21
ἄκοντας οὐδὲ ἀναγκαζομένους, ἀλλ' ἑκόντας καὶ μετὰ τοῦ βούλεσθαι ἀποπηδῶντας αὐτοῦ, καὶ ἀναξίους ὄντας ἀπήλλαξε. Καὶ ἐπειδὴ τῶν ἐν τοῖς οὐρανοῖς ἐμνήσθη, δείκνυσιν ὅτι ἡ ἔχθρα πᾶσα ἐντεῦθεν εἶχε τὴν ἀρχὴν, οὐκ ἐκεῖθεν. Ἐκεῖνοι μὲν γὰρ πάλαι ἐβούλοντο, καὶ ὁ Θεός· ὑμεῖς δὲ οὐκ ἠθελήσατε. Καὶ διόλου δείκνυσι τοὺς ἀγγέλους μηδὲν ἰσχύσαντας ἐν τοῖς κάτω χρόνοις, εἴ γε ἔμενον ἐχθροὶ, καὶ οὔτε πεῖσαι ἠδύναντο, οὔτε πεισθέντας ἀπαλλάξαι τοῦ διαβόλου. Οὐδὲ γὰρ τὸ πεῖσαι εἶχέ τι κέρδος, τοῦ κατέχοντος μὴ δεθέντος· οὐδὲ τὸ δεθῆναι εἶχέ τι κέρδος, τῶν κατεχομένων μὴ βουλομένων ἐπανελθεῖν. Ἀλλ' ἀμφότερα ἔδει, ὧν ἐκεῖνοι μὲν οὐδὲν, ὁ Χριστὸς δὲ ἀμφότερα πεποίηκεν. Ὥστε τοῦ τὸν θάνατον λῦσαι θαυμασιώτερον τὸ πεῖσαι. Ἐκεῖνο μὲν γὰρ ὅλον αὐτοῦ ἦν, καὶ αὐτὸς μόνος κύριος ἦν· τούτου δὲ οὐχὶ αὐτὸς μόνος, ἀλλὰ καὶ ἡμεῖς· εὐκολώτερον δὲ ταῦτα ἀνύομεν, ὧν αὐτοὶ κύριοί ἐσμεν. Ἅτε οὖν καὶ μεῖζον ὂν, ὕστερον αὐτὸ τίθησι. Καὶ οὐχ ἁπλῶς εἶπεν, Ἐχθραίνοντας, ἀλλὰ, Ἀπηλλοτριωμένους, ὃ πολλῆς ἔχθρας ἐστίν· οὐδὲ ἠλλοτριωμένους, ἀλλὰ μηδὲ προσδοκῶντας ἐπανελθεῖν. Καὶ ἐχθροὺς, φησὶ, τῇ διανοίᾳ, διὰ τούτου δηλῶν, ὅτι οὐχὶ μέχρι τῆς προαιρέσεως μόνον ἡ ἀλλοτρίωσις ἦν αὐτῶν· ἀλλὰ τί; Καὶ ἐν τοῖς ἔργοις τοῖς πονηροῖς. Καὶ ἐχθροὶ ἦτε, φησὶ, καὶ τὰ τῶν ἐχθρῶν ἐπράττετε. Νυνὶ δὲ ἀποκατήλλαξεν ἐν τῷ σώματι τῆς σαρκὸς αὑτοῦ διὰ τοῦ θανάτου, παραστῆσαι ὑμᾶς ἁγίους καὶ ἀμώμους καὶ ἀνεγκλήτους κατενώπιον αὐτοῦ. Ἐνταῦθα τίθησι καὶ τὸν τρόπον τῆς καταλλαγῆς, ὅτι ἐν τῷ σώματι, καὶ ὅτι οὐχ ἁπλῶς πληγεὶς, οὐδὲ μαστιγωθεὶς, οὐδὲ πραθεὶς, ἀλλὰ καὶ ἀποθανὼν τῷ αἰσχίστῳ θανάτῳ. Πάλιν τοῦ σταυροῦ μέμνηται, καὶ πάλιν ἑτέραν τίθησιν εὐεργεσίαν. Οὐ γὰρ ἀπήλλαξε μόνον, ἀλλὰ καὶ ὅ φησιν ἀνωτέρω, Τῷ ἱκανώσαντι ἡμᾶς, τοῦτο δὲ καὶ ἐνταῦθα αἰνίττεται. ∆ιὰ τοῦ θανάτου αὑτοῦ, φησὶ, παραστῆσαι ὑμᾶς ἁγίους καὶ ἀμώμους καὶ ἀνεγκλήτους κατενώπιον αὐτοῦ. Οὐ γὰρ δὴ μόνον τῶν ἁμαρτημάτων ἀπήλλαξεν, ἀλλὰ καὶ ἐν τοῖς εὐδοκιμηκόσι κατέστησεν. Οὐ γὰρ ἵνα κακῶν ἀπαλλάξῃ μόνον τοσαῦτα ἔπαθεν, ἀλλ' ἵνα καὶ τῶν πρώτων ἐπιτύχωμεν· ὥσπερ ἂν εἴ τις κατάδικον μὴ μόνον τῆς τιμωρίας ἐλευθερώσῃ, ἀλλὰ καὶ εἰς τιμὴν ἀναγάγῃ. Καὶ τοῖς οὐδὲν ἡμαρτηκόσιν ἐγκατέταξε· μᾶλλον δὲ 62.326 οὐ τοῖς μὴ ἡμαρτηκόσι μόνον, ἀλλὰ καὶ τοῖς κατωρθωκόσι τὰ μέγιστα· καὶ τὸ δὴ μεῖζον, ὅτι ἁγιωσύνην τὴν κατενώπιον αὐτοῦ δέδωκε. Τὸ δὲ ἀνέγκλητον, ἐπίτασις τοῦ ἀμώμου· ἀνέγκλητον γὰρ τότε λέγεται, ὅταν μηδὲ μέχρι καταγνώσεως, μηδὲ μέχρι ἐγκλήματος ᾖ τι πεπραγμένον ἡμῖν. Ἀλλ' ἐπειδὴ τὸ ὅλον αὐτοῦ τέθεικεν εἰπὼν, ὅτι διὰ τοῦ θανάτου ταῦτα κατώρθωσεν, ἵνα μή τις εἴπῃ, Οὐκοῦν οὐδενὸς χρῄζομεν, διὰ τοῦτο ἐπήγαγεν· Εἴ γε ἐπιμένετε τῇ πίστει τεθεμελιωμένοι καὶ ἑδραῖοι, καὶ μὴ μετακινούμενοι ἀπὸ τῆς ἐλπίδος τοῦ Εὐαγγελίου. Τὴν ῥᾳθυμίαν αὐτῶν ἐνταῦθα ἐπικόπτει. Καὶ οὐχ ἁπλῶς εἶπεν, Ἐπιμένετε· ἔστι γὰρ ἐπιμένειν σαλευόμενον, καὶ διχοστατοῦντα· ἔστιν ἑστάναι καὶ μένειν περιφερόμενον. Εἴ γε ἐπιμένετε, φησὶ, τεθεμελιωμένοι καὶ ἑδραῖοι, καὶ μὴ μετακινούμενοι. Βαβαὶ, ἡλίκῃ κέχρηται τροπῇ. οὐ μόνον μὴ σαλευόμενοι, φησὶν, ἀλλὰ μηδὲ κινούμενοι. Καὶ ὅρα· οὐδὲν φορτικὸν τέως τίθησιν, οὐδὲ ἐπίπονον, ἀλλὰ πίστιν καὶ ἐλπίδα. Τουτέστιν, ἐὰν μένητε πιστεύοντες, ὅτι ἀληθὴς ἡ ἐλπὶς τῶν μελλόντων. Ἐνταῦθα μὲν γὰρ δυνατόν· ἐπὶ δὲ τῆς ἀρετῆς οὐκ ἔνι μὴ μετασαλευθῆναι, κἂν μικρόν· οὕτως οὐκ ἔστιν ἐπαχθές. Ἀπὸ τῆς ἐλπίδος, φησὶ, τοῦ Εὐαγγελίου, οὗ ἠκούσατε, τοῦ κηρυχθέντος ἐν πάσῃ κτίσει τῇ ὑπὸ τὸν οὐρανόν. Τίς δέ ἐστιν ἡ ἐλπὶς τοῦ Εὐαγγελίου, ἀλλ' ἢ ὁ Χριστός; Αὐτὸς γάρ ἐστιν ἡ εἰρήνη ἡμῶν, καὶ πάντα ταῦτα ὁ ἐργασάμενος. Ὥστε ὁ ἑτέροις ἐπιγράφων, μετακεκίνηται· πάντα γὰρ ἀπώλεσεν, ἐὰν μὴ εἰς τὸν Χριστὸν πιστεύῃ. Ἠκούσατε, φησί. Πάλιν αὐτοὺς φέρει μάρτυρας, εἶτα τὴν οἰκουμένην ἅπασαν. Οὐ λέγει, τοῦ