόσμον· ἔδωκε νοῦν καὶ διάνοιαν δυναμένην τὸ δέον συνιδεῖν. Οὐδενὶ τούτων ἐχρήσαντο πρὸς σωτηρίαν οἱ τότε, ἀλλὰ καὶ εἰς τοὐναντίον περιέστρεψαν, ὅπερ ἔλαβον. Τί οὖν ποιῆσαι ἐχρῆν; πρὸς ἀνάγκην ἕλκειν καὶ βίαν; Ἀλλ' οὐκ ἔστι τοῦτο ποιεῖν ἐναρέτους. Ἐλείπετο δὲ ἀφεῖναι, ὅπερ καὶ ἐποίησεν, ἵνα κἂν οὕτω τῇ πείρᾳ μαθόντες, ὧν ἐπεθύμησαν, φύγωσι τὴν αἰσχύνην. Καὶ γὰρ εἴ τις βασιλέως υἱὸς ὢν, τὸν πατέρα ἀτιμάσας ἕλοιτο εἶναι μετὰ λῃστῶν καὶ ἀνδροφόνων καὶ τυμβωρύχων, καὶ τὰ ἐκείνων προτιμήσειε τῆς πατρῴας οἰκίας, ἀφίησιν αὐτὸν ὁ πατὴρ, ὥστε διὰ τῆς πείρας αὐτῆς μαθεῖν τῆς οἰκείας ἀνοίας τὴν ὑπερβολήν. δʹ. ∆ιὰ τί δὲ μηδεμιᾶς ἄλλης ἐμνημόνευσεν ἁμαρτίας, οἷον φόνου, πλεονεξίας, καὶ τῶν ἄλλων τῶν τοιούτων, ἀλλ' ἀκολασίας; Τοὺς ἀκούοντας τότε μοι δοκεῖ, καὶ τοὺς τὴν ἐπιστολὴν δεχομένους αἰνίττεσθαι. Εἰς ἀκαθαρσίαν τοῦ ἀτιμάζεσθαι τὰ σώματα αὐτῶν ἐν ἑαυτοῖς. Ὅρα τὴν ἔμφασιν πληκτικωτάτην οὖσαν. Οὐ γὰρ ἑτέρων ἐδεήθησαν, φησὶ, τῶν ὑβριζόντων, ἀλλ' ἅπερ ἂν αὐτοὺς οἱ ἐχθροὶ διέθηκαν, ταῦτα ἑαυτοὺς κατειργάσαντο. Εἶτα πάλιν τὴν αἰτίαν ἀναλαβὼν, φησίν· Οἵτινες μετήλλαξαν τὴν ἀλήθειαν τοῦ Θεοῦ ἐν τῷ ψεύδει, καὶ ἐσεβάσθησαν καὶ ἐλάτρευσαν τῇ κτίσει παρὰ τὸν κτίσαντα. Ἃ μὲν ἦν σφόδρα καταγέλαστα, τίθησι κατ' εἶδος, ἃ δὲ δοκεῖ σεμνότερα εἶναι τῶν ἄλλων, καθολικῶς· καὶ διὰ πάντων δείκνυσιν, ὅτι τὸ τῇ κτίσει λατρεύειν, Ἑλληνικόν. Καὶ ὅρα πῶς τὸν λόγον ἐδήλωσεν. Οὐ γὰρ εἶπεν ἁπλῶς, Ἐλάτρευσαν τῇ κτίσει, ἀλλὰ, Παρὰ τὸν κτίσαντα· πανταχοῦ ταύτῃ τὸ ἔγκλημα ἐπαίρων, καὶ τῇ παραθέσει πάσης συγγνώμης αὐτοὺς ἀποστερῶν. Ὅς ἐστιν εὐλογητὸς εἰς τοὺς αἰῶνας. Ἀμήν. Ἀλλ' οὐ διὰ τοῦτό τι παρεβλάβη, φησίν· αὐτὸς μὲν γὰρ εἰς τοὺς αἰῶνας εὐλογητός. Ἐνταῦθα δείκνυσιν, ὅτι οὐχ ἑαυτῷ ἀμύνων εἴασεν αὐτοὺς, ὅπου γε αὐτὸς οὐδὲν ἔπασχεν. Εἰ γὰρ καὶ οὗτοι ὕβρισαν, ἀλλ' ἐκεῖνος οὐχ ὕβριστο, οὐδὲ ἠκρωτηριάσθη τὰ τῆς δόξης αὐτῷ, ἀλλὰ μένει διαπαντὸς εὐλογητός. Εἰ γὰρ ἄνθρωπος πολλάκις φιλοσοφῶν οὐδὲν ἂν πάθοι παρὰ τῶν ὑβριζόντων, πολλῷ μᾶλλον ὁ Θεὸς, ἡ ἀνώλεθρος καὶ ἄτρεπτος φύσις, ἡ ἀναλλοίωτος καὶ ἀκίνητος δόξα. Καὶ γὰρ ἄνθρωποι κατ' αὐτὸ ὁμοιοῦνται Θεῷ, ὅταν μηδὲν πάσχωσι παρὰ τῶν ἐπηρεάζειν βουλομένων, μηδὲ ὑβριζόντων ὑβρίζωνται, μηδὲ τυπτόντων τύπτωνται, μηδὲ καταγελῶνται καταγελώντων ἑτέρων αὐτούς. Καὶ πῶς ἔνι γενέσθαι τοῦτο, φησίν; Ἔνι, καὶ σφόδρα ἔνι, ὅταν μὴ ἀλγῇς τοῖς γινομένοις. Καὶ πῶς ἔνι μὴ ἀλγεῖν, φησί; Πῶς ἔνι μὲν οὖν ἀλγεῖν; Εἰπὲ γάρ μοι, εἰ τὸ παιδάριον ὑβρίσειέ σε τὸ σὸν, ἆρα ὕβριν ἡγήσῃ τὴν ὕβριν; τί δὲ, ἀλγήσεις; 60.416 Οὐδαμῶς· ἂν δὲ ἀλγήσῃς, οὐ τότε ἔσῃ καταγέλαστος; Οὕτω καὶ ἐπὶ τῶν πλησίον διακεισώμεθα, καὶ οὐδὲν πεισόμεθα ἀηδές (τῶν γὰρ παίδων οἱ ὑβρίζοντες ἀνοητότεροι)· μηδὲ ζητῶμεν μὴ ὑβρίζεσθαι, ἀλλὰ ὑβριζόμενοι φέρωμεν γενναίως· αὕτη γάρ ἐστιν ἡ βεβαία τιμή. Τί δήποτε; Ὅτι σὺ κύριος τούτου, ἐκείνου δὲ ἕτερος. Οὐχ ὁρᾷς τὸν ἀδάμαντα ἐν τῷ παίεσθαι πλήττοντα; Ἀλλ' ἡ φύσις, φησὶ, τοῦτο ἔχει. Ἀλλὰ καὶ σοὶ δυνατὸν ἐν τῇ προαιρέσει γενέσθαι τοιοῦτον, ὅπερ ἀπὸ φύσεως ἐκείνῳ συμβαίνει. Τί δέ; οὐκ εἶδες τοὺς παῖδας ἐν τῇ καμίνῳ μὴ καιομένους; καὶ τὸν ∆ανιὴλ ἐν τῷ λάκκῳ μηδὲν πάσχοντα δεινόν; Ἔξεστι καὶ νῦν τοῦτο γενέσθαι· παρεστήκασι καὶ ἡμῖν λέοντες, θυμὸς, ἐπιθυμία, χαλεποὺς ἔχοντες ὀδόντας, διασπῶντες τὸν ἐμπίπτοντα. Γενοῦ τοίνυν κατὰ τὸν ∆ανιὴλ, καὶ μὴ δῷς τοῖς πάθεσι τούτοις τοὺς ὀδόντας ἐμπῆξαί σου τῇ ψυχῇ. Ἀλλ' ἐκεῖνος τῆς χάριτος τὸ ὅλον εἶχε συμπράττον, φησί. Καλῶς· ἐπειδὴ ταύτης τὰ τῆς προαιρέσεως προηγήσατο. Ὥστε ἐὰν θέλωμεν καὶ ἡμεῖς τοιούτους