21
ἑωρακέναι, ἀλλ' οὐδὲν τούτων ἡμᾶς ἀπαλλάττει τῆς ἀθυμίας.» Ἀλλὰ τί βούλει καὶ ἐπιθυμεῖς, εἰπέ μοι, καὶ ἐπιθυμεῖς μεθ' ὑπερβολῆς; Αὐτὴν αὐτῶν τὴν ὄψιν. «Περισσοτέρως γάρ, φησίν, ἐσπουδάσαμεν τὸ πρόσωπον ὑμῶν ἰδεῖν.» Τί φῄς, ὁ ὑψηλὸς καὶ μέγας; Ὁ τὸν κόσμον ἔχων ἐσταυρωμένον καὶ τῷ κόσμῳ σταυρωθείς, ὁ πάντων ἀπαλλαγεὶς τῶν σαρκικῶν, ὁ σχεδὸν ἀσώματος γενόμενος, οὕτως αἰχμάλωτος ὑπὸ τῆς ἀγάπης ἐγένου ὡς εἰς σάρκα κατενεχθῆναι τὴν πηλίνην, τὴν ἀπὸ γῆς, τὴν αἰσθητήν; «Ναί, φησί, καὶ οὐκ αἰσχύνομαι ταῦτα λέγων, ἀλλὰ καὶ ἐγκαλλωπίζομαι· τὴν γὰρ μητέρα τῶν ἀγαθῶν ἔχων ἐμοὶ βρύουσαν τὴν ἀγάπην, ταῦτα ἐπιζητῶ.» Καὶ οὐδὲ ἁπλῶς σωματικὴν ἐπιζητεῖ παρουσίαν, ἀλλὰ τὸ πρόσωπον αὐτῶν μάλιστα ἐπιθυμεῖ θεάσασθαι. «Περισσοτέρως γάρ, φησίν, ἐσπουδάσαμεν τὸ πρόσωπον ὑμῶν ἰδεῖν.» Ὄψεως οὖν ἐρᾷς, εἰπέ μοι, καὶ προσώπου θεωρίας ἐπιθυμεῖς; «Καὶ σφόδρα, φησίν, ἔνθα τῶν αἰσθητηρίων ἡ συναγωγή. Ψυχὴ γὰρ γυμνὴ καθ' ἑαυτὴν ἑτέρᾳ ψυχῇ συγγενομένη οὔτε εἰπεῖν τι οὔτε ἀκοῦσαι δυνήσεται· σωματικῆς δὲ ἂν ἀπολαύσω παρουσίας καὶ ἐρῶ τι καὶ ἀκούσομαι παρὰ τῶν ἀγαπωμένων. ∆ιὰ τοῦτο ἐπιθυμῶ τὸ πρόσωπον ὑμῶν ἰδεῖν, ἔνθα καὶ γλῶσσά ἐστι φωνὴν ἀφιεῖσα καὶ τὰ ἔνδον ἡμῖν ἀπαγγέλλουσα καὶ ἀκοὴ ῥήματα δεχομένη καὶ ὀφθαλμοὶ κινήματα ψυχῆς διαζωγραφοῦντες· καὶ γὰρ τῆς ποθουμένης ψυχῆς διὰ τούτων ἀκριβέστερον τῆς συνουσίας ἔστιν ἀπολαῦσαι.» 8.13 Καὶ ἵνα μάθῃς πῶς ἐκκαίεται εἰς τὴν θεωρίαν ταύτην εἰπών· «περισσοτέρως ἐσπουδάσαμεν», οὐκ ἠρκέσθη τῇ λέξει ταύτῃ, ἀλλ' ἐπήγαγεν· «ἐν πολλῇ ἐπιθυμίᾳ». Εἶτα οὐκ ἀνεχόμενος ἑαυτὸν μετὰ τῶν ἄλλων ἐγκαταμίξαι, ἀλλὰ δεικνὺς ὅτι σφοδρότερον τῶν ἄλλων φιλεῖ, εἰπὼν ὅτι «Περισσοτέρως ἐσπουδάσαμεν καὶ ἠθελήσαμεν ἐλθεῖν πρὸς ὑμᾶς», ἀπέρρηξεν ἑαυτὸν τῶν λοιπῶν καὶ μόνον στήσας ἐπήγαγεν· «Ἐγὼ μὲν Παῦλος καὶ ἅπαξ καὶ δίς», δεικνὺς ὅτι πλέον τῶν ἄλλων ἐσπούδαζεν. Εἶτα ἐπειδὴ οὐκ ἐπέτυχε τούτου, οὐκ ἀρκεῖται τοῖς γράμμασιν ἀλλὰ πέμπει τὸ κεφάλαιον, τὸν σὺν αὐτῷ Τιμόθεον, τὸν ἀντὶ γραμμάτων ἐσόμενον αὐτῷ· διὸ καὶ ἐπάγει λέγων· «∆ιὸ μηκέτι στέγοντες.» Ὢ πάλιν λέξεως εὐγένεια· ὢ ῥήσεως δύναμις τὴν ἀκάθεκτον αὐτοῦ καὶ ἀκαρτέρητον ἀγάπην δηλοῦσα. Καὶ ὡς ἄν τις ἐμπυριζόμενος καὶ ὡς ἄν τις καιόμενος καὶ ζητῶν τοῦ ἐμπυρισμοῦ παραμυθίαν τινὰ εὑρεῖν, πάντα κινεῖ, οὕτω δὴ καὶ οὗτος ἀναπτόμενος, ἀγχόμενος, καιόμενος, κατὰ τὸ ἐγχωροῦν τὴν δυνατὴν ἐπενόησε παραμυθίαν. «Μηκέτι γὰρ στέγοντες, φησίν, ἐπέμψαμεν Τιμόθεον τὸν διάκονον τοῦ εὐαγγελίου καὶ συνεργὸν ἡμῶν, τὸ ἀναγκαιότατον μέλος διασπάσαντες ἡμῶν τῆς συνουσίας καὶ λύπην ἀλλαξάμενοι λύπης.» Ὅτι γὰρ οὐδὲ τὴν ἐκείνου ἀπουσίαν εὐκόλως ἔφερεν, ἀλλὰ διὰ τούτους εἵλετο τὸ βαρύτατον τοῦτο καὶ τοῦτο αὐτὸς ἐδήλωσεν εἰπών· «Ηὐδοκήσαμεν καταλειφθῆναι μόνοι.» Ὢ ψυχῆς μετὰ ἀκριβείας πρὸς αὐτὴν ποιωθείσης τὴν ἀγάπην. Ἐπειδὴ γὰρ ἀδελφοῦ ἐχωρίσθη ἑνός, μεμονῶσθαί φησι καὶ ταῦτα τοσούτους ἔχων μεθ' ἑαυτοῦ. Ταῦτα δὴ συνεχῶς μελέτα καὶ αὐτὴ καὶ ὅσῳ σοι τὸ πρᾶγμα ὀδυνηρόν, τοσούτῳ κερδαλεώτερον εἶναι νόμιζε εὐχαρίστως φερούσῃ. Οὐ γὰρ δὴ μόνον σώματι πληγαὶ ἐπαγόμεναι ἀλλὰ καὶ ψυχῆς ὀδύνη ἀφάτους φέρει τοὺς στεφάνους καὶ ψυχῆς ὀδύνη μᾶλλον ἢ σώματος, ὅταν οἱ πληττόμενοι φέρωσιν εὐχαρίστως. Ὥσπερ οὖν εἰ καταξαινομένη τὸ σῶμα καὶ μαστιγουμένη γενναίως ἔφερες τὸν Θεὸν ὑπὲρ τούτων δοξάζουσα, πολλὴν ἂν ἀπέλαβες τὴν ἀμοιβήν, οὕτω ψυχῆς ταῦτα πασχούσης νῦν πολλὰς ἀνάμενε τὰς ἀντιδόσεις. Προσδόκα δὲ καὶ τὸ πάντως ἡμᾶς ὄψεσθαι πάλιν καὶ τῆς ὀδύνης ἀπαλλαγήσεσθαι ταύτης καὶ τὴν ἐκ τῆς ὀδύνης γενομένην ἐμπορίαν πολλὴν ἀπολήψεσθαι καὶ τότε καὶ νῦν. Ἀρκεῖ ταῦτά σοι πρὸς παραμυθίαν μᾶλλον δὲ οὐχὶ σοὶ μόνον, ἀλλὰ καὶ εἴ τις ἀνόητος εἴη καὶ αὐτολίθινος τὴν