1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

21

καθώς φησιν ὁ Ἀπολινάριος, ὅτι τινὰς ἠθέλησεν, οὐ πάντας 3,1.177 ζωοποιηθῆναι. οὐ γὰρ παρὰ τὴν τοῦ κυριακοῦ θελήματος αἰτίαν οἱ μὲν σῴζονται οἱ δὲ ἀπόλλυνται (ἢ οὕτω γ' ἂν εἰς ἐκεῖνον ἐπανίοι ἡ τῶν ἀπολλυμένων αἰτία), ἀλλὰ παρὰ τὴν προαίρεσιν τῶν δεχομένων τὸν λόγον, συμβαίνει τὸ σῴζεσθαί τινας ἢ ἀπόλλυσθαι. ὁ δὲ προστίθησι ταῖς κατασκευαῖς ὅτι Οὐδεὶς κατ' ἐξουσίαν ἀπέθανε καὶ ἀνέστη. καὶ τοῦτο εἰπὼν ἐπάγει τὴν τοῦ εὐαγγελίου φωνήν, τὸ Οὐδεὶς αἴρει τὴν ψυχήν μου ἀπ' ἐμοῦ· ἐξουσίαν ἔχω θεῖναι αὐτὴν καὶ ἐξουσίαν ἔχω πάλιν λαβεῖν αὐτήν. ποίαν ψυχήν, λογικὴν ἢ ἄλογον; εἴποιμι ἂν πρὸς τοὺς τὴν ἀνόητον ψυχὴν τῷ θεῷ συνορίζοντας. εἰ ἄλογόν φασι, κτῆνος ἐροῦσιν εἶναι περὶ τὸν Χριστὸν καὶ οὐκ ἄνθρωπον· εἰ δὲ λογικήν, τί ἄλλο παρὰ τὸν λόγον τὴν διάνοιαν οἴονται; οὐ γὰρ φωνὴ ἄσημος ὁ λόγος ἐστίν, ἀλλὰ νοήματος κίνησις ἀρχὴ καὶ ὑπόθεσις τοῦ λόγου γίνεται. οὐκοῦν ὁ λογικὴν ψυχὴν εἰπὼν καὶ διανοητικὴν ὡμολόγησεν· εἰ δὲ διάνοια νοῦ κίνησίς ἐστι καὶ ἐνέργεια, πῶς ἂν ὁ νοῦς μὴ παρὼν ἐνεργήσειεν, εἴπερ ἀμέτοχον τοῦ νοῦ τὴν τοῦ κυρίου ψυχὴν διορίζοιτο; ὥστε εἰ ψυχὴν ἔχει ὁ κύριος, ἣν κατ' ἐξουσίαν καὶ λαμβάνει καὶ ἀποτίθεται, ψυχὴν δὲ οὐ κτηνώδη καὶ ἄλογον, ἀλλὰ τοῦ ἀνθρωπίνου συγκρίματος, ὁμολογεῖται πάντως ἐν τῷ ἀν θρωπίνην προσειληφέναι καὶ διανοητικὴν εἶναι. Ταῦτα εἰπὼν ὅσα περὶ τοῦ κόκκου φησὶ τοῦ ἀποθνήσκον τος καὶ οὕτω μετὰ πλεόνων κόκκων ἀναβλαστάνοντος, ἐπειδὴ πρὸς ἡμῶν ἐστι καὶ τὸν ἡμέτερον βεβαιοῖ λόγον, ἑκὼν ὑπερβήσομαι. τίς γὰρ ὁ ἀποθνήσκων κόκκος καὶ τῷ ἰδίῳ τῆς ἀναστάσεως στάχυϊ σωρείαν κόκκων ἐν ἑαυτῷ συνεγείρων; οὐκ οἶμαί τινα τοσοῦτον τῶν θείων δογμάτων εἶναι ἀμύητον, ὡς μὴ περὶ τὸν ἄνθρωπον τὸ κατὰ τὸ πάθος βλέπειν μυστήριον. ἀπόδειξις δὲ τοῦ λόγου τὸ καὶ ἡμᾶς 3,1.178 συναποθνήσκειν αὐτῷ καὶ συνθάπτεσθαι καὶ συνεγείρεσθαι. πρὸς γὰρ τὸ ὁμογενὲς ῥᾳδία γίνεται τοῖς βουλομένοις ἡ μίμησις, τοῦ δὲ ὑπερβεβηκότος ἡ ὁμοίωσις ἄπορος· ὥστε εἰ μὲν σάρξ ἐστιν ἡ ὑποστᾶσα τὸν θάνατον, καὶ ἡμᾶς τοὺς ἐν σαρκὶ ζῶντας εὐκολώτερον ἂν εἴη μιμήσασθαι τῷ θανάτῳ τὸν θάνατον· εἰ δὲ θεότης τέθνηκε, πῶς συντεθνηξόμεθα οἱ ἐν σαρκὶ τῇ θεότητι; σαρκὶ σὰρξ συναποθνήσκει καὶ συνεγείρεται· θεότητος δὲ τοῦτο παθούσης, καθὼς Ἀπολινάριος βούλεται, ἄλλας θεότητας ἐπιζητεῖν προσήκει, αἳ συντεθνήξονται καὶ συναναστήσονται τῇ θεότητι· ὥσπερ γὰρ Χριστὸς ἀπέθανε καὶ ἀνέστη, οὕτως καὶ ἡμεῖς, φησὶν ὁ ἀπόστολος. τί ὄντες ἡμεῖς κατὰ τὴν ἑαυτῶν φύσιν; θεία δύναμις ἢ αἷμα καὶ σάρξ, καθώς φησιν ἡ γραφή; διὸ κε κοινώνηκεν ἡμῖν ἡμῶν ἕνεκεν σαρκὸς καὶ αἵματος ὁ δι' ἡμᾶς καθ' ἡμᾶς γενόμενος. οὐκοῦν ὅπερ ἡμεῖς ἐσμεν κατ' οὐσίαν, καὶ ὁ ὑπὲρ ἡμῶν ἀποθανὼν ἦν, οὗ πρόκειται τοῖς ὁμογενέσιν ἡ μίμησις. ἀπόδειξις δὲ τῆς ἀσεβείας τοῦ λόγου τοῦ θνητὴν ἀποδεικνύντος τὴν θεότητα αὐτὸ τὸ ἐν ἡμῖν αὐτοῖς γινόμενον. ἐν γὰρ τῷ κοινῷ τῶν ἀνθρώπων θανάτῳ τί τὸ ἀποθνῆσκόν ἐστι καὶ φθειρόμενον; οὐχὶ σὰρξ μὲν εἰς τὴν γῆν ἀναλύεται, ὁ δὲ νοῦς τῇ ψυχῇ παραμένει οὐδ' ἐν τῇ μεταστάσει τοῦ σώματος πρὸς τὸ εἶναι βλαπτόμενος; τεκμήριον δὲ ὅτι μέμνηται τῶν ὑπὲρ γῆς ὁ πλούσιος καὶ δεῖται τοῦ Ἀβραὰμ περὶ τῶν κατὰ τὸ γένος συνημμένων αὐτῷ. τοῦτο δὲ οὐκ ἄν τις ἀνοίας εἴποι, τὸ ἐπειδὴ τὸ καθ' ἑαυτὸν ἄφυκτον ἔγνω, πρόνοιάν τινα τῶν ἐπιτηδείων ποιή σασθαι. εἰ τοίνυν ὁ ἡμέτερος νοῦς διαμένει καὶ μετὰ θάνατον ἀπαθής τε καὶ ἀναλλοίωτος, πῶς εἰκὸς τὸν τριτημόριον ἐκεῖνον τοῦ Ἀπολιναρίου θεὸν τὸν σαρκώδη θάνατον ὑπομεῖναι; πῶς ἀποθανόντα ἢ τίνα τρόπον παθόντα τὴν τοῦ 3,1.179 θανάτου διάλυσιν;

Οὐδενὶ γὰρ τῶν πάντων τὸ τοιοῦτον ἄγνωστον, ὅτι θάνατός ἐστι ψυχῆς καὶ σώματος ἡ ἀπ' ἀλλήλων διάζευξις, αὐτὴ δὲ ἡ ψυχὴ καὶ ἡ διάνοια πῶς ἀφ' ἑαυτῆς μερίζεται, ἵνα καὶ ἐν ἑαυτῇ τὸν θάνατον δέξηται; εἰ οὖν ἀνεπίδεκτος ἡ ἡμετέρα ψυχὴ τοῦ θανάτου, πῶς δέχεται θάνατον, εἰπάτωσαν οἱ εἰς μοῖραν τὸν Χριστὸν κερματίζοντες. Ἀλλὰ ταράσσονται, φησί, τὴν τῶν ἀπίστων ταραχήν. καθ' ἡμῶν