1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

21

κρῖναι ζῶντας καὶ νεκροὺς, ἢ ἐν ἄλλῃ; Μακ. Ἐν αὐτῇ. Ὀρθ. Λέγει δὲ ἐν Εὐαγγελίοις· «Μέλλει γὰρ ὁ Υἱὸς τοῦ ἀνθρώπου ἔρχεσθαι ἐν τῇ δόξῃ τοῦ Πατρὸς αὐτοῦ.» Αὕτη ἄρα ἡ δόξα τοῦ Υἱοῦ ἐστιν καὶ τοῦ Πατρός. Καὶ ὅτι μία δόξα, ἐν ἄλλῳ τόπῳ τοῦ Εὐαγγελίου λέγει· «Ὅταν δὲ ἔλθῃ ὁ Υἱὸς τοῦ ἀνθρώπου ἐν τῇ δόξῃ αὐτοῦ, καὶ πάντες οἱ ἄγγελοι μετ' αὐτοῦ, τότε καθίσει ἐπὶ θρόνου δόξης αὑτοῦ.» Ἀκούεις, εἰ ὦτα ἔχεις, ὅτι αὐτὴν δόξαν ἑαυτοῦ λέγει καὶ τοῦ Πατρός. Μακ. Ἔχεις μοι δεῖξαι, ποῦ γέγραπται, ὅτι Θεὸς τὸ Πνεῦμα; τί με περιάγεις πολλά; Ὀρθ. Εἰ μὲν πρῶτον ἔγνωσαν οἱ ἅγιοι ἀπόστολοι τὸ Πνεῦμα, καὶ τότε τὸν Υἱὸν, καλῶς καὶ σὺ ἐπιζητεῖς τὴν περὶ τοῦ Πνεύματος γνῶσιν πρὸ τῆς τοῦ Πατρὸς γνώσεως· εἰ δὲ πρότερον ἐγνώσθη αὐτοῖς ὁ Υἱὸς, καὶ τότε τὸ Πνεῦμα, πρότερον καὶ αὐτὸς ἐπίγνωθι τὴν τοῦ Υἱοῦ θεότητα, καὶ οὕτως μαθήσῃ καὶ τὴν τοῦ Πνεύματος γνῶσιν. Μακ. Οἶδα, καὶ πιστεύω, ὅτι Θεός ἐστιν ὁ Υἱὸς, ἐκ τοῦ Θεοῦ τοῦ Πατρὸς γεννηθεὶς, ὅλος ἐξ ὅλου. Ὀρθ. Οὐκοῦν ἐκ τῆς οὐσίας; Μακ. Οὔκ. Ὀρθ. Οὕτως οὖν αὐτὸν λέγεις ὅλον ἐξ ὅλου, ὡς ἕκαστον τῶν ἀγγέλων καὶ τῶν ἄλλων κτισμάτων; Μακ. Ἀλλ' ὁ Υἱὸς μονογενής ἐστι Θεός. Ὀρθ. ∆ιὰ τοῦτο αὐτὸν λέγεις μονογενῆ, ἐπειδὴ ἄλλος τοιοῦτος οὐκ ἔστιν, ἣ ἐπειδὴ μόνος ἐκ τῆς οὐσίας γεγέννηται; Μακ. Ἐπειδὴ ἄλλος τοιοῦτος οὐκ ἔστιν. Ὀρθ. Εἰπὲ οὖν καὶ τὸ Πνεῦμα τὸ ἅγιον μονογενῆ Υἱόν. Ἄλλο γὰρ τοιοῦτον οὐκ ἔστιν. Μακ. Μὴ γένοιτο! Ὀρθ. Οὐκ ἄρα διὰ τὸ μόνον τοιοῦτον αὐτὸν εἶναι, μονογε νὴς λέγεται, ἀλλ' ἐπειδὴ μόνος ἐκ τῆς οὐσίας γεγέννηται. Μακ. Οὐκ ἔστιν οὖν ἐκ τῆς οὐσίας τοῦ Θεοῦ τὸ Πνεῦμα; Ὀρθ. Καὶ πάνυ. Μακ. Καὶ αὐτὸ ἄρα Υἱός. Ὀρθ. Ἀλλ' ὁ μὲν Υἱὸς ἐκ τῆς οὐσίας γεγέννηται, καὶ διὰ τοῦτο μονογενὴς Υἱός· τὸ δὲ Πνεῦμα ἐκ τῆς οὐσίας ἐκπορεύεται. «Πνεῦμα» γὰρ «παρ' ἐμοῦ ἐκπορεύεται,» γέγραπται· οὐ, Γεγέννηται· καὶ Υἱὸς λέγει· «Τὸ Πνεῦμα τῆς ἀληθείας, ὃ παρὰ τοῦ Πατρὸς ἐκπορεύεται·» οὐ, Γεγέννηται. Μακ. Καὶ τίς ἡ διαφορὰ 28.1209 τῆς γεννήσεως καὶ τῆς ἐκπορεύσεως; Ὀρθ. Ὁ τὴν διαφορὰν εἰδὼς, καὶ τὸν τρόπον τῆς γεννήσεως καὶ τῆς ἐκπορεύσεως οἶδεν. Ὅτι δὲ οὐδεὶς οἶδεν τὸν τρόπον τῆς γεννήσεως, ὁ προφήτης βοᾷ· «Τὴν γένεσιν αὐτοῦ τίς διηγήσεται·» Μακ. Καὶ πῶς οὖν λέγεις, ὅτι ὁ μὲν Υἱὸς ἐκ τῆς οὐσίας γεγέννηται, τὸ δὲ Πνεῦμα ἐκπορεύεται; Ὀρθ. Τὰ γεγραμμένα λέγω. Καὶ σὺ λέγε, καὶ οὐ κινδυνεύεις. Μακ. Ποῦ οὖν γέ γραπται, ἐκ τῆς οὐσίας; Ὀρθ. Ὅτι πάντα ἐκ τοῦ Θεοῦ, γέγραπται, καὶ σὺ ὁμολογεῖς; Μακ. Ναὶ, ὁμο λογῶ. Μὴ οὖν ἐκ τῆς οὐσίας πάντα; Ὀρθ. Οὐχὶ, μὴ γένοιτο! Ἀλλ' ὅτι, πάντων ὄντων ἐκ τοῦ Θεοῦ, οὗτος μονογενὴς Υἱὸς, πολλῶν ὄντων υἱῶν, ἦ μὴν ἐκ τῆς οὐσίας, δῆλόν ἐστιν. Μακ. Μὴ καὶ τὸ Πνεῦμα μονογενὴς Υἱός ἐστιν; Ὀρθ. Καὶ νῦν λέγω, μὴ γένοιτο εἰπεῖν! Ἀλλ' ὥσπερ πολλῶν ὄντων υἱῶν, τοῦτον ἔγνωμεν ἐκ τῆς οὐσίας, διὰ τὸ λέγειν τὸν Πατέρα· «Οὗτός μοί ἐστιν ὁ Υἱὸς ὁ ἀγαπητός·» οὕτω τὸ Πνεῦμα ἔγνωμεν ἐκ τῆς οὐσίας, διὰ τὸ, πολλῶν ὄντων πνευμάτων, λέγειν τὸν Πατέρα· «Ἐκχεῶ ἀπὸ τοῦ Πνεύματός μου ἐπὶ πᾶσαν σάρκα.» Ἄλλως γὰρ οὐ δύναται χωρισθῆναι τῶν ἄλλων ἁγίων πνευμάτων, καὶ συναφθῆναι τῷ Πατρὶ, εἰ μὴ τῷ λόγῳ τῆς οὐσίας. Μακ. Ὁ γὰρ Πατήρ ἐστιν ὁ λέγων· «Ἐκχεῶ ἀπὸ τοῦ Πνεύματός μου;» Ὀρθ. Καὶ πάνυ. Μακ. Πόθεν τοῦτο; Ὀρθ. Παῦλος ὁ ἀπόστολος λέγει· «Ὅτε γὰρ ἐπεφάνη ἡ χάρις τοῦ Θεοῦ τοῦ Σωτῆρος ἡμῶν, οὐκ ἐξ ἔργων, ὧν ἐποιήσαμεν ἡμεῖς ἐπὶ τῆς γῆς, ἀλλὰ κατὰ τὸ πολὺ αὐτοῦ ἔλεος, ἀναγεννήσας ἡμᾶς διὰ λουτροῦ παλιγγενεσίας, καὶ ἀνακαινώσεως Πνεύματος ἁγίου, οὗ ἐξέχεεν ἐφ' ἡμᾶς πλουσίως διὰ Ἰησοῦ Χριστοῦ.» Τίς ἐξέχεε διὰ Ἰησοῦ Χριστοῦ; δηλονότι ὁ εἰρηκώς· «Ἐν ταῖς ἐσχάταις ἡμέραις ἐκχεῶ ἀπὸ τοῦ Πνεύματός μου.» Μακ. Οὐχ ὁ Υἱὸς οὖν δίδωσι τὸ Πνεῦμα; Ὀρθ. Ἤκουσας, ὅτι ὁ Πατὴρ διὰ τοῦ Υἱοῦ δίδωσι τὸ Πνεῦμα. Ἀμέλει τοῦ Πατρὸς εἰρηκότος, «Ἐν ταῖς ἐσχάταις ἡμέραις ἐκχεῶ ἀπὸ τοῦ Πνεύματός μου,» ὁ Υἱὸς ἀναστὰς ἐκ νεκρῶν, λέγει· «Λάβετε Πνεῦμα ἅγιον.» Μακ. Εἶπον ἐκ πολλοῦ, μή με περίσπα· ἀλλ', εἰ ἔχεις δεῖξαι, εἶπον ποῦ γέγραπται, Θεὸς τὸ