20
μεταμέλειαν οὐκ ἐδέ ξατο. ΚΕΦΑΛΑΙΟΝ Θʹ. Οὗ δὴ χάριν ὁ θεῖος προφήτης δακρύων αἰτεῖ πηγὴν ἀποχρῶσαν τῷ πάθει, ὥστε νύκτωρ καὶ μεθ' ἡμέ ραν ἀποδύρεσθαι τὰ τῶν ὁμοφύλων κακά. Αἰτεῖ δὲ καὶ ἐσχατιάν τινα ἔνδον ἐν τῷ τέρματι τῆς ἐρήμου, κἀκεῖ διάγειν ἐφίεται· ὥστε μηδὲ ἀκούειν τῶν ὑπὸ τοῦ λαοῦ τολμωμένων κακῶν. Ἅπαντες γὰρ, φησὶ, τοὺς ἀλλήλων διορύττουσι γάμους, καὶ σύλλογός ἐστι πᾶσαν παρανομίαν τολμῶν· τοῦτο γὰρ λέγει "Σύν οδος ἀθετούντων." γʹ. Καὶ ἐνέτειναν τὴν γλῶσσαν αὑτῶν ὡς τόξον. ∆όλον ῥάπτοντες, συκοφαντίαν ὑφαίνον τες, τῷ πλησίον ἐπιβουλεύοντες· τοῦτο γὰρ λέγει· "Ψεῦδος καὶ οὐ πίστις ἐνίσχυσεν ἐπὶ τῆς γῆς, ὅτι ἐκ κακῶν κακὰ ἐξῆλθον." Τὸ ἀμετάβλητον τῆς πονηρίας διὰ τούτων ἐδήλωσε· τὰ γὰρ κακὰ, φησὶ, κακὰ διαδέχεται· αἰτία δὲ τούτων ἡ τῶν θείων ἀμέ λεια. Τοῦτο γὰρ προστέθεικεν· "Καὶ ἐμὲ οὐκ ἔγνω σαν, φησὶ Κύριος." Καὶ σαφέστερον δεικνὺς τὴν ἐμπολιτευομένην αὐτοῖς πονηρίαν, παραινεῖ μήτε φίλῳ θαῤῥῆσαι, μήτε μὴν ἀδελφῷ· καὶ τούτων κἀ κείνων ἐξαπάτῃ καὶ δόλῳ κεχρημένων, καὶ ἀληθείας γεγυμνωμένων. Προστίθησι δὲ τῇ κατηγορίᾳ καὶ τὸν τόκον, ὡς παρὰ τὸν νόμον τολμώμενον. ϛʹ. Τόκος ἐπὶ τόκῳ, καὶ δόλος ἐπὶ δόλῳ. Καὶ πάλιν τῆς τοῦ Θεοῦ καταφρονήσεως μέ μνηται. Οὐκ ἠθέλησαν εἰδέναι με, φησὶ Κύριος. (ζʹ.) ∆ιὰ τοῦτο τάδε λέγει Κύριος τῶν δυνάμεων· Ἰδοὺ ἐγὼ πυρώσω αὐτοὺς, καὶ δοκιμῶ αὐτούς. Πύρω σιν ἐνταῦθα καὶ δοκιμασίαν τὸν πόλεμον κέκληκε, καὶ τὰ ἐκεῖθεν φυόμενα. Οὕτω καὶ ὁ θεῖος ∆αβὶδ ἐκ προσώπου τῶν ἐν Βαβυλῶνι· "Ὅτι ἐδοκίμασας ἡμᾶς ὁ Θεὸς, ἐπύρωσας ἡμᾶς, ὡς πυροῦται τὸ ἀργύριον." Ἀλλ' ἐκεῖνα τῶν εὐσεβῶν ἔφη τὸ τάγμα· πυρωθέν τες γὰρ ἀνεφάνησαν δόκιμοι· ἐνταῦθα δὲ ἡ πύρωσις ἐλέγχει τὸ κίβδηλον. ∆ιέξεισι δὲ καὶ τῆς πονηρίας τὰ εἴδη, καὶ βολίδι μὲν ἀπεικάζει τὴν γλῶσσαν, δόλου 81.561 δὲ πλήρεις εἶναι λέγει τοὺς λόγους. Εἰρηνικὰ γὰρ, φησὶ, φθέγγονται, δόλια δὲ βουλεύονται. θʹ. Μὴ ἐπὶ τούτοις οὐκ ἐπισκέψομαι; λέγει Κύριος· ἢ ἐν λαῷ τῷ τοιούτῳ οὐκ ἐκδικήσει ἡ ψυχή μου; Ἄτοπον γὰρ τὸν τοιοῦτον κριτὴν ἀτιμώ ρητον τὴν τοσαύτην πονηρίαν καταλιπεῖν. Ἐπίσκεψιν γὰρ τὴν τιμωρίαν ἐκάλεσε· τὸ δὲ "ἡ ψυχή μου" κατὰ τὸ ἀνθρώπειον τέθεικεν ἔθος· οὐ γὰρ δὴ ἐκ σώ ματος καὶ ψυχῆς τὸ θεῖον συνῆκται· ἀσύνθετον γάρ ἐστι, καὶ ἁπλοῦν, καὶ ἀνείδεον Ὡς ἀκούειν δυνάμεθα, φθέγγεται. Εἶτα τούτοις αὐτοῖς παρα κελεύεται, καὶ τῶν ὁδῶν καὶ ὀρῶν θρηνῆσαι τὴν ἐρημίαν. Οὐ γὰρ μόνον, φησὶ, τῶν ἀνθρώπων ἐστέ ρηνται, ἀλλὰ καὶ τῶν κτηνῶν, καὶ τῶν πετεινῶν. Τοῖς γὰρ οἰκουμένοις χωρίοις ἐμφιλοχωρεῖ τὰ πε τεινά· ἐν δὲ ταῖς ἐρήμοις καὶ τούτων ἡ σπάνις πολλή. Ἀπειλεῖ δὲ καὶ τὴν αἰχμαλωσίαν, καὶ τῆς πόλεως τὴν ἐρημίαν, καὶ γενήσεσθαι αὐτὴν λέγει κατοικη τήριον δρακόντων. Τὰ γὰρ τοιαῦτα θηρία παρόντων μὲν ἀνθρώπων συνεχῶς ἀναιρεῖται· ἀπόντων δὲ αὔ ξεται καὶ πλείονα γίνεται. ιβʹ. Τίς ἄνθρωπος ὃς σοφὸς, καὶ συνήτω ταῦτα, καὶ ὁ λόγος στόματος Κυρίου πρὸς αὐτόν; ἀναγγειλάτω ὑμῖν ἕνεκεν τίνος ἀπώλετο ἡ γῆ· ἀνήφθη ὡς ἔρημος παρὰ τὸ μὴ διοδεύεσθαι αὐτήν. Τοῖς τῆς θείας ἠξιωμένοις χάριτος ἐλέγχειν κελεύει, καὶ τῆς ἐρημίας τὰς αἰτίας διδάσκειν· καὶ αὐτὸς δὲ τοῦτο ποιεῖ, καὶ λέγει αὐτοῖς καταλιπεῖν μὲν τὸν ἐπὶ σωτηρίᾳ δεδομένον νόμον, τοῖς δὲ μα ταίοις χρήσασθαι λογισμοῖς, καὶ τῶν εἰδώλων προ ελέσθαι τὴν θεραπείαν. ιεʹ. ∆ιὰ τοῦτο ἐγὼ ψωμίζω αὐτοὺς ἄρτον ἀνάγ κης καὶ ποτίσω αὐτοὺς ὕδωρ χολῆς. Τὴν πικρὰν καὶ ἀνιαρὰν ζωὴν διὰ τούτων δεδήλωκε. ιϛʹ. Καὶ διασκορπιῶ αὐτοὺς ἐν τοῖς ἔθνεσιν, ἐν οἷς οὐκ ἐγίνωσκον αὐτοὶ, καὶ οἱ πατέρες αὐτῶν· καὶ ἐξαποστελῶ ἐπ' αὐτοὺς τὴν μάχαιραν, ἕως οὗ ἐξαναλώσω αὐτοὺς ἐν αὐτῇ. ∆ύο διὰ τού των δεδήλωκε